Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,
  2. ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,
  3. καὶ πᾶν λακίζουσʼ ἐν φοναῖς ψυχρὸν δέμας
  4. δράκαινα διψὰς κἀπιβᾶσʼ ἐπʼ αὐχένος
  5. πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς,
  6. ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας
  7. δύσζηλος ἀστέμβακτα τιμωρουμένη.
  8. βοῶσα δʼ οὐ κλύοντα δεσπότην πόσιν
  9. θεύσω κατʼ ἴχνος ἠνεμωμένη πτεροῖς.
  10. σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου
  11. εἰς σπλάγχνʼ ἐχίδνης αὐτόχειρ βάψει ξίφος,
  12. κακὸν μίασμʼ ἔμφυλον ἀλθαίνων κακῷ.
  13. ἐμὸς δʼ ἀκοίτης, δμωίδος νύμφης ἄναξ,
  14. Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,