Fragmenta

Critias

Critias. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

16.IOH. DIACON. zu HERMOG. ed. Rabe [aus Vatic. gr. 2228 s. XIV, Rhein. Mus. 63] S. 144 f. GREGOR. CORINTH. zu HERMOG. II 449, 8 Speng. (καὶ Εὐριπίδης Ζεύς, ὡς λέλεκται ἀναφορά, τῆς ἀληθείας ὕπο βεβαίωσις): οὗτος ὁ στίχος ἐν δυσὶν εὕρηται δράμασιν Εὐριπίδου, ἔν τε τῶι λεγομένωι Πειρίθωι καὶ ἐν τῆι Σοφῆι Μελανίππηι. ὧν καὶ τὰς ὑποθέσεις καὶ τὰ χωρία οὐκ ἄκαιρον ἐκθεῖναι τοῖς ἀσπαζομένοις τὴν πολυμάθειαν. ἡ μὲν οὖν τοῦ Πειρίθου ὑπόθεσίς ἐστιν αὕτη· Πειρίθους ἐπὶ τῆι Περσεφόνης μνηστείαι μετὰ Θησέως εἰς Ἅιδου καταβὰς τιμωρίας ἔτυχε τῆς πρεπούσης· αὐτὸς μὲν γὰρ ἐπὶ πέτρας ἀκινήτωι καθέδραι πεδηθεὶς δρακόντων ἐφρουρεῖτο χάσμασιν, Θησεὺς δὲ τὸν φίλον ἐγκαταλιπεῖν αἰσχρὸν ἡγούμενος βίου εἵλετο τὴν ἐν Ἅιδου ζωήν. ἐπὶ τὸν Κέρβερον δὲ Ἡρακλῆς ἀποσταλεὶς ὑπὸ Εὐρυσθέως τοῦ μὲν θηρίου βίαι περιεγένετο, τοὺς δὲ περὶ Θησέα χάριτι τῶν χθονίων θεῶν τῆς παρούσης ἀνάγκης ἐξέλυσεν μιᾶι πράξει καὶ τὸν ἀνθιστάμενον χειρωσάμενος καὶ παρὰ θεῶν χάριν λαβὼν καὶ δυστυχοῦντας ἐλεήσας φίλους. εἰσάγεται γοῦν ἐν τούτωι τῶι δράματι Αἰακὸς πρὸς Ἡρακλέα λεγῶν·

ἔα, τί χρῆμα; δέρκομαι σπουδῆι τινα δεῦρ’ ἐγκονοῦντα καὶ μάλ’ εὐτόλμωι φρενί. εἰπεῖν δίκαιον, ὦ ξέν(ε), ὅστις ὢν τόπους 4 εἰς τούσδε χρίμπτηι καὶ καθ’ ἥντιν’ αἰτίαν.
εἶτα Ἡρακλῆς πρὸς αὐτόν (Nauck FT p. 547. Eur. fr. 591]:
οὐδεὶς ὄκνος πάντ’ ἐκκαλύψασθαι λόγον· ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ’ Ἡρακλῆς, θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός. ἐμῆι γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. ἥκω δὲ δεῦρο πρὸς βίαν Εὐρυσθέως ἀρχαῖς ὑπείκων, ὅς μ’ ἔπεμψ(ε) Ἅιδου κύνα ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι ἀνήνυτον τὸν δῶκεν ἐξηνυκέναι. τοιόνδ’ ἰχνεύων πρᾶγος Εὐρώπης κύκλωι Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα.

17.[17 B., Eur. fr. 592 N.]ATHEN. XI 496A πλημοχόη . . . χρῶνται δὲ αὐτῶι ἐν Ἐλευσῖνι τῆι τελευταίαι τῶν μυστηρίων ἡμέραι, ἣν καὶ ἀπ’ αὐτοῦ προσαγορεύουσι Πλημοχόας . . . μνημονεύει αὐτῶν καὶ ὁ τὸν Πειρίθουν γράψας εἴτε Κριτίας ἐστὶν ὁ τύραννος ἢ Εὐριπίδης λέγων οὕτως·

ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον χάσμ’ εὐφήμως προχέωμεν.

18.[16 B., 594 N.]CLEM. Str. v 35 (II 349, 18 St.) περὶ τούτων τά τε ἐπὶ τῆς ἁγίας κιβωτοῦ ἱστορούμενα μηνύει τὰ τοῦ νοητοῦ κόσμου τοῦ ἀποκεκρυμμένου καὶ ἀποκεκλεισμένου τοῖς πολλοῖς. ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους ὡς βούλονταί τινες, ἐμφαίνει εἴτε, ὅπερ μάλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ δηλοῦν ἐπίγνωσιν πολλήν. ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἔχει καὶ διὰ τοῦ ζωιδιακοῦ κύκλου καὶ τοῦ κατ’ αὐτὸν φερομένου χρόνου τὸν αἰσθητὸν κόσμον δηλοῖ. οἶμαι καὶ ἡ τραγωιδία φυσιολογοῦσά φησιν· ἀκάμας . . . πόλον. SCHOL. ARISTOPH. Vög. 179 πόλον γὰρ οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδης Πειρίθωι καὶ τὸν Ἀτλάντιον φρουρῶν πόλον, ὡς αὐτοῦ τε περιπολουμένου καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων.

ἀκάμας τε Χρόνος περί τ’ ἀενάωι ῥεύματι πλήρης φοιτᾶι τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ’ Ἄρκτοι ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς τὸν Ἀτλάντειον τηροῦσι πόλον.
Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναί καὶ ἡ ἀπλανὴς σφαῖρα, βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι.

19.[15 B., 593 N.]— — 115 II 403, 14 St.] ἐν δὲ τῶι Πειρίθωι δράματι ὁ αὐτὸς [Eurip.] καὶ τάδε τραγωιδεῖ· ‛σὲ . . . ἀμφιχορεύει. (SCHOL. APOLL. IV 143 und zu EUR. Or. 982 zitieren 1. 2; SATYR. Vit. Eur. (Ox. Pap. IX) p. 140 zitiert 1 τὸν ἐν . . . 4 ἄ[στρων.)

σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίωι ῤύμβωι πάντων φύσιν ἐμπλέξανθ’, ὃν περὶ μὲν φῶς, περὶ δ’ ὀρφναία νὺξ αἰολόχρως ἄκριτός τ’ ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει.
ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ’ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ὧι καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους.

20.[10 B., 595 N.]PLUT. de amic. mult. 7 p. 96 c ἔνιοι τῶν φίλων οὐδὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι. καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θησεὺς τῶι Πειρίθωι κολαζομένωι καὶ δεδεμένωι

αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις.

21.[13 B., 598 N.]STOB.. II 8, 4 Εὐριπίδου Πειρίθωι·

ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστωι φρενί ἔρριψεν, ὅστις τόνδ’ ἐκαίνισεν λόγον, ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη.

22.[12 B., 597 N.]— III 37, 15 Περίθου·

τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου· τὸν μὲν γὰρ οὐδεὶς ἂν διατρέψαι ποτέ ῥήτωρ δύναιτο, τὸν δ’ ἄνω τε καὶ κάτω λόγοις ταράσσων πολλάκις λυμαίνεται.

23.[14 B., 596 N.]— IV 53, 3 Εὐριπίδου Πειρίθωι·

οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς:

24.Aus dem Peirithoos stammen nach Welcker Eur. fr. inc. 865 φήμη τὸν ἐσθλὸν κἀν μυχοῖς δείκνυσι γῆς, 936 οὔκ· ἀλλ’ ἔτ’ ἔμπνουν Ἀίδης μ’ ἐδέξατο, nach Wilamowitz 964 [s. oben I 382, 30] und PHOT. A. S. 91, 18 ἀμήτορος: Εὐριπίδης· Ἄφιδνε Γαίας υἱὲ τῆς ἀμήτορος.

25.[9 B., 1 p. 770 N.]SEXT. IX 54 καὶ Κ. δὲ εἷς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ

νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων 620 ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθραι τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῶι τὸ ῥητὸν οὕτως· ἦν . . . γένος. AET. I 7, 2 (D. 298) καὶ Εὐριπίδης δὲ ὁ τραγωιδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτηι τῆι γνώμηι· ‛ἦν γὰρ χρόνος, φησίν, ὅτ’ . . . ὑπηρέτης [1. 2]. ἔπειτά φησι τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῆι· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἠδύνατο, κρύφα δὲ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς 10 δεῖ ψευδεῖ λόγωι τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους, ὡς ἔστι . . . βίωι, ὃς ταῦτ’ ἀκούει καὶ βλέπει φρονεῖ τ’ ἄγαν’ [17. 18]. I 6, 7 (D. 294) ὅθεν καὶ Εὐριπίδης φησί· τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας χρόνου . . . σοφοῦ [33. 34].
ἦν χρόνος, ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης, ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο. κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ἦι 〈ὁμῶς ἁπάντων〉 τήν θ’ ὕβριν δούλην ἔχηι· ἐζημιοῦτο δ’ εἴ τις ἐξαμαρτάνοι. ἔπειτ’ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίαι, λάθραι δ’ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ 〈πρῶτον〉 πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ [γνῶναι] 〈θεῶν〉 δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθραι πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί 〈τι〉. ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαίμων ἀφθίτωι θάλλων βίωι, νόωι τ’ ἀκούων καὶ βλέπων, φρονῶν τ’ ἄγαν προσέχων τε ταῦτα, καὶ φύσιν θείαν φορῶν,
ὃς πᾶν τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται, 〈τὸ〉 δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται. ἐὰν δὲ σὺν σιγῆι τι βουλεύηις κακόν, τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν 〈ἄγαν〉 ἔνεστι. τούσδε τοὺς λόγους λέγων διδαγμάτων ἥδιστον εἰσηγήσατο ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγωι. ναίειν δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’, ἵνα μάλιστ’ ἂν ἐξέπληξεν ἀνθρώπους λέγων, ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς καὶ τὰς ὀνήσεις τῶι ταλαιπώρωι βίωι, ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν’ ἀστραπάς κατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματα βροντῆς, τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας, Χρόνου καλὸν ποίκιλμα τέκτονος σοφοῦ, ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος, ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται. τοίους δὲ περιέσεισεν ἀνθρώποις φόβους, δι’ οὓς καλῶς τε τῶι λόγωι κατώικισεν τὸν δαίμον(α) οὗ〈τος〉 κἀν πρέποντι χωρίωι, τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν.
καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει
οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος.

26.[22 B, 2 N.]STOB. I 8, 11:

μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος.

27.[20 B., 3 N.]STOB. III 14, 2 Κριτίου.

ὅστις δὲ τοῖς φίλοισι πάντα πρὸς χάριν πράσσων ὁμιλεῖ, τὴν παραυτίχ’ ἡδονήν ἔχθραν καθίστησ’ εἰς τὸν ὕστερον χρόνον.

28.[19 B., 4 N.] — — 23, 1 Κ—ου.

δεινὸν δ’ ὅταν τις μὴ φρονῶν δοκῆι φρονεῖν.

29.[21 B., 5 N.]— IV 33, 10 Κ—ου.

σοφῆς δὲ πενίας σκαιότητα πλουσίαν κρεῖσσον σύνοικόν ἐστιν ἐν δόμοις ἔχειν;
Vgl. B 94 Anm.

30. Hierher gehören vermutlich B 53-73.