Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ.
- ὅθεν, πεφευγὼς ἑρπετῶν δεινὴν μάχην
- δρακοντομόρφων, εἰς Ἀμαντίαν πόλιν
- πλώσει, πέλας δὲ γῆς Ἀτιντάνων μολών,
- Πράκτιν παρʼ αὐτὴν αἰπὺ νάσσεται λέπας,
- τοῦ Χαονίτου νᾶμα Πολυάνθους δρέπων.
- ὁ δʼ Αὐσονείων ἄγχι Κάλχαντος τάφων,
- δυοῖν ἀδελφοῖν ἅτερος, ψευδηρίων
- ξένην ἐπʼ ὀστέοισιν ὀγχήσει κόνιν.
- δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις
- χρήσει καθʼ ὕπνον πᾶσι νημερτῆ φάτιν,
- νόσων δʼ ἀκεστὴς Δαυνίοις κληθήσεται,
- ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖς
- ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον
- ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν.
- ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος
- ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,
- ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θʼ ἕδη
- μολόντες αἰτίζωσι κοιράνου γύας,
- ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός.