Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας
- σκληρὸν νένευκεν. ἀντὶ δὲ Κρίσης ὅρων
- Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα
- βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ,
- πάτραν Λίλαιαν κἀνεμωρείας πέδον
- ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας.
- Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος
- μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις
- οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη
- θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον,
- ἔκβλητον αἰάζουσα Κράθιδος πέλας
- τόργοισιν αἰώρημα φοινίοις δέμας.
- σπιλὰς δʼ ἐκείνη σῆς φερώνυμος τύχης
- πόντον προσαυγάζουσα φημισθήσεται.