Acta Joannis

Acta Joannis

Acta Joannis. Acta Apostolorum Apocrypha, Part 2, Vol. 1. Bonnet, Maximilian, editor. Leipzig: H. Mendelssohn, 1898.

66 Ἐκκομισθείσης δὲ αὐτῆς ἐπιλαβόμενος ὁ Ἰνάννης τοῦ Ἀνδρονίκου καὶ ἐγνωκώς τὴν αἰτίαν μᾶλλον ἐπένθει τοῦ Ἀνδρονίκου· καὶ ἡσύχαζεν ἀφορῶν εἰς τὰς ἐπηρείας τοῦ ἀλλοτρίου, ἐπʼ ὀλίγον καθεσθείς· εἶτα τῶν ἀδελφῶν ἐπισυλλεγέντων ὑπὲρ τοῦ ἀκοῦσαι τίνας λόγους ἐρεῖ πρὸς τὴν ἀπηλλαγμένην, καὶ ἤ ρξατο λέγειν·

67 Ὁ κυβερνήτης ναυτιλλόμενος ἅμα τοῖς ἐμπλέουσι καὶ [*](229 Z) αὐτῇ τῇ νηῒ ὁπηνίκα ἂν καταχθῇ εἰς εὔδιον καὶ ἀχείμαστον λιμένα τηνικαῦτα φασκέτω σεσῶσθαι. καὶ ὁ γεωργὸς παραδοὺς τῇ γῇ τὰ σπέρματα καὶ πολλὰ καμὼν ἐπὶ τὴν τούτων ἐπιμέλειαν καὶ φρουράν, τότε τῶν πόνων τὴν ἀνάπαυλαν ἔχεται ὁπόταν ἐν ταῖς ἀποθήκαις ἀποθῆται τὰ σπέρματα πολλαπλασίονα. ὁ ἐν σταδίῳ δρόμον ὑπισχνούμενος τότε ἀγαλλέσθω ὁπόταν τὸ βραβεῖον. κομίσηται. ὁ πυκτικὴν ἀπογεγραμμένος τότε καυχάσθω ὅταν τοὺς στεφάνους δέξηται. καὶ τὰ ἑξῆς ἅπαντα ἀγωνίσματα καὶ αἱ τέχναι, ὁπόταν ἐν τῷ τέλει μὴ ἔρημοι ὦσιν, ἀλλὰ δεικνύωνται ἐκείνοις πρὸς ἅπερ ἐπηγγέλλοντο.

68 τὸ αὐτὸ δὲ ἡγοῦμαι ὑπάρχειν καὶ πρὸς ἣν ἕκαστος ἡμῶν ἀσκεῖ πίστιν· τότε ταύτην ἐκκρίνεσθαι εἰ ἄρα ἀληθής, ὁπόταν μέχρις ἔξω τοῦ βίου ὁμαλισθῇ. πολλὰ γὰρ ἐμπόδια παρεμπίπτει καὶ θόρυβον παρασκευάζει τῷ ἀνθρωπίνῳ λογισμῷ· μέριμνα, παῖδες, γονεῖς, δόξα, πενία, κολακεία, ἀκμή, κάλλος, ἀλαζονεία, ἐπιθυμία, πλοῦτος, ὀργή, ἔπαρσις, ῥᾳθυμία, [*](1 ἡ om R  ‖ τοῦτ. τ. ἄδ. καταλείψασα β. R  ‖ 2 καὶ om R  ‖ ὦ] πάτερ καὶ] ἐπίσταμαι add R ‖ ἀμφιβάλλων R  ‖ 3 τὸν om R  ‖ 3—4 ἀλλὰ - κρ. om R ‖ 5 προσλαβόμενος (τὸν Ἀνδρόνικον) suspic V sener: cf 190, 1 al ‖ 5—6 τὸν ἀνδρόνικον M: cf 174, 35 ‖ 6 τῶ ἀνδρονίκω R ‖ 7 ἀφ. εἰς] διαπορῶν R ‖ 8 ἐπ᾿] καὶ ἐπὶ R ‖ εἶτα] δὲ καὶ add ἀδ.] ἁπάντων add R: cf 203, 10? ‖ ἐπισ.] πρὸς αὐτὸν add R ‖ 9—10 ὑπὲρ καὶ om  R ‖ 10 del καὶ?  ‖ ἤρξ.] ὁ ἰωάννης add R ‖ 11—13 ὁ κ. σεσ. καὶ om R ‖ 14 τῇ γῇ om R ‖ 14—16 καὶ π. - σπέρμ. om R ‖ 14—15 scr τῇ τ. ἐπιμελείᾳ κ. φρουρᾷ? ‖ 15 ἐχέτω V sener et Zahn recte ut uid: cf 161, 9 ‖ 16 πολυπλασίονα et add τότε χαιρέτω  R ‖ 17 δρ. ὑπ.] τρέχων R ‖ 18—21 ὁ πυκτ. - ἐπηγγ. om R ‖ 18 ⟨ἐπὶ⟩ uel ⟨πρὸς⟩ πυκτικὴν? ‖ 19 scr ὁπόταν? cf 16; 17; 20; 24 ‖ 20 αἱ del V sener ‖ 21 πρὸς] scr προ- κεχωρηκότα ? cf 184, 14;  16: noli ex 𝔘 corrigere ‖ 22 τὸ α. δὲ] τοῦτο δὲ αὐτὸ R ‖ καὶ om R ‖ 23 ὑμῶν R ‖ 23—24 τότε - ὁμ. om R ‖ 25 παραπίπτειν R ‖ 26 ἀκμή om R ‖ 27 ἐπιθ. πλούτου Zahn cum Lazio: cf 184, 1  ‖ ὀργή et ῥᾳθ. om )

184
φθόνος, πλοῦτος, ζῆλος, ἀμέλεια, ὕβρις, ἔρως, δόλος, χρήματα, πρόφασις, καὶ ἄλλα ὁπόσα ἐστὶν ἐν τῷ βίῳ τοιαῦτα ἐμπόδια, ὡς καὶ τῷ κυβερνήτῃ ρερομένῳ εὐδίῳ δρόμῳ ἐναντιοῦται πνευμέτων ἐναντίων ἐπιβολὴ καὶ χειμὼν μέγας καὶ τρικυμία ἐξ εὐδίας, καὶ τῷ γεωργῷ χειμὼν ἄωρος καὶ ἐρυσίβη καὶ ἑρπετὰ ἐκ τῆς γῆς ἀναφανέντα, καὶ τοῖς ἀγωνισταῖς τὸ παρὰ μικρόν, καὶ τοῖς τὰς τέχνας μετιοῦσι τὸ παῤ ἐκείνων.

69 χρὴ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τὸν πιστὸν ἄνθρωπον τὴν ἔξοδον προορᾶν, καὶ καταμανθάνειν ταύτην ὁποία [*](230 Z) τις ἐπιστή| σεται, ἆρα διεργὴς καὶ νηφαλέα καὶ μηδὲν ἐμπόδιον ἔχουσα, ἢ τεθορυβημένη καὶ τὰ ὧδε κολακεύουσα καὶ καταδεδεμένη ἐπιθυμίαις. οὕτως ἔστιν ἐπαινεῖσθαι καὶ σῶμα εὔμορφον ὁπόταν ὅλον ἀποδύσηται, καὶ στρατηγὸν μέγαν ὁπόταν τὸ τοῦ πολέμου ἐπάγγελμα πᾶν κατορθ ώσῃ, καὶ ἰατρὸν ἄριστον ἐκεῖνον τὸν διὰ πάσης ἰάσεως χωροῦντα, καὶ ψυχὴν πίστεως καὶ θεοῦ δεξιὰν ὁπόταν ἴσον τὸ τῆς ἐπαγγελίας καταστήσῃ οὐχὶ τὴν ἀρξαμένην καὶ ὑπολυθεῖσαν εἰς τὰ τοῦ βίου πάντα καὶ ἐκπεσοῦσαν, οὐδὲ τὴν ναρκῶσαν, βιαζομένην πρὸς τοῖς κρείττοσιν εἶναι, εἶτα δὲ κατενεχθεῖσαν εἰς τὰ πρόσκαιρα, οὐδὲ τὴν ποθήσασαν μᾶλλον τὰ χρόνια τῶν αἰωνίων, οὐδὲ τὴν καταλλασσομένην τὰ μὴ μένοντα, οὐδὲ τὴν τιμήσασαν τὰ ἀτιμίας ἔργα ὕβρεως ἄξια, οὐδὲ τὴν ἐνέχυρα παρὰ τοῦ Σατανᾶ λαμβάνουσαν, οὐδὲ τὴν ὑποδεξαμένην τῷ ἑαυτῆς [*](1 φόνος R ‖ πλοῦτος om R𝔘: del? (cf 183, 27) πάθος V sener ἀμέλ. om et add dissimulatio 𝔘 ‖ ὕβρεις M ‖ ἔρις R (uerum?) tristiti add 𝔘 ‖ βόλος] serui 𝔘 δοῦλοι V sener χρήμ. om (?) et add possessio et patrimonium 𝔘 ‖ 2 ὅσα R ‖ ἐν τῷ β. om R ‖ 3—7 ὡς καὶ ἐκ. om R ‖ 3 del ἐναντιοῦται? ‖ 4 del καὶ χ. μ.?? ‖ παρὰ μ. num sana? ‖ τὰς ⟨ἄλλας⟩? ‖  τὸ] scr τὲ?? ‖ παῤ ἐκ. corrupta? ‖ χρεία R fort uerum: cf 191, 22 ‖ scr τοῦ πιστοῦ ἀνθρώπου? cf 183, 23 ‖ 9 ἔξ.] καὶ add R ‖ ὁπ.] ἥ R ‖ 10 ἐπιστ. om R ‖ ἆρα δ.] ραδιουρ- γὴς R utrumnam uigilantem 𝔘  ἆῤ ἐνεργής V sener: scr ἆρα διεγρὴς???? (cf ἐγρήσσω) ‖ 11 ἔχουσαν R ‖ ἥτε θορυβουμένη R ‖ καὶ alt om R ‖ 12 οὕτως] αὐτὸν R ‖ ἐπαινέσαι R ‖ 14 κατ. ἅπαν R ‖ 14—17 καὶ ἰ. - κατ. om R ‖ 15—17 ita nemo potest laudare uitam nisi eius qui plenam fidei animam et templo dei dignam carnem praestiterit suam 𝔘 ‖ 16 δεξ.] ἀξίαν Zahn δεκτικὴν exspectabat V sener τὸ ἴσον suspicatur Zahn ‖ scr τῷ τ. ἐπ.?? τὸ ⟨κατόρθωμα⟩ τῇ ἐπαγγελίᾳ?? ‖ 17—18 ὑπολισθοῦσαν εἰς τὰς τ. β. ἀπάτας uel πάγας V sener ‖ 13 ἄπαντα R: cf 181, 3 ‖ 18—19 οὐδὲ - πρόσκ. om R ‖ 18 μαργῶσαν [βιαζομένην] V sener ‖ 20 τὰ χρ. μ. R ‖ 21 οὐδὲ - μέν. om R ‖ 21-185,6 paulo pleniora habet 𝔘 ‖ 21 ⟨τὰ μένοντα πρὸς⟩ τὰ μὴ μέ- νοντα? ita fere 𝔘 ‖ 21—22 neque honorauerit quae honorificanda non sunt neque amauerit plena opera contumeliis 𝔘 ‖ 22 ἀτ. om R ‖ ἔ. ὕβ. om M: uerba trunca post ἄξια ponenda cf 𝔘 ‖ ἐνέχειρα R ‖ 23—185,1 οὐδὲ - ὄφιν om R)

185
οἴκῳ τὸν ὄφιν, οὐδὲ τὴν ὀνειδιζομένην διὰ θεόν, εἶτα μὴ αἰσχυνομένην· οὐδὲ τὴν στόματι μὲν λέγουσαν ναί, ἔργῳ δὲ ἑαυτῇ οὐ δεικνύουσα· ἀλλὰ τὴν ὑπομείνασαν ὑπὸ ἡδονῆς ῥυπαρᾶς μὴ ἐκλυθῆναι, ὑπὸ ῥᾳθυμίας μὴ ἡττηθῆναι, ὑπὸ φιλαργυρίας μηδὲ δελεασθῆναι, ὑπὸ ἀκμῆς σώματος καὶ ὀργῆς μὴ προδοθῆναι.

70 Καὶ ἔτι πλείονας λόγους ποιουμένου τοῦ Ἰωάννου πρὸς τοὺς ἀδελφοὺς, ὡς τῶν προσκαίρων ἕνεκεν τούτους καταφρονεῖν, ὁ τῆς Δρουσιανῆς ἐρῶν ἐξαφθεὶς δεινοτάτῃ ἐπιθυμίᾳ καὶ ἐνεργείᾳ τοῦ πολυμόρφου Σατανᾶ τὸν τοῦ Ἀνδρονίκου ἐπίτροπον ὄντα φιλάργυρον ὠνεῖται χρήμασιν ἱκανοῖς· ὅστις ἀνοίξας τὸν τάφον Δρουσιανῆς ἐπέτρεψε διαπράξασθαι τὸ ἀπηγορευμένον εἰς νεκρὸν σῶμα. μὴ ἐπιτυγχάνων αὐτῆς ζώσης μετὰ θάνατον τῷ σώματι προσλιπαρῶν ἀπεκρίνατο· Εἰ καὶ ζῶσα οὐκ ἠκολούθεις μοι κοινωνῆσαι, μετὰ θάνατον νεκράν σε οὖσαν ἐνυβρίσω. Τοῦτο οὖν ἐνθυμούμενος, καὶ κατασκευάσας ἑαυτῷ τὴν διὰ τοῦ μιαροῦ ἐπιτρόπου ἀσέβειαν, εἰσεπήδησεν εἰς τὸ μνῆμα σὺν ἐκείνῳ ἅμα· καὶ ἀνοίξαντες τὴν θύραν ἤρξαντο ἀποδύειν τοῦ πτώματος τὰ ἐντάφια λέγοντες· Τί ὠφέλησας ταλαίπωρε Δρουσιανή; τοῦτο ζῶσα πεποιηκέναι οὐκ ἠδύνασο, ὁ τάχα ἂν οὐδέν σε ἐλύπησεν ἑκοῦσαν τοῦτο ποιησαμένην;

71 Καὶ ταῦτα τούτων λεγόντων, καὶ μόνον ὃ σύνηθες καρκάλιον περὶ τὴν σάρκα ταύτης ἐναπομεῖναν, ξένον ὁρᾶται θέαμα ὃ παθεῖν ἄξιον τοὺς ταῦτα δρῶντας· ὄφις ποθὲν [*](231 Z) ἐπιφανεὶς τὸν μὲν ἐπίτροπον μονόπληγα τίθησιν· ὃν καὶ ἀνεῖλεν· [*](1 οἴκῳ] pectus 𝔘: cf 189, 20 ‖ 1—3 οὐδὲ τ. ὀν. - δεικν. om M ‖ 1 del μὴ? cf ep Petri 1, 4, 14; 16 ‖ 3 scr ἑαυτὴν?? ‖ scr οὐκ ἐπιδεικνύουσαν? ‖ 4 ἐκλ.] scr ἐκκαυθῆναι? exuratur 𝔘 ‖ ἀπὸ ῥ. R ‖ 4—5 ὑπὸ φιλ. δελ. om M ‖ 5 scr μὴ δελ. ‖ ἀκμὴ R ‖ καὶ ὀργ. om ira 𝔘 ‖ μὴ om R ‖ παραδοθῆναι R ‖ 7 τ. ἰω. ποιούμενος R ‖ 8 ὡς - κατ. om R ‖ ἕνεκεν ⟨τῶν αἰωνίων⟩ uel ⟨τῶν κρειτ- τόνων⟩? cf tamen 189, 4-13 M  ‖ 9 ἐξαρεὶς M ‖ δεινοτάτω et add καὶ σατα- νικῶ ἔρωτι τῆ R ‖ χρήματος ἱκανοῦ R: cf 187, 6 ‖ 12 ἐπέτρεψεν et add αὐτῶ R ‖ 13—16 μὴ - ἐνυβ. om M ‖ 13 ⟨καὶ⟩ μὴ? ‖ scr ἐπιτυχὼν? cf 187,5 ἠκολούθης R: scr ἠβουλήθης? (noluisti 𝔘): cf 187, 10 ‖ 17—18 καὶ κατ. - ἀσέβ. om R ‖ 18 μνημεῖον R fort recte: cf 182, 2 sed etiam 186, 5; 9 ‖ σ. ἐ. ἅ.] ἅ. τῶ μιαρῶ ἐπιτρόπω ἐ. R ‖ 18—19 ἀν. τ. θ. om R ‖ 19 ἀποδ.] ἀμφότεροι add R ‖ σώματος R fort recte: cf 13 (at 187, 21) ‖ 21 ἐδύνασο R ‖ 22 τοῦτο]  αὐτῶ (i e αὐτὸ) R: cf 24 al ‖ 23—25 ταῦτα δρ.] ὡς λοιπὸν περιέμενε περὶ τὴν γύμνωσιν αὐτῆς τὸ διακρούσιον μόνον R ‖ 24 scr καρακάλλιον? δικρόσ- σιον?? cf 187, 3 ‖ 25 scr τοιαῦτα? ‖ 26 μον. - καὶ] πλήξας R: cf 188, 11)

186
ἐκεῖνον δὲ τὸν νεανίσκον οὐ τύπτει, ἀλλὰ τοῖς ποσὶν αὐτοῦ περιειλεῖτο δεινῶς ἀποφυσῶν, καὶ πεσόντος αὐτοῦ ἐπαναβὰς ὁ ὄφις ἐπάνω αὐτοῦ ἐκαθέζετο.

72 Τῇ δὲ ἐξῆς ἡμέρᾳ παραγίνεται ὁ Ἰωάννης ἅμα τῷ Ἀνδρονίκῳ καὶ τοῖς ἀδελφοῖς ἐξ ἑωθινῆς εἰς τὸ μνῆμα, τρίτην ἡμέραν ἐχούσης τῆς Δρουσιανῆς, ὅπως ἄρτον κλάσωμεν ἐκεῖ. καὶ τὰ μὲν πρῶτα ἐρχομένων αὐτῶν αἱ κλεῖς οὐχ εὑρίσκοντο ζητηθεῖσαι· δὲ Ἰωάννης εἶπε πρὸς τὸν Ἀνδρόνικον· Εἰκότως ἀπώλοντο· Δρουσιανὴ γὰρ ἐν τῷ μνήματι οὐκ ἔστιν. ἀλλ᾿ ὅμως ἀπέλθωμεν, ὅπως μὴ ῥᾳθυμήσῃς, καὶ αὐτόματοι αἱ θύραι ἀνοιχθήσονται, ὡς καὶ ἄλλα πολλὰ παρέσχεν ἡμῖν ὁ κύριος.

73 Καὶ γενομένων ἡμῶν ἐν τῷ τόπῳ κελεύσει τοῦ διδασκάλου αἱ θύραι ἠνοίχθησαν, καὶ περὶ τὸν τάφον τῆς Δρουσιανῆς εἶδόν τινα νεανίσκον εὔμορφον μειδιῶντα· ὃν ἰδὼν ὁ Ἰνάννης κράξας ἔφη· Καὶ ὧδε φθάνεις ὑμᾶς ὁ καλός; τίνος χάριν ἄραι Καὶ ἀκούει φωνῆς λεγούσης αὐτῷ· Δρουσιανῆς ἕνεκεν, ἣν σὺ μέλλεις ἀναστήσειν—παρὰ βραχὺ γὰρ ἤμην εὑρὼν αὐτήν — καὶ τὸ πλησίον ἀπονεύσαντος τοῦ τάφου αὐτῆς. Καὶ εἰπὼν ταῦτα ὁ καλὸς πρὸς τὸν Ἰωάννην εἰς οὐρανοὺς ἀνῄει [*](232 Z) βλεπόντων πάντων ὑμῶν. ὁ δὲ Ἰωάννης ἐπιστραφεὶς εἰς τὸ ἕτερον μέρος τοῦ μνήματος ὁρᾷ νεανίσκον πρῶτον τῶν Ἐφεσίων Καλλίμαχον —τοῦτο γὰρ ἐκαλεῖτο— καὶ ἐπικαθεύδοντα αὐτῷ ὄφιν παμμεγέθη, καὶ τὸν ἐπίτροπον Ἀνδρονίκου, Φουρτουνᾶτον λεγόμενον, τεθνεῶτα. καὶ ἀμφοτέρους ἰδὼν ἠπορημένος εἱστήκει λέγων πρὸς τοὺς ἀδελφούς· Τί βούλεται τὸ τοιοῦτον θέαμα; ἢ διὰ τί μοι ὁ κύριος οὐκ ἐνεφάνισε τὰ ὧδε πραχθέντα, μηδέποτέ μου ἀμελήσαντος;

[*](1 οὐ τ. ἀλλὰ om R ‖ 2 ἐπιπεσόντος R ‖ 3 ἐκ. ἐπ. α. R ‖ 4—5 παρ. - ἑωθ.] ἕωθεν ἅμα τ. ἀνδ. κ. τ. ἀδ. παρ. M ‖ 6 κλάσωσιν οὐκ εὐρέ- θησαν R ‖ 9 Δρ.] μὴ V sener ‖ 10 αὐτόμαται sup scr οι M αὐτομάτως R ‖ ἀνοιγήσονται R ‖ 11 παρέσχετο R ‖ 12 δ.] ἰνάννου R Iohannis 𝔘: cf 169, 27 187, 11 ‖ 13 ἀνοίγονται R ‖  scr παρὰ? ‖ 14 scr εἴδομέν? idem coni Zahn uidimus 𝔘: cf 20 ‖ εὔμ. ν. R ‖ 15 κρ. om M cum clamore 𝔘 ‖ ἡμ. om R: del? ‖ 16 χάρ.] ἕνεκα R ‖ ἀκ.] audiuimus Lazius recte? cf 187, 13 (audiuit 𝔘) ‖ 17 σὺ om R ‖ μέλλω ἀνιστᾶν R: cf 187, 17 ‖ ἢμην] scr ὑβρισμένην?? ‖ scr εὗρον? ‖ 18 καὶ τὸ - αὐτῆς om M et propter illum qui propior sepulchro eius exani- matus iacet, qai et honorificabunt propter me deum 𝔘 ‖ scr τοῦ et ἀπο- πνεύσαντος? cf 𝔘 ‖ 20 πάντων om R ‖ 21 τ. μν. om M ‖ νεαν. - Ἐφ.] τὸν ἐρῶντα δρουσιανῆς νεαν. M ‖ qui primus Ephesiorum erat 𝔘 ‖ 22 τ. γ. ἐκ. om R: del?? καὶ om M ‖ 23 μέγα R ‖ Ἀνδ. om R ‖ 24 λεγ. om R ‖ ἰδ. ἀμφ. R ‖ ἠπορ. om R ‖ 25 θέ.] εἶναι add R: cf 165, 27; 194, 12; 17; 24 ‖ 27 μηδ. - ἀμελ. om R ‖ scr ἀμελήσας? item Zahn qui numquam me dedignari solet )
187

74 Καὶ ὁ Ἀνδρόνικος ἰδὼν ἐκείνους νεκροὺς ἀναπηδήσας ἦλθεν ἐπὶ τὸν Δρουσιανῆς τάφον· καὶ ἰδὼν αὐτὴν ἐν μόνῳ τῷ δικρουσίῳ ἔφη τῷ Ἰωάννῃ· Συνεῖδον τὸ γεγονὸς μακάριε δοῦλε τοῦ θεοῦ Ἰωάννη· ὁ Καλλίμαχος οὗτος ἤρα τῆς ἀδελφῆς μου· καὶ μὴ ἐπιτυχὼν αὐτῆς πολλάκις τοῦτο τολμήσας, τὸν κατάρατον ἐπίτροπόν μου τοῦτον ὠνήσατο χρήμασιν ἱκανοῖς, ἴσως ἐν νῷ λαβών, ὥς γε νῦν ἔστι μαθεῖν, τὴν τῆς ἐπιβουλῆς δραματουργίαν διʼ αὐτοῦ μέλλειν ἐκπληροῖν· καὶ γὰρ ὡμο λόγησε τοῦτο πολλοῖς ὁ Καλλίμαχος ὅτι Κἂν μὴ ζῶσα [*](233 Z) βουληθῇ συνθέσθαι μοι, τεθνεῶσα ἐνυβρισθήσεται. Καὶ τάχα διδάσκαλε ὁ καλὸς ἐγνώρισε τὸ λείψανον αὐτῆς μὴ ὑβρισθῆναι συγχωρήσας, καὶ διὰ τοῦτο οὗτοι τεθνήκασιν οἳ ταῦτα ἐτόλμησαν. καὶ μή τοι γε ἡ φωνὴ ἡ εἰρηκυῖα πρός σε Ἀνέγειρον τὴν Δρουσιανὴν τοῦτο προεδήλου; ἐπειδὴ λύπην ἔχουσα τοῦ βίου τούτου ἀπηλλάγη. πείθομαι δὲ τῷ εἰρηκότι ὅτι τῶν πλανηθέντων οὗτος ὑπάρχει ἀνθρώπων· καὶ γὰρ αὐτὸν ἐκελεύθης ἀναστῆσαι· περὶ γὰρ τοῦ ἑτέρου οἶδα ὅτι ἀνάξιός ἐστιν ἡ ἐκείνου σωτηρία. ἀλλ᾿ ἕν σε τοῦτο παρακαλῶ· ἀνέγειρον πρῶτον τὸν Καλλίμαχον, καὶ οὗτος ἡμῖν ὁμολογήσει τὸ γεγονός.

75 Ὁ δὲ Ἰωάννης ἀπιδὼν τῷ πτώματι καὶ εἰπὼν τῷ ἰοβόλῳ ἑρπετῷ Ἀπόστηθι τοῦ μέλλοντος Ἰησοῦ Χριστῷ δουλεύειν, ἀναστὰς ἐπηύξατο οὕτως· Ὁ θεὸς οὗ τὸ ὄνομα δοξάζεται ὑφʼ ἡμῶν ἀξίως· ὁ θεὸς ὁ πᾶσαν ἐνέργειαν κακωτικὴν δαμάζων· ὁ θεὸς οὗ τὸ θέλημα τελειοῦται, ὁ ὑπακούων ἡμῶν [*](1 ἰδ. ἐκ. ν. om R ‖ ν.] γυμνοὺς sup scr νεκροὺς M ‖ 2 τάρ. δρ R ‖ 3 διακρουσίω R δικροσσίῳ Zahn fort recte (cf 210, 11) sed cf 190, 27 ‖ 3—4 συν. - Ἰω. om M intellego qaid factum sit sancte et beate lohannes 𝔘 ‖ 5 αὐτῆ R  ‖ 6 μου om R ‖ τούτω R ‖ χρήματος ἱκανοῦ R: cf 185, 11 ‖ 7 ἴσως V senero suspectum λαμβάνω R ‖ 8 ἐκπληροῦν R  Zahn fort recte ‖ 9 τοῦτο π.] τού- τοις R ‖ 10 ἠβουλήθη συνεῖναί R ‖ μου M ‖ τεθνηκυῖα M: cf 186, 24 ‖ 11 τάχα ⟨διὰ τοῦτορ⟩? fortasse propterea 𝔘 ‖ διδ.] ἰωάννης R lohannes 𝔘 : cf 186, 12 ἔγνωκε R  uelauit 𝔘 : scr ἐσκέπασε??? cf 188, 21 (at cf 187, 2) ‖ αὐτῆς] τοῦτο R ‖ 12 συγχ. om R ‖ οὗτοι om R ‖ 12—13 οἱ τ. τολμή- σαντες R fort recte ‖ 13 μή om M ‖ alt ἡ om R ‖ 14 Δρ.] παραβραχὺ γὰρ ἡμῖν ἐγνώρισα add R ex 186, 17 repet (non add 𝔘) ‖ 15 τούτου om R ‖ ἀπηλλ.] ἀπῆλθε καὶ ἀπηλλάγην αὐτῶ R  paulo plura 𝔘 ‖ 16 ἀνθρ. οὗτ. ὑπ. σωτήρ R: cf 189, 6 ‖ γὰρ om R ‖ 17 αὐτὸς ἐκέλευσεν ἀναστῆναι R: cf 186, 17 191, 22 ‖ γὰρ] δὲ R ‖ 18 ἀνξιός M ‖ ἡ ἐκ. σωτ. ὑπάρχει R ‖ σωτηρίαι? σωτηρίαν? (non σωτηρίας) M ‖ ἀλλὰ R ‖ 19 αὐτὸς R ‖ ἐξομολογήσεται R ‖ 22 ἰησοῦν χριστὸν R ‖ δουλ.] καὶ add R ‖ 23 οὕτως om M: cf 206, 6; 207, 7 210, 12 ‖ 23—25 ὁ - δαμ. om R ‖ 25 ὁ alt om M ‖ scr ἐπακούων?? cf 197 16; 18; 99, 11; 121, 23)

188
πάντοτε· καὶ νῦν τελειούσθω σου ἡ δωρεὰ ἐπὶ τῷ νεανίσκῳ τούτῳ· καὶ εἴ τις διʼ αὐτοῦ οἰκονομία γίγνοιτο, ταύτην ἐγηγερμένου αὐτοῦ ἐμφάνισον ἡμῖν. Καὶ εὐθέως ὁ νεανίσκος ἀναστὰς ὅλην τὴν ὥραν ἡσύχαζεν.