Fragmenta

Critias

Critias. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

1.[7 Bach fr. (1827), 7 Crusius Anth. lyr. p. 134 ff.]ATH. XIII p. 600 E [Eros] ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κ. τάδε·

τὸν δὲ γυναικείων μελέων πλέξαντά ποτ’ ὠιδὰς ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν, συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα, αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον. οὔ ποτέ σου φιλότης γηράσεται οὔτε θανεῖται, ἔστ’ ἂν ὕδωρ οἴνωι συμμειγνύμενον κυλίκεσσιν παῖς διαπομπεύηι, προπόσεις ἐπὶ δεξιὰ νωμῶν, παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν, πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζηι κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.

2.[1 B., 1 Cr.]ATHEN. epit. I p. 28B K. δὲ οὕτως [näml. τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει]· κότταβος . . . τρόπαιον’. καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. XV 666 B πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κ. φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων· κότταβος . . . καθιστάμεθα. LEX. BEKK. VI Anecd. I 382, 19 [Phot. A 73, 3 Reitzenst.] ἀλεξίλογα: οὕτω τὰ γράμματα κέκληκε Κ. ὁ τύραννος. [v. 10.]

κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα, εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνηι τε κράτιστος, * * * Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα· εὐναίου δὲ λέχους 〈ἔξοχα〉 κάλλος ἔχει Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι.
Φοίνικες δ’ εὗρον γράμματ’ ἀλεξίλογα, Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη, φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.

3.[33 B.]MALL. THEODOR. de metr. p. 19 metrum dactyiicum hexametrum inventum primitus ab Orpheo C. asserit. Vgl. oben II 66, 6.

4.[3 B., 5 Cr.]HEPHAEST. 2, 3 (περὶ συνεκφωνήσεως) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις . . . ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥσπερ Κ. ἐν τῆι εἰς Ἀλκιβιάδην ἐλεγείαι οὐκ ὤιετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γάρ·

καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείωι· νῦν δ’ ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως.

5.[4 B. 6 Cr.]PLUT. Alcib. 33 τὸ μὲν οὖν ψήφισμα τὴς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίοχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις πεποίηκεν ὑπομιμνήισκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις·

γνώμη δ’ ἥ σε κατήγαγ’, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε. σφραγὶς δ’ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται.
Vgl. B 75.

6.[2 B., 2 Cr.] ATN. x 432D προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κ. ἐν τοῖς Ἐλεγείοις·

καὶ τόδ’ ἔθος Σπάρτηι μελέτημά τε κείμενόν ἐστι πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλωι θιάσου * * *
ἄγγεα Λυδὴ χεὶρ εὗρ’ Ἀσιατογενής. καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ, καὶ προκαλεῖσθαι ἐξονομακλήδην, ὧι προπιεῖν ἐθέλει. εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους, σῶμά τ’ ἀμαυρότερον τεύχουσιν· πρὸς δ’ ὄμμ’ ἀχλὺς ἀμβλωπὸς ἐφίζει· λῆστις δ’ ἐκτήκει μνημοσύνην πραπίδων· νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον, ὥστε φρέν’ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα· τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος γνώμηι τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν, καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην.
ἑξῆς τε πάλιν φησίν·
αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παρὰ χρῆμα τέρψασαι λυποῦσ’ εἰς τὸν ἅπαντα χρόνον ἡ Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὐκ ἔστ’ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις.

7.[36 B., 2ᵃ Cr.]SCHOL. EURIP. Hipp. 264 ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ Χίλωνι ἀνατιθέασιν. ὡς K. DIOG. I 41 [8. II 213, 12] ohne Autornamen:

ἦν Λακεδαιμόνιος Χίλων σοφός. ὃς τάδ’ ἔλεξε· μηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλά.

8.[55 B., 3 Cr.]PLUT. Cim. 10 [nach 76 B 20] Κ. δὲ τῶν τριάκοντα γενόμενος ἐν τοῖς Ἐλεγείοις εὔχεται·

πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος, νίκας δ’ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.

9.[6 B., 3 Cr.]STOB. III 29, 11 Κριτίου·

ἐκ μελέτης πλείους ἢ φύσεως ἀγαθοί.

10.VITA EURIPID. p. 135, 33 τούτων [Dramen des Euripides] νοθεύεται τρία· Τέννης, Ῥαδάμανθυς, Πειρίθους. Vgl. unten S. 318, 11f. Als Satyrstück fügte Σίσυφος hinzu Wilamowitz.

11. Eponym von Tenedos vgl. Konon 28 [Phot. 126 p. 135ᵇ 19 B.].

12.[EUR. fr. 695, TGF p. 578 Nauck]STOB. III 2, 15 Εὐριπίδης Τέννηι. φεῦ· οὐδὲν δίκαιόν ἐστιν ἐν τῶι νῦν γένει.

13.[660 N.]ANTIATT. BEKK. p. 94, 1 ἐξαιρεῖν ἀντὶ τοῦ ἀφαιρεῖν. Εὐριπίδης δὲ Ῥαδαμάνθυϊ·

οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστις〉 ἐξαιρήσεται.

14.[658 N.]STRAB. VIII p. 356 Εὐριπίδης . . . ἐν Ῥαδαμάνθυϊ·

οἳ γῆν ἔχουσ’ Εὐβοΐδα πρόσχωρον πόλιν.

15.[659 N.]STOB. II 8, 12. IV 20, II, 61 Εὐριπίδου Ῥαδάμανθυς·

ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῶι δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις. ἄλλωι δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν λέγοντι πείθειν τοὺς πέλας τόλμηι κακῆι. οἱ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη. ἐγὼ 〈δὲ〉 τούτων οὐδενὸς χρηίζω τυχεῖν, δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν.