Acta Joannis

Acta Joannis

Acta Joannis. Acta Apostolorum Apocrypha, Part 2, Vol. 1. Bonnet, Maximilian, editor. Leipzig: H. Mendelssohn, 1898.

34 ἐκεῖνο δὲ ἐβουλόμην πρῶτον ἐγκατασπεῖραι ὑμῶν τοῖς, ἀκοαῖς τῷ τῶν ψυχῶν ἐπιμελεῖσθαι, οὗ ἕνεκεν παραγέγονα πρὸς ὑμᾶς, μὴ προσδοκᾶν τὸν χρόνον τοῦτον αἰῶνα ὑπάρχειν ὅς ἐστι ζυγοῦ, μηδὲ θησαυρίζειν ἐπὶ τῆς γῆς ἔνθα ἅπαντα μαραίνονται· μηδὲ ἡγεῖσθε παίδων ὑμῖν συγγινομένων αὐτοῖς ἀναπεπαῦθαι· μηδὲ τούτων ἕνεκεν ἀποστερεῖν καὶ πλεονεκτεῖν πειρᾶσθε· μηδὲ λυπῇσθε οἱ πένητες εἰ μὴ ἔχητε ταῖς ἡδοναῖς ὑπηρετεῖν· καὶ γὰρ οἱ ἔχοντες ἐν νόσοις γενόμενοι μακαρίζουσι· μηδὲ ὑμεῖς οἱ πλούσιοι χαίρετε ἐπὶ τῷ ἔχειν πλείονα χρήματα· ἐν γὰρ τῷ ταῦτα κεκτῆσθαι ἀχώριστον τὴν λύπην πορίζεσθε ἀπολυόμενοι αὐτῶν· καὶ πάλιν φοβεῖσθε παρόντες μή τις πείθεται ὑμῖν αὐτῶν ἕνεκα.

35 ὁ δὲ ἐν εὐμορφίᾳ σώματος ἐπαιρόμενος καὶ τὸ βλέμμα ἐπανατείνων τὸ τέλος γοῦν τῆς ἐπαγγελίας ἐπὶ τοῦ μνήματος θεάσῃ· ὁ δὲ μοιχείᾳ χαίρων γνῶθι ὅτι καὶ νόμῳ καὶ φύσις [*](4 νυσταγμῶ num sanum ? ‖ κείμεναι, τεθειμένων αὐτῶν ε. τὸ μ. Iames: ac sane ordo uerborum mirus ‖ del καὶ? ‖ 9 scr ⟨καὶ⟩ π. ὑμῖν κατάδηλον? ‖ 15 ὑμᾶς del ?? cf 162, 30 et 31 ‖ 17 scr ὑμῶν? ‖ δὴ] scr εἴδει? ? ‖ 18 scr ποίαις? ‖ scr ὑπάρχουσιν?? ‖ 18—19 ὀλ - συναιρ. corrupta ‖ 21 τῷ] τὸ Iames: τῷ ═ διὰ τὸ? ‖ 23 ζ.] ζ. ῥοπή Iames: fort t [ζυγοῦ] ⟨ῥοπή⟩ ‖ 24 scr ἡγεῖσθαι? ‖ 25 scr ἀναπεπαῦ- σθαι? ‖ 26 scr πειρᾶσθαι?? ‖ scr λυπεῖσθαι?? λυπεῖσθε? ‖ scr ἔχετε?? ‖ 28 μακαρίζουσι? ‖ 30 scr παρόντων ?? ‖ 31 scr πείθηται ?? ἐπίθηται? ‖ 34 scr νόμος?)

169
τετιμώρηται καὶ πρὸ τούτων ἡ συνείδησις. ἡ δὲ μοιχευομένη γυνὴ αὔταρκις οὖσα τῷ νόμῳ ἀγνοεῖς ὅπου καντατήσεις. ὁ δὲ τοῖς δεομένοις μὴ κοινωνῶν, ἔχων δὲ χρήματα ἀπόθεται, ἀπαλλαγεὶς τοῦ σώματος τούτου καὶ δεόμενός τινος ἐλέους ἐν πυρὶ φλεγόμενος οὐχ ἕξει τὸν ἐλεοῦντα. ὁ δὲ ὀργίλος καὶ μανιώδης γνῶθι ὅτι ὅμοια τοῖς ἀλόγοις ζῴοις πολιτεύῃ. ὁ δὲ μέθυσος καὶ αἰρετικὸς κατάμαθε ὅτι ἐξίσταται τῶν φρενῶν δουλεύων αἰσχρᾷ καὶ ῥυπαρᾷ ἐπιθυμίᾳ.

36 ὁ δὲ χρυσῷ χαίρων καὶ ἐλεφαντίνων καὶ λίθοις τερπόμενος νυκτὸς ἐπελθούσης ἃ φιλεῖς θεᾶσαι; ὁ δὲ μαλακαῖς ἐσθῆσι νικώμενος, εἶτα δὲ ἀπαλλασσόμενος τοῦ βίου, ταῦτα ὀφλῆσαι κἀκεῖ ὅπου πορεύῃ; ὁ δὲ φονεὺς γινωσκέτω τὴν ἀξίαν τιμωρίαν διπλῆν ἀποκεῖσθαι μετὰ τὴν ἐνθένδε λύσιν. ὁμοίως καὶ ὁ φαρμακός, ὁ περίεργος, ὁ ἅρπαξ, ὁ ἀποστερητής, ὁ ἀρσενοκοίτης, ὁ κλέπτης, καὶ ὁπόσοι τοιούτου χοροῦ ὑπάρχοντες, τῶν ἔργων ὑμῶν καθηγουμένων ἐπὶ πῦρ ἄσβεστον καὶ σκότος μέγιστον καὶ βυθὸς κολαστηρίων καὶ ἀπειλὰς αἰωνίους καταντήσετε. ὅθεν ἄνδρες Ἐφέσιοι ἐπιστρέψατε ἑαυτούς, ἐπιστάμενοι καὶ τοῦτο ὅτι οἱ βασιλεῖς, οἱ δυνάσται, οἱ τύραννοι, οἱ ἀλαζόνες, οἱ πολέμους χειρωσάμενοι γυμνοὶ τῶν ἐνθένδε ἀπαλλασσόμενοι, ἐν κακοῖς δὲ αἰωνίοις συγγινόμενοι ὀδυνῶνται.

37 Καὶ ταῦτα εἰπὼν ὁ Ἰωάννης δυνάμει θεοῦ ἰάσατο πάσας τὰς νόσους. οἱ δὲ ἀπὸ Μιλήτου ἀδελφοὶ ἔφησαν τῷ Ἰωάννῃ· Πολὺν χρόνον ἐν τῇ Ἐφέσῳ μεμενήκαμεν· εἰ δοκεῖ σοι, καὶ εἰς Σμύρνην πορευθῶμεν. ἤδη γαρ ἀκούομεν τὰ μεγαλεῖα τοῦ θεοῦ κἀκεῖ κεχωρηκότα. Καὶ ὁ Ἀνδρόνικος ἔφη αὐτοῖς· Ὁπόταν ὁ διδάσκαλος θέλῃ, τότε πορευθῶμεν. Ὁ δὲ Ἰωάννης ἔφη· Πρῶτον ἐν τῷ τῆς Ἀρτέμιδος ναῷ πορευθῶμεν. τάχα γὰρ κἀκεῖ ἡμῶν ὀφθέντων εὑρεθη σονται τοῦ κυρίου οἱ δοῦλοι.

[*](2—5 cf Luc 16, 19 ss ‖ 11 cf Luc 12, 20)[*](1 τετιμ.] σὲ τιμωρεῖται? ‖ 2 scr αὐτάρκης??? an ἄνταρτις (fem ab eo q e ἀντάρτης)?? ‖ scr καταντήσεις: cf 18 ‖ 3 del δὲ?? ‖ scr ἀπόθετα ‖ 5 scr ἕξεις? ‖ 7 scr ἐμετικὸς? ‖ scr ἐξίστασαι? ‖ 9 scr ἐλεφαντίνῳ? ‖ 12 scr ὠφελεῖ σε? ὠφελήσει Iames ‖ scr γίνωσκέ σοι? ‖ 15 scr ὑπάρχετε?? cf 152, 6 ‖ 17 scr βυθὸν κολαστήριον? ‖ 20 scr πολεμίους? ‖ 21 del ἐν??  ‖ 25 scr Σμύρναν?? cf 173, 7: 179, 3 ‖ 30 del οἱ ?? cf 173, 8)[*](Q 32 μετὰ et inseruit in Prochori in p 162, 3 Q: cf 179, 30)
170

38 Ἦν οὖν μετὰ δύο ἡμέρας ἡ γενέθλιος τοῦ εἰδωλείου. ὁ ουν Ἰωάννης πάντων λευκοφορούντων μόνος ἐνδυσάμενος μέλανα ἀνῄει εἰς τὸν ναόν· οἳ δὲ συλλαβόμενοι αὐτὸν ἀνελεῖν ἐπειρῶντο. ὁ δὲ Ἰωάννης ἔφη· Μεμήνατε ἐπιχειροῦντες ἐμοὶ ἄνθρες δοῦλοι τοῦ μόνου θεοῦ. Καὶ ἀνελθών ἐπί τινα βάσιν ὑψηλὴν ἔλεγε πρὸς αὐτούς·

39 Κινδυνεύετε ἄνδρες Ἐφέσιοι θαλάσσης ἐπέχειν τρόπον. πᾶς ποταμὸς ἀπορρέων καὶ πάσα πηγὴ κατατρέχουσα, ὄμβρον τε καὶ ἐπάλληλοι κλύδωνες καὶ χειμάρροι πετρώδεις ὑπὸ τῆς ἐν αὐτῇ πικρᾶς ἐπαγγελίας συνεξαλμυροῦνται· οὕτω καὶ ὑμεῖς ἀμετάθετοι ἕως σήμερον πρὸς τὴν ὄντως εὐσέβειαν γεγόνατε ὑποφθειρόμενοι ἐν τοῖς παλαιοῖς ὑμῶν θρησκεύμασι. πόσα εἴδετε διʼ ἐμοῦ τεράστια, ἰάσεις νόσων; καὶ ἔτι πεπήρωσθε τὰς καρδίας καὶ οὐ δύνασθε ἀναβλέψαι. τί οὖν ἐστιν ἄνδρες Ἐφέσιοι; τολμήσας νῦν ἀνῆλθον καὶ εἰς τοῦτο ὑμῶν τὸ εἰδωλεῖον, διελέγξω ὑμᾶς ἀθεωτάτους ὄντας καὶ νεκροὺς τῶν ἀνθρωπίνων λογισμῶν. ἰδσὺ ἕστηκα ἐνθάδε· πάντες ὑμεῖς θεὰν εἶναι λέγετε ἔχειν τὴν Ἄρτεμιν· εὔξασθε ἐν ἐκείνῃ ἵνα ἐγὼ μόνος ἀποθάνω· ἢ μόνος ἐγώ, μὴ δυναμένων ὑμῶν τοῦτο ποιῆσαι, τὸν ἴδιόν μου θεὸν ἐπικαλεσάμενος διὰ τὴν ἀπιστίαν ὑμῶν πάντας ὑμᾶς θαναταώσω.

40 Οἱ δὲ πεπειραμένοι αὐτοῦ πάλαι καὶ θεασάμενοι νεκροὺς ἐγηγερμένους ἐβόων· Μὴ οὕτως ἀνέλῃς ἡμᾶς, παρακαλοῦμέν σε Ἰωάννη· ἐπιστάμεθα οὖν ὅτι δύνῃ. Καὶ ὁ Ἰωάννης ἔφη αὐτοῖς· Εὶ οὖν μὴ θέλετε ὑμεῖς ἀποθανεῖν, ἐλεγχθήτω τὸ θρήσκευμα ὑμῶν καὶ ἐφʼ ᾧ ἐλέγχετε, ὅπως καὶ ὑμεῖς ἀποστήσησθε τῆς παλαιᾶς ὑμῶν πλάνης. νῦν γὰρ μάλιστα ἢ αὐτοὶ ἐπιστρέψατε διὰ τοῦ θεοῦ μου ἢ αὐτὸς ἀποθανοῦμαι διὰ τῆς θεᾶς ὑμῶν· εὔξομαι γὰρ ἐνώπιον ὑμῶν παρακαλέσας μου τὸν θεὸν ἐλεηθῆναι ὑμᾶς.

41 Καὶ εἰπὼν ταῦτα προσηύξατο οὕτως· Ὁ θεὸς ὁ ὑπὲρ πάντων λεγομένων θεῶν ὑπάρχων θεός· ὁ μέχρι σήμερον ἐν τῇ Ἐφεσίων πόλει ἀθετούμενος· ὁ ὑπερβαλών μου τῇ διανοίᾳ ἐλθεῖν εἰς τὸν τόπον τοῦτον ὃν οὐδέποτε ἐν νῷ εἶχον· ὁ [*](1 εἰδωλίου R: cf 15; 172, 19 ‖ 5 ἄνδρες ⟨Ἐφέσιοι⟩?? cf 7; 169, 18; 172, 10 173, 6 ‖ scr δούλῳ?? ‖ 8 scr ὄμβροι? ‖ 10 ἐπαγγελίας corrupt uid: ὑπο- στάθμης exspectes ‖ 13 νοσ.] scr πόσας? cf 203, 12 ‖ 16 scr διελέγξων? ‖ νεκρ. corruptum? ‖ 16—17 scr τῷ ἀνθρωπίνῳ λογισμῷ? cf 183,25 ‖ 18 del εἶναι? an ἔχειν corruptum ? ‖ ἐν] scr οὖν? item Iames ‖ 24  scr γοῦν? ‖ 26 καὶ - ἐλ corrupta uid ‖ ἐλέγχεται Iamer ‖ scr ἀποστήσεσθε? ‖ 33 scr ὑποβαλών?)

171
πᾶσαν θεοσέβειαν ἐλέγξας διὰ τῆς σῆς ἐπιστροφῆς· οὗ ὀνόματι πᾶν εἴδωλον φεύγει καὶ πᾶς δαίμων δύναμίς τε καὶ πᾶσα ἀκάθαρτος· καὶ νῦν φεύγων τῷ ὀνόματι τῷ σῷ τοῦ ἐνθάδε δαίμονος, ὅστις πλανᾷ τοσοῦτον ὄχλον, δεῖξον τὸ σὸν ἔλεος ἐν τῷ τόπῳ τούτῳ, ὅτι πεπλάνηνται.

42 Καὶ ἅμα τῷ λέγειν τὸν Ἰωάννην ταῦτα ἐξαπίνης ὁ βωμὸς τῆς Ἀρτέμιδος διέστη εἰς μέρη πολλά, καὶ τὰ ἐν τῷ ναῷ ἀνακείμενα ἄφνω πάντα εἰς ἔδαφος ἔπεσε, καὶ τὸ δόξαν αὐτῷ διερράγη, ὁμοίως καὶ τῶν ξοάνων πλεῖον τῶν ἑπτά· καὶ τὸ τοῦ ναοῦ ἥμισυ κατέπεσεν, ὡς καὶ τὸν ἱερέα κατερχομένου τοῦ στυμόνος μονόπληγα ἀναιρεθῆναι. ὁ οὖν ὄχλος Ἐφεσίων ἐβόα· Εἷς θεὸς Ἰωάννου, εἷς θεὸς ὁ ἐλεῶν ἡνᾶς. [*](22 cf Matth 23, 38 ‖ 29 cf Io 17, 3) [*](1 scr ἐπισκοπῆς?? cf 207, 5 ‖ 2 scr τε καὶ δύναμις ? ‖ 3 φ. τῷ] scr φεύγοντος? ‖ 11 στήμονος Iames (? cf στύω στῦλος)) [*](1 Q 15 καταστρ.] ut narrauit Prochorus ‖ 19 ἔφερεν Zahn: recte?? ἤνεγκεν exspectes ‖ 27 scr τῆς γῆς? ‖ 30 καὶ et q s] cf Lipsius I p 468 36 ἀνεχόμενον Zahn uik tolerabilius ‖ 38 deest uerbum : cf 174, 23)

172
ὅτι σὺ μόνος θεός, νῦν ἐπεστρέψαμεν ὁρῶντές σου τὰ θαυμάσια· ἐλέησον ἡμᾶς ὁ θεὸς ὡς θέλεις, καὶ τῆς πολλῆς πλάνης ῥῦσαι ἡμάς. Καὶ οἳ μὲν αὐτῶν ἐπʼ ὄψιν κείμενοι ἐλιτάνευον· οἳ δὲ τὰ γόνατα κλίνοντες ἐδέοντο· οἳ δὲ τὰς ἐσθῆτας διαρρήξαντες ἔκλαον· οἳ δὲ φυγεῖν ἐπειρῶντο.

43 Ὁ δὲ Ἰωάννης ἀνατείνας αὐτοῦ τὰς χεῖρας ἐπαρθεὶς τὴν ψυχὴν εἶπε πρὸς τὸν κύριον· Δόξα σοι Ἰησοῦ μου ὁ τῆς ἀληθείας μόνος θεός, ὅτι σὺ τοὺς σοὺς δούλους τέχνῃ ἀπολαμβάνεις ποικίλῃ. Καὶ τοῦτο εἰπὼν εἶπε πρὸς τὸν ὄχλον· Ἀνάστητε ἀπὸ τοῦ ἐδάφους ἄνδρες Ἐφέσοι, καὶ εὔξασθε τῷ θεῷ μου, καὶ γνῶτε αὐτοῦ τὴν ἀφανῆ δύναμιν εἰς τὸ φανερὸν ὁρωμένην καὶ τὰ θαυμαστά ἔργα παῤ ὀφθαλμοῖς ὑμῶν γινόμενα. ἔδει τὴν Ἄρτεμιν βοηθῆσαι αὐτήν· ἔδει τὸν ταύτης δοῦλον βοηθηθῆναι παῤ αὐτῆς καὶ μὴ ἀποθανεῖν. ποῦ ἡ δύναμις τῆς δαίμονος; ποῦ αἱ θυσίαι; ποῦ αἱ γενίθλιαι ἡμέραι; ποῦ αἱ ἑορταί; ποῦ τὰ στεφανώματα; ποῦ ἡ πολλὴ μαγεία καὶ ἡ ταύτῃ ἀδελφὴ φαρνακεία;