Fragmenta

Critias

Critias. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

46.[0]ARISTID. ars rhet. II 2, 7 [über Xenoph. Symp. Anf. ἀλλ’ ἔμοι γε δοκεῖ] εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῶι 〈ὁ〉 λόγος ἀποφαντικοῦ οἷον δοκεῖ δ’ ἔμοι γε, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.

47.[0]— 3, 15 [über Xen. Symp. 1, 4 μᾶλλον τοῖσδε ὡς εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις] εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους ἐγλέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν 〈ἂν〉 εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.

48.[38 B.]DIO CHRYSOST. 21, 3 [II 267 Arn.] ἢ οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ’ αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην [αὐτὸν εἵλοντο ἐπί γε τῶι μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν.

49.[0]PSEUDODIONYS. ars. rhet. [3. Jahrh. n. Chr.] 6 p. 25, 10 Usen. ἀνθρώπωι γὰρ γενομένωι κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, εἰ μὴ τό τε καταθανεῖν γενομένωι καὶ ζῶντι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν.

50.[34 B., 11 M.]PHILOSTR. V. Soph. pr. p. 1, 9 K. οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῶι πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν, ἔμελλε πατέρα Ὁμήρωι ποταμὸν εἶναι.

51.[43 B.]PLANUD. in Hermog. Rhet. v 484 Walz οἷον τῶι ἀγῶνι τῶν Πυθίων· τοῦτο κοινὸν καὶ εὐτελές, ἀλλὰ Κ. ἀναστρέψας εἶπε· τῶι τῶν Πυθίων ἀγῶνι.

52.[32 B., 9 M.]PLUT. Cim. 16 Ἐφιάλτου δὲ κωλύοντος καὶ  διαμαρτυρομένου μὴ βοηθεῖν μηδ’ ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ τὰς Ἀθήνας, ἀλλ’ ἐᾶν κεῖσθαι καὶ πατηθῆναι τὸ φρόνημα τῆς Σπάρτης, Κίμωνά φησι Κ. τὴν τῆς πατρίδος αὔξησιν ἐν ὑστέρωι θέμενον τοῦ Λακεδαιμονίων συμφέροντος ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν.

53.[44 B.]POLL. II 58 διοπτεύειν Κ. καὶ Ἀντιφῶν [80 B 6].

54.[45 B.]— —122 παρὰ δὲ Κ—ίαι καὶ λογεὺς ὁ ῥήτωρ.

55.[46 B., 8 Nauck.] — — 148 ταχύχειρ ὡς Κ.

56.[47 B.] — III 116 καὶ ὡς Κ. ῥυπαρία.

57.[48 B.] — IV 64 Κ—ίαι τὰς πρὸς κιθάραν ὠιδὰς προσωιδίας ἀρέσκει καλεῖν.

58.[49 B.] — — 165 παρὰ Κ—ίαι διδραχμιαῖοι.

59.[27 B.] — VI 31 ἐπικωθωνίζεσθαι δὲ τὸ περαιτέρω πίνειν Κ. λέγει.

60.[50 B.] —  — 38 Κ. δὲ καὶ ὀψωνίας καὶ ὀψωνεῖν ἔφη, τὸ δὲ ὀψωνεῖν καὶ ὀψονομεῖν ὠνόμασεν.