Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος
- τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.
- θερμὴν δʼ ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην
- τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,
- τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον.
- οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται,
- λυπρὰν λεαίνης εἰσιδοῦσʼ οἰκουρίαν.
- ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,
- Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,
- ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸς
- ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,
- ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,
- καὶ πᾶν λακίζουσʼ ἐν φοναῖς ψυχρὸν δέμας
- δράκαινα διψὰς κἀπιβᾶσʼ ἐπʼ αὐχένος
- πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς,
- ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας
- δύσζηλος ἀστέμβακτα τιμωρουμένη.
- βοῶσα δʼ οὐ κλύοντα δεσπότην πόσιν
- θεύσω κατʼ ἴχνος ἠνεμωμένη πτεροῖς.
- σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου