Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- τοὺς δʼ εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον
- κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος.
- τοῖς δʼ ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν
- στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές,
- χώραν διδόντες, ἥν περ ἔχρῃζον λαβεῖν,
- τοῦ κρατοβρῶτος παιδὸς ἄτρεστου κάπρου.
- τῶν Ναυβολείων δʼ εἰς Τέμεσσαν ἐγγόνων
- ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης
- Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας
- σκληρὸν νένευκεν. ἀντὶ δὲ Κρίσης ὅρων
- Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα
- βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ,
- πάτραν Λίλαιαν κἀνεμωρείας πέδον
- ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας.
- Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος
- μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις
- οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη
- θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον,
- ἔκβλητον αἰάζουσα Κράθιδος πέλας
- τόργοισιν αἰώρημα φοινίοις δέμας.