Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- εἰς σπλάγχνʼ ἐχίδνης αὐτόχειρ βάψει ξίφος,
- κακὸν μίασμʼ ἔμφυλον ἀλθαίνων κακῷ.
- ἐμὸς δʼ ἀκοίτης, δμωίδος νύμφης ἄναξ,
- Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,
- τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών.
- οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβας
- ἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ.
- ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι
- Σάλπης παρʼ ὄχθαις, οἵ τε Δάρδανον πόλιν
- ναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν.
- κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν
- ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι
- τοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις,
- μορφῆς ἔχοντας σίφλον ἢ μῶμαρ γένους,
- ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας,
- ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων,
- Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφὰς
- πεπαμέναι θρόνοισι φαρμακτηρίοις.
- κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ
- ῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι.