Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν.
  2. ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος
  3. ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,
  4. ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θʼ ἕδη
  5. μολόντες αἰτίζωσι κοιράνου γύας,
  6. ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός.
  7. τοὺς δʼ εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον
  8. κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος.
  9. τοῖς δʼ ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν
  10. στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές,
  11. χώραν διδόντες, ἥν περ ἔχρῃζον λαβεῖν,
  12. τοῦ κρατοβρῶτος παιδὸς ἄτρεστου κάπρου.
  13. τῶν Ναυβολείων δʼ εἰς Τέμεσσαν ἐγγόνων
  14. ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης