Fragmenta
Critias
Critias. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
31.[30 Bach, 7 Müller FHG. II 69]ATHEN. exc. XIV 663 Aὁμολογοῦνται δ’ οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν· ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ Κ. ἐν τῆι Πολιτείαι αὐτῶν.
32.[23 Bach, 1 Müller FHG. II 68]CLEM. Str. VI 9 II 438, 12 St. πάλιν Εὐριπίδου ποιήσαντος ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες [fr. 525, 4. 5], Κ. γράφει· ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου· πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα, καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο.
33.[24 B., 2 M.]ATHEN. XI 463 E τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κ. παρίστησιν ἐν τῆι Λακεδαιμονίων Πολιτείαι διὰ τούτων· ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπὶ δεξιά, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπὶ δεξιά, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτωι ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῶι ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος 〈ἐπιχεῖ〉 ὅσον ἂν ἀποπίηι.
34.[25 B., 3 M.] — —483 B Κ. δ’ ἐν Λακεδαιμονίων πολιτείαι γράφει οὕτως· χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν, ὑποδήματα ἄριστα Λακωνικὰ 〈καὶ〉 ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα· κώθων Λακωνικὸς ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῶι· οὗ δὲ ἕνεκα στρατιωτικόν, 〈δηλώσω· στρατιώτηι〉 πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν τὸ μὴ λίαν κατάδηλον εἶναι τὸ πόμα· εἶτα ἄμβωνας ὁ κώθων ἔχων ὑπολείπει τὸ οὐ καθαρὸν ἐν αὑτῶι. PLUT. Lyc. 9 [26 B.] διὸ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεζαι, βέλτιστα παρ’ αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων ὁ Λακωνικὸς εὐδοκίμει μάλιστα πρὸς τὰς στρατείας, ὥς φησι Κ.· τὰ γὰρ ἀναγκαίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπεκρύπτετο τῆι χρόαι, καὶ τοῦ θολεροῦ προσκόπτοντος ἐντὸς καὶ προσισχομένου τοῖς ἄμβωσι καθαρώτερον ἐπλησίαζε τῶι
στόματι τὸ πινόμενον. POLL. VI 97 κώθων Λακωνικόν [näml. ἔκπωμα]· τοῦ δὲ κώθωνος αἱ ἑκατέρωθεν πλευραὶ ὥσπερ καὶ τῆς χύτρας ἄμβωνες καλοῦνται. S. PHOT. κώθων.35.[28 B., 5M.]ATHEN. XI 486 E Κ. τε ἐν τῆι Λακεδαιμονίων Πολιτείαι· ‛κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής, κλίνη Χιουργὴς καὶ τράπεζα Ῥηνειοεργής. HARPOCR. Λυκιουργεῖς (nach einem Didymoszitat)· ἀγνοεῖν δὲ ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· κλίνη Μιλησιουργής Κ. φησὶν ἐν τῆι Λακεδαιμονίων πολιτείαι.
36.[29 B., 6 M.]EUSTATH. zu θ 376 p. 1601, 25 [aus Sueton Περὶ παιδιῶν?] καὶ ἦν ἔθος παλαιὸν οὕτω παίζειν καὶ ἐπεχωρίαζε, φασί, Λακεδαιμονίοις ἀγὼν τὰ σφαιρομαχία . . . σημείωσαι δὲ καὶ ὅτι ὀρχήσεως εἶδος ἦν καὶ ἡ τοιαύτη διὰ σφαίρας παιδιά, ὡς δηλοῖ καὶ ὁ οὕτω γράψας· θερμαϋστρὶς ὄρχησις διὰ ποδῶν σύντονος. φησὶ γοῦν Κ. οὕτω· ἀναπηδήσαντες εἰς ὕψος πρὸ τοῦ κατενεχθῆναι ἐπὶ γῆν παραλλαγὰς πολλὰς τοῖς ποσὶν ἐποίουν, ὃ δὴ θερμαϋστρίζειν ἔλεγον. Vgl. ATHEN. XIV 629D.
37.[0]LIBAN. or. 25, 63 (II 567 Förster) οἱ Λακεδαιμόνιοι οἱ κατὰ τῶν εἱλώτων ἐξουσίαν σφίσιν αὐτοῖς ἀνοίγοντες φόνου, καὶ περὶ ὧν Κ. φησίν, ὡς μάλιστα δοῦλοί τε ἐν Λακεδαίμονι καὶ ἐλεύθεροι. τί δ’ ἄλλο γε ἢ ὅπερ αὐτὸς ὁ Κ. φησίν, ὡς ἀπιστίας εἵνεκα τῆς πρὸς τοὺς εἵλωτας τούτους ἐξαιρεῖ μὲν Σπαρτιάτης οἴκοι τῆς ἀσπίδος τὸν πόρπακα. τοῦτο δὲ οὐκ ἔχων ἐπὶ τῆς στρατείας ποιεῖν διὰ τὸ δεῖν πολλάκις ὀξύτητος, τὸ δόρυ ἔχων ἀεὶ περιέρχεται, ὡς κρείττων γε ταύτηι τοῦ εἵλωτος ἐσόμενος, ἢν ἀπὸ μόνης νεωτερίζηι τῆς ἀσπίδος. μεμηχάνηνται δὴ καὶ κλεῖδας, ἃς οἴονται τῆς παρ’ ἐκείνων ἐπιβουλῆς ἰσχυροτέρας εἶναι. (64) ταυτὶ δ’ ἂν εἴη συνοικούντων τε φόβωι καὶ μηδ’ ἀναπνεῖν ἐωμένων ὑπὸ τῶν ἐν ταῖς ἐλπίσι δεινῶν. οὓς οὖν ἀριστοποιουμένους καὶ καθεύδοντας καὶ ἐπ’ ἄλλο τι βαδίζοντας τὸ δεῖμα τῶν οἰκετῶν ὁπλίζει, πῶς ἂν οὗτοί γε, ὦ παῖ Καλλαίσχρου, καθαρᾶς ἀπολαύσειαν τῆς ἐλευθερίας; οἷς ἐπέθεντο μὲν μετὰ τοῦ Ποσειδῶνος οἱ δοῦλοι, δεῖγμα δὲ ἐξενηνόχεσαν, ὡς ἐν ὁμοίοις καιροῖς ὅμοια δράσουσιν. ὥσπερ οὖν οἱ βασιλεῖς αὐτοῖς οὐ μάλα ἦσαν ἐλεύθεροι τοῖς ἐφόροις δεδομένου δῆσαί τε
βασιλέα καὶ κτεῖναι, οὕτω σύμπαντες οἱ Σπαρτιᾶται τὴν ἐλευθερίαν ἀφήιρηντο συζῶντες ἔχθει τῶι παρὰ τῶν οἰκετῶν. Vgl. ferner B 60 (S. 328, 17 Anm.).38.[B. p. 89]POLL. VII 59 τὰς δὲ ἀναξυρίδας καὶ σκέλεας καλοῦσιν· τὸ μὲν ὄνομα καὶ παρὰ Κριτίαι ἔστιν ἐν ταῖς Πολιτείαις.
39.[39 B.]GAL. comment. in Hippocr. de offic. I 1 (ἃ καὶ τῆι ὄψει καὶ τῆι ἁφῆι καὶ τῆι ἀκοῆι καὶ τῆι ῥινὶ καὶ τῆι γλώσσηι καὶ τῆι γνώμηι ἔστιν αἰσθέσθαι) XVIII B 654 Kühn. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως ἐξήγησις τοῦ σημαινομένου [näml. τοῦ αἰσθέσθαι] Στωική. διὸ καὶ 〈ὁ〉 τοῦ Κυΐντου μαθητὴς Αἰφικιανὸς αὐτὴν προσήκατο τὴν Στωικὴν ἀσπαζόμενος φιλοσοφίαν . . . 655, 7 συγκεχρῆσθαι γάρ φησι τῆι τοῦ αἰσθέσθαι φωνῆι τὸν Ἱπποκράτην κατὰ τῆς γνώμης . . . 656, 2 μέμνηται δὲ καὶ περὶ τοῦ τῆς γνώμης ὀνόματος εἰπὼν ὡς ἐπὶ τῶν παλαιῶν ἐν ἴσωι τῶι νοῦ ἢ διανοίας, εἰ μὴ καὶ ἐννοήσεως, ἐλέγετο. πολλῶν οὖν ὄντων εἰς τοῦτο μαρτυρίων ὀλίγα παραθήσομαι. Κ. μὲν ἐν τῶι πρώτωι Ἀφορισμῶι τάδε γράφει· μήτε ἃ τῶι ἄλλωι σώματι αἰσθάνεται μηδὲ ἃ τῆι γνώμηι γιγνώσκει. καὶ πάλιν· γιγνώσκουσιν οἱ ἄνθρωποι εἰθισμένοι ὑγιαίνειν τῆι γνώμηι.
40.[40 B.]GAL. a. O. [nach γνώμηι Ζ. 21] καὶ ἐν Ὁμιλιῶν προτέρωι· εἰ δ’ αὐτὸς ἀσκήσειας, ὅπως γνώμηι ἔσηι ἱκανός, ἥκιστα ἂν οὕτως ὑπ’ αὐτῶν ἂν ἀδικηθείης καὶ πολλάκις ἐν τῶι αὐτῶι· καὶ ἐν τῶι δευτέρωι δὲ τῶν Ὁμιλιῶν ἀντιδιαιρῶν
ταῖς αἰσθήσεσι τὴν γνώμην πολλάκις εἴρηκον ὤσπερ καὶ ὁ Ἀντιφῶν κτλ. [80 B 1].41.[0]HEROD. π. μον. λέξ. p. 40, 14 τὸ δὲ παρὰ Κριτίαι ἐν ταῖς Ὁμιλίαις ὀρσότης ἀντὶ τοῦ ὁρμή παράσημον.
42.[37 B.]GAL. lex. Hippocr. XIX94K. (zu Epid. III 17, 11 [m 134L.] γυνὴ Δυσήνιος) δυσανίης: Κ. ἐν τῶι Περὶ φύσεως ἔρωτος ἢ ἀρετῶν οὕτως ἐξηγεῖται τοὔνομα· δυσάνιος δέ ἐστιν, ὅστις ἐπὶ τοῖς σμικροῖς ἀνιᾶται, καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ἢ πλείω χρόνον. Vgl. B 48.
43.HERMOG. d. id. II 415, 27 Sp. oben S. 612, 19.
44.[35 B., 12 M.]AEL. V. H. X 13 αἰτιᾶται Κ. Ἀρχίλοχον, ὅτι κάκιστα ἑαυτὸν εἶπεν. ‛εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης οὔθ’ ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν εἰς Θάσον οὔθ’ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο οὐδὲ μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοις, ἦ δ’ ὅς, οὔτε ὅτι μοιχὸς ἦν, ἤιδειμεν ἄν, εἴ μὴ παρ’ αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιστον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῶι τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῶι φήμηνʹ. ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κ.
45.[31 B., 8 M.]— — X 17 λέγει Κ. Θεμιστοκλέα τὸν Νεοκλέους πρὶν ἢ ἄρξασθαι πολιτεύεσθαι τρία τάλαντα ἔχειν τὴν οὐσίαν τὴν πατρώιαν· ἐπεὶ δὲ τῶν κοινῶν προέστη, εἶτα ἔφυγε καὶ ἐδημεύθη αὐτοῦ ἡ οὐσία, κατεφωράθη ἑκατὸν ταλάντων πλείω οὐσίαν ἔχων. ὁμοίως δὲ καὶ Κλέωνα πρὸ τοῦ παρελθεῖν ἐπὶ τὰ κοινὰ μηδὲν τῶν
οἰκείων ἐλεύθερον εἶναι, μετὰ δὲ πεντήκοντα ταλάντων τὸν οἶκον ἀπέλιπεν.