Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις
- χῶρος [*]( ὄρος (cod. B) χώρας Scheer.) συνοίκους δέξεται Κόλχων Πόλαις,
- μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς
- Αἴας Κορίνθου τʼ ἀρχός, Εἰδυίας πόσις,
- τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν,
- οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ.
- ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας
- πλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδων
- ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,
- τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν
- ἐπώνυμόν ποθʼ ὑστέρῳ χρόνῳ γράφων
- κλεινόν θʼ ἵδρυμα παρθένου Λογγάτιδος,
- Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.
- Παπποκτόνος δʼ Ὀθρωνὸν οἰκήσει λύκος,
- τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν.
- ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι
- ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.
- χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ
- ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,
- δίκης ἐάσει τάρροθος Τελφουσία