Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. οἱ δʼ αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς
  2. νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες
  3. ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις
  4. δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.
  5. καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ
  6. ἄνοστον αἰάζοντας ἕξουσιν τύχην
  7. ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων
  8. Οὐδʼ οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους
  9. εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,
  10. χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.
  11. τοιαῖσδʼ ἐχῖνος μηχαναῖς οἰκοφθορῶν
  12. παραιολίξει τὰς ἀλεκτόρων πικρὰς
  13. στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι
  14. λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι