Acta Joannis

Acta Joannis

Acta Joannis. Acta Apostolorum Apocrypha, Part 2, Vol. 1. Bonnet, Maximilian, editor. Leipzig: H. Mendelssohn, 1898.

44 Οἱ δὲ ὄχλοι ἀναστάντες τοῦ ἐδάφους πορευθέντες δρομαῖοι καὶ τὰ λοιπὰ τοῦ εἰδωλείου κατέβαλον βοῶντες· Τὸν Ἰωάννου θεὸν μόνον οἴδαμεν, ὃν καὶ λοιπὸν προσκυνοῦμεν ἐλεηθέντες ὑπʼ αὐτοῦ. Καὶ καταβαίνοντος ἐκεῖθεν τοῦ Ἰωάννου πολὺ πλῆθος αὐτοῦ ἥπτετο λέγοντες· Βοήθησον ἡμῖν Ἰωάννη· παράστα ἡμῖν ἀπολλυμένοις ματαίοις. ὁρᾷς τὴν προαίρεσιν· ὁρᾷς τὸν ἀκολουθοῦντά σοι ὄχλον ἀποκρεμάμενον ἐλπίδι τῇ πρὸς τὸν θεόν σου· εἴδομεν τὴν ὁδὸν ἣν ἐπλανήθημεν [*](12 scr ὁρμωμένην?? cf 178, 9 ‖ 13 scr ἑαυτῇ? ‖ 15 scr γενέθλιαι ‖ 19 εἰ- δωλίου R: cf 170, 1: 171. 10 ‖ 23 scr μταίως??? cf 173, 1) [*](Q 26 scr ἀπολλώμεθα?)

173
ἀπολέσαντες· εἴδομεν τοὺς θεοὺς ἡμῶν ματαίως ἱδραμένους· εἴδομεν τὸν ἐν αὐτοῖς πολὺν καὶ αἰσχρὸν καταγέλωτα. ἀλλ᾿ ἐπίτρεπε ἡμῖν, δεόμεθά σου, παραγενομένοις εἰς τὴν οἰκίαν βοηθεῖσθαι ἀκωλύτως. δέχου ἡμᾶς τοὺς ἐν ἀπορίᾳ   γεγονότας.

45 Ὁ δὲ Ἰωάννης εἶπεν αὐτοῖς· Ἄνδρες πιστεύσατε ὅτι ὑμῶν ἕνεκεν ἐν τῇ Ἐφεσίων πόλει ἔμεινα, τὴν ὁρμὴν εἰς Σμύρνην νην ἐσχηκὼς καὶ τὰς λοιπὰς πόλεις, ὅπως καὶ οἱ ἐκεῖ δοῦλοι τοῦ Χριστοῦ ἐπιστρέψουσι πρὸς αὐτόν. ἀλλʼ ἐπειδὴ ἀνισταμένην μηδέπω ἐν ὑμῖν τελείως ἀναπεπαυμένος, μεμένηκα εὐχόμενός μου τῷ θεῷ, καὶ παρεκάλουν αὐτὸν τότε ἐξελθεῖν Ἐφέσου ὁπόταν ὑμᾶς στηρίξω· ὃ καὶ ἰδὼν γεγονὼς καὶ ἔτι μᾶλλον γινόμενος οὐκ ἀπολειφθήσομαι ὑμῶν μέχρις ἂν καθάπερ παῖδας τοῦ τῆς τροφοῦ γάλακτος ἀποσπάσω καὶ ἐπὶ στερεὰν πέτραν καταστήσω.

46 Ἐπέμενεν οὖν ὁ Ἰωάννης παῤ αὐτοῖς εἰσδεχόμενος αὐτοὺς τοῖς ἐν τοῖς Ἀνδρονίκου. ἐν οἷς τις τῶν συνεδρευόντων καὶ τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ τοῦ ἱεροῦ τοῦ πυλῶνος ἀναπαύσας νεκρὸν εἰσεπήδησεν ἔνδον σὺν τοῖς λοιποῖς μηδενὶ εἰπών, συγγενὴς αὐτοῦ ὑπάρχων. ὁ οὖν Ἰωάννης μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἀδελφοὺς καὶ τὴν εὐχὴν καὶ τὴν εὐχαριστίαν καὶ μετὰ τὴν χειροθεσίαν τὴν ἐφʼ ἑκάστου τῶν συνεδρευόντων ποιησάμενος ἔφη ἐν τῷ πνεύματι· Ἐπὶ ταύτης τῶν ἐνθάδε πίστει τῇ εἰς θεὸν ἀγόμενος, τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ [*](26 cf Matth 4, 23) [*](1 scr ἀπολέσαντα (scil αὐτόν)?? ‖ ἱδρυμένους Iames recte ut uid: nisi forte scr ἑδρασμένους ‖ 3 scr τὰ οἰκεῖα?? ‖ 6 Ἄνδρες ⟨ Εφέσιοι⟩?? cf 170, 5 ‖ 7 scr Σμύρναν?? cf 169, 25 ‖ 9 scr ἀνιστάμην? ‖ 12 scr γεγονὸς ‖ 13 scr γινόμενον ‖ 17 del τοῖς prius? cf 181, 17 ‖ 17—18 scr καί τις τ. συνεδρ.? ‖ 18 scr τ. πυλ. τ. ἱεροῦ?? del τ. ἱερ.? cf Chrysost ed Montf t X p 773 πρὸς τὴν θύραν τοῦ Ἰωάννου ‖ 22 del μετὰ? ‖ 23 ἐπὶ τ.] scr Ἔστιν τις? ‖ 25 ἀγόμενος ⟨ὃς⟩?) [*](Q 31 καταλειπὼν Q καταλείπων Zahn ‖ πρ.] cf 160, 3: Lipsius I p 468)

174
τοῖ πυλῶνος ἀναπαύσας εἰσῆλθεν, τῷ τῆς ψυχῆς τῆς ἑαυτοῦ πόθῳ πρότερον τὴν ἑαυτοῦ ἐπιμέλειαν ποιούμενος ἐνεθυμήθη τοῦτο ἐν ἑαυτῷ· Ἄμεινον ἐμὲ τοῦ ζῶντος φροντίζειν ἢ τοῦ νεκροῦ μου συγγενοῦς· οἶδα γὰρ ὅτι ἐπιστρέψαντός μου πρὸς κύριον καὶ διασώσαντος τὴν ἐμαυτοῦ ψυχὴν οὐκ ἀντερεῖ ὁ Ἰωάννης καὶ τὸν νεκρὸν ἀναστῆσαι. Καὶ ἀναστὰς τοῦ τόπου ὁ Ἰωάννης ἐπορεύθη κατʼ ἐκεῖνον καθ᾿ ὃν ὁ ταῦτα ἐννοήσας εἰσῆλθε συγγενὴς τοῦ ἱερέως, καὶ λαβόμενος αὐτοῦ τῆς χειρὸς εἶπεν· Ἐνεθυμήθης ταῦτα παραγενόμενος πρός με τέκνον; Κἀκείνῳ τρόμῳ καὶ φρίκῃ συνεχόμενος εἶπε Ναὶ κύριε, ῥίψας ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ. Καὶ ὁ Ἰωάννης· Ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς Χριστός, ὅστις τὴν δύναμιν αὐτοῦ δείξει ἐν τῷ νεκρῷ σου συγγενεῖ ὁ ἀναστήσας αὐτόν.

47 Καὶ ἀναστήσας τὸν νεανίσκον καὶ τῆς χειρὸς αὐτοῦ λαβόμενος εἶπεν· Οὐκ ἔστι μέγας ἀνδρὶ μεγάλων μυστηρίων κρατούντων ἔτι ἐν τοῖς μικροῖς κατατρίβεσθαι. ἢ τί μέγα νόσοις νόσους σωματικὰς ἀπαλλάττεσθαι; Καὶ ἔτι τὸν νεανίσκον ἐκ τῆς χειρὸς κρατῶν ἔφη· Σοὶ λέγω τέκνον, πορευθεὶς αὐτὸς τὸν τεθνεῶτα ἔγειρον μηδὲν εἰπὼν ἢ τοῦτο μόνον· Λέγει σοι ὁ τοῦ θεοῦ δοῦλος Ἰωάννης· Ἀνάστα. Ὁ δὲ νιανίσκος πορευθεὶς ἐπὶ τὸν ἴδιον συγγενῆ μόνον τοῦτο εἰπὼν συνόντος αὐτοῦ ὄχλου πολλοῦ, ἔχων αὐτὸν ζῶντα εἰσῆλθεν εἰς [*](2 scr προτέραν ? ‖ ποιούμενος· ἐνεθυμήθη ⟨γἂρ⟩? uel ⟨καὶ⟩ ἐνεθυ- μύθη? ‖ 3 scr ἐμοῦ? ‖ 6 τοῦ ⟨ἰδίου⟩?? ‖ 10 scr Κἀκεῖνος ‖ φρίκει R: cf 28 ‖ 13 del ὁ? ‖ 15 scr μέγα? ‖ 16 scr κρατοῦντι? ‖ 17 νόσοις del ? ‖ 20 scr νεανίσκος ‖ 22 scr αὐτῷ? ‖ εἰς] scr πρὸς?  cf 178, 34) [*](Q 23 deest uerbum: cf 171, 38 ‖ 25 ⟨ἐκ⟩ νεκρῶν? ‖ 28 scr αὐτῷ? item Zahn ‖ 30 ⟨τόπῳ⟩?? ‖ 35 scr αὐτοῦ? item Zahn)

175
τὸν Ἰωάννην. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν ἐγηγερμένον εἶπε· Νῦν ἀναστὰς οὐ ζῇς ὄντως οὐδὲ τῆς ἀληθινῆς ζωῆς κοινωνὸς καὶ κληρονόμος· βούλει γενέσθαι οὗ ὀνόματι καὶ δυνάμει ἀνέστης; καὶ νῦν πίστευσον, καὶ ζήσεις εἰς ἅπαντας αἰῶνας. Ὃ δὲ αὐτόθε πιστεύσας ἐπὶ τὸν κύριον Ἰησοῦν ἦν λοιπὸν προσκαρτερῶν τῷ Ἰωάννῃ.

48 Τῇ δὲ ἑξῆς ἡμέρᾀ ὄναρ θεασάμενος ὁ Ἰωάννης μίλια τρία ἔξω πυλῶν περιπατῆσαι, οὐκ ἠμέλησεν, ἀλλ᾿  ὄρθρου ἀναστὰς ἅμα τοῖς ἀδελφοῖς ἐπὶ τὴν ὁδὸν ἐβάδιζε. καί τις χωρικὸς νουθετούμενος ὑπὸ τοῦ ἰδίου πατρὸς ὅπως τὴν τοῦ συνεργοῦ γυναῖκα μὴ λάβῃ ἑαυτῷ, ἀπειλοῦντος ἑαυτῷ σφάξαι ἐκείνου, ὁ νεανίσκος μὴ φέρων τὴν νουθεσίαν τοῦ πατρὸς λακτίσας αὐτὸν ἄφωνον ἔθηκεν. ἰδὼν δὲ τὸ συμβὰν ὁ᾿ Ἰωάννης εἶπε πρὸς τὸν κύριον· Κύριε, τούτου με ἕνεκεν ἐκέλευσας σήμερον ἐνθάδε ἐξελθεῖν;

49 Ὁ δὲ νεανίσκος ἰδὼν τὸ ὀξὺ τοῦ θανάτου, προσδοκῶν συλληφθῆναι, σπασάμενος ὃ ἦν ἐν τῇ ζώνῃ αὐτοῦ δρέπανον ὁρμᾷ εἰς τὴν ἑαυτοῦ ἔπαυλιν δρομαίως· καὶ ὁ Ἰωάννης ἀπαντήσας [*](21 cf Matth 4, 23) [*](3 ⟨ὑπάρχεις⟩· βούλει? ‖ 11 scr ἑαυτὸν σφ.?‖ 13 scr ἄφνω ἔθηκε ⟨νε- κρό⟩ν? cf 29; 188, 16; 48, 2 ‖ 18 scr δρομαῖος?) [*](Q 22 θαλάσσης utroque loco Zahn recte ut uid ‖ 28 scr διαβόλου: item Zahn ‖ 34 scr ὧ ἐπεφ. δρεπάνῳ?)

176
αὐτῷ ἔφη· Στῆθι σὺ δαῖμον ἀναιδέστατε, καὶ λέγε μοι ποῦ τὴν ὁρμὴν ἔχων φέρεις δρέπανον αἵματος ὀρεγόμενον. Καὶ ὁ νεανίσκος ταραχθεὶς καὶ τὸ σίδηρον εἰς γῆν ἀφεὶς εἶπεν αὐτῷ· Ἄθλιόν τι καὶ ἀπάνθρωπον διαπραξάμενος, καὶ ἐπιστάμενος, βιαιότερον τὸ κακὸν ἔκρινα πρᾶξαι καὶ ὠμότερον ἑαυτόν, ἀποθανεῖν ἅπαξ. τοῦ γὰρ πατρὸς ἀεὶ σωφρονίζοντός με ἀμοίχευτον βίον ἔχειν καὶ σεπτόν, νὴ φέρων αὐτὸν διελέγχοντά με λακτίσας αὐτὸν ἀπέκτεινα, καὶ ἰδὼν τὸ συμβὰν ἔσπευδον πρὸς τὴν γυναῖκα διʼ ἣν πατρὸς γέγονα φονεύς, καὶ αὐτὴν σφάξαι πειρώμενος καὶ τὸν ἄνδρα αὐτῆς καὶ ἐμαυτὸν ὕστερον πάντων, μὴ ὑποφέρων ὁραθῆναι τῷ τῆς γυναικὸς ἀνδρί, δίκην θανάτου ὑπομένων.

50 Καὶ ὁ Ἰωάννης εἶπεν αὐτῷ· Ἰνα μὴ τόπον δῶ τῷ ἐν σοὶ θέλοντι γελᾶν καὶ παίζειν ὑποχωρήσας καὶ παριδὼν ὑμᾶς κινδυνεύοντας, ἐλθὲ σὺν ἐμοὶ καὶ τὸν πατέρα σου δεῖξόν μοι ποῦ ἐστι κείμενος. καὶ ἐάν σοι αὐτὸν ἀναστήσω, ἀποστήσω ἔτι τῆς ἐπισφαλοῦς σοι γενομένης γυναικός; Ὁ δὲ νεανίσκος εἶπεν· Ἐὰν ζῶντά μοι αὐτὸν τὸν πατέρα μου ἀναστήσῃς, καὶ ὄψομαι αὐτὸν ὅλον διαλεγόμενον ἐν τῷ βίῳ, ἀποστήσομαι τοῦ λοιποῦ.

51 Καὶ ὡς ταῦτα ἔλεγεν, ἐπέστησαν τῷ τόπῳ λέγοντες ἔνθα ἔκειτο ὁ πρεσβύτης νεκρός, καὶ παροδιτῶν πλειόνων παρεστώτων τῷ τόπῳ. Ὁ δὲ Ἰωάννης ἔφη τῷ νεωτέρῳ· Ταλαίπωρε, οὐδὲ τὸ γῆρας ἐφείσω τοῦ πατρός σου; Ὁ δὲ κλαίων καὶ κατατιλλόμενος ἐπὶ τούτῳ μετεγνωκέναι ἔλεγεν· ὁ δὲ τοῦ κυρίου δοῦλος Ἰωάννης εἶπεν· Ὁ ἐμφανίσας μοι σήμερον στείλασθαι [*](1 σὺ δαίμων R (cf Q): scr δύσδαιμον? ‖ ἀναιδ. del? ‖ 3 scr τὸν?? ‖ 5 τὸ] scr τι? ‖ 6 scr ἐμαυτόν?? cf 195, 4, 202, 7 ‖ 16 ἀποστήσω ⟨σε⟩? an scr ἀποστήσει? cf 19 ‖18 scr παραστήσης?? cf 177, ‖ 19 scr διαιτώμενον? ‖ 21 λέγοντες num sanum ??? ‖ 24 scr τοῦ γήρως? ‖ 25 scr κατατεινόμενος??) [*](Q 27 δαίμων Q : cf 1 ‖ 28 τῷ Ἰωάννῃ Zahn: recte? ‖ 34 scr τοῦ κακοῦ??)

177
εἰς τὸν τόπον τοῦτον, ὁ ἐπιστάμενος ὅτι τοῦτο ἤμελλε γίνεσθαι, ὃν μηδὲ λαθεῖν δύναται τῶν ἐν τῷ βίῳ πράξεων, ὅπως ἂν θεραπείαν καὶ ἴασιν παρεχόμενός μοι θελήματι τῷ σῷ· καὶ νῦν παράσχου τὸν πρεσβύτην ζῶντα, ὁρῶν τὸν φονέαν ἑαυτοῦ δικαστὴν γενόμενον· καὶ φεῖσαι αὐτοῦ μόνος σὺ κύριε ἀφειδήσαντῶ πατρὸς συμβουλεύεσθαι αὐτῷ τὰ ἄριστα.

52 Καὶ ταῦτα εἰπὼν προσελθὼν τῷ γέροντι εἶπεν· Οὐκ ἀτονήσει μου ὁ κύριος καὶ μέχρι σοῦ τὸ χρηστὸν ἔλεος καὶ τὰ ἀνυπερήφανα σπλάγχνα ἁπλῶσαι· ἀναστὰς οὖν δὸς τοῦ ἐπιχείρου γεγενημένου ἔργου δόξαν τῷ θεῷ. Καὶ ὁ γέρων εἶπεν· Ἀνίσταμαι κύριε. Καὶ ἀνέστη. ὃς ἀνακαθίσας ἔφη· Ἀπηλλαγμένον με βίου δεινοτάτου καὶ ὕβρεις υἱοῦ ἐπιφέροντα δεινὰς καὶ πολλὰς, καὶ φιλοστοργίαν μετεκαλέσω ἄνθρωπε τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ τίνι; ἐπὶ τοῖς αὐτοῖς ἀνίστασαι, ἔδει σε μᾶλλον τεθνάναι· ἀλλ᾿ ἐπὶ κρείττοσιν ἔγειραι. Καὶ παραλαβὼν αὐτὸν εἰσήγαγεν εἰς τὴν πόλιν εὐαγγελιζόμενος αὐτῷ τὴν χάριν τοῦ θεοῦ, ὡς πρὶν ἐπιβῆναι τῇ πύλῃ τὸν πρεσβύτην πιστεῦσαι.

53 Ὁ δὲ νεανίσκος θεασάμενος τὴν ἀπροσδόκητον τοῦ πατρὸς ἀνάστασιν καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν δρέπανον τὰ ἑαυτοῦ μόρια ἀφείλατο, καὶ δραμὼν εἰς τὴν οἰκίαν ἐν ᾗ τὴν μοιχαλίδα εἶχεν, εἰς ὄψιν αὐτῆς προσέρριψεν εἰπών· Διὰ σὲ πατρὸς φονεὺς καὶ ὑμῶν τῶν δύο καὶ ἐμαυτοῦ ἐγενόμην. ἔχεις τὰ τούτῳ ὅμοια καὶ αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτοῦ τὴν δύναμιν.

[*](2 scr μηδεμία?? μηδὲν? ‖ 3 ὅπως ἄν] scr ὁ πᾶσαν ‖ 4scr ζῶντα δρᾶν? ‖ scr φονέα?  ‖ 5 σοὶ R ‖ 6 scr ἀφειδήσαντος τοῦ π. ⟨διὰ τὸ⟩?? ‖ 10 ἐπιχ. mum sanum ? ‖ 12 scr ὑποφέροντα? ‖ 13 scr ἀφιλοστοργίαν? ‖ 14 τίνι; ⟨Ὁ δὲ Ἰωάννης ἀπεκρίνατο αὐτῷ Εἰ⟩ ἐπὶ τοῖς α.? ‖ 20 ⟨τὸ⟩ δρέπανον? cf Q et 175, 17 ‖ 21 scr ἀφείλετο? cf Q et 182, 3 et 3 - 4 ‖ 23 scr ἡμῶν (κ. ἐμ. del: cf Q) ?? cf 176, 10 ‖ 21 scr τούτων: cf Q)