Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς
  2. κρύψει ποτʼ ἐν κλήροισι Μηδύμνης στέγος.
  3. ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους
  4. ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου
  5. ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος
  6. τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.
  7. θερμὴν δʼ ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην
  8. τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,
  9. τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον.
  10. οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται,
  11. λυπρὰν λεαίνης εἰσιδοῦσʼ οἰκουρίαν.
  12. ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,
  13. Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,
  14. ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸς