Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. σπιλὰς δʼ ἐκείνη σῆς φερώνυμος τύχης
  2. πόντον προσαυγάζουσα φημισθήσεται.
  3. οἱ δʼ αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς
  4. νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες
  5. ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις
  6. δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.
  7. καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ
  8. ἄνοστον αἰάζοντας ἕξουσιν τύχην
  9. ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων
  10. Οὐδʼ οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους
  11. εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,
  12. χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.
  13. τοιαῖσδʼ ἐχῖνος μηχαναῖς οἰκοφθορῶν
  14. παραιολίξει τὰς ἀλεκτόρων πικρὰς
  15. στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι
  16. λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι
  17. πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς
  18. κρύψει ποτʼ ἐν κλήροισι Μηδύμνης στέγος.
  19. ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους
  20. ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου