Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
ἀξιόπιστον καὶ τὸ ἐνίαις τῶν ἀντιθέσεων ὧν δοκοῦσι καθʼ ἡμῶν λέγειν οἱ ἀντίδικοι συγχωρεῖν καὶ
συγκατατίθεσθαι, ὡς ἐν τῷ κατὰ Μειδίου ἡ μὲν ἐκεῖθεν ἀντίθεσις, τάχα νῦν καὶ τοιαῦτα ἐρεῖ, ὡς ἐσκεμμένα πάντα λέγω ἐγώ, εἶτα ἡ παρʼ αὐτοῦ συγχώρησις μεθʼ ὑπερβολῆς, ἐγὼ δέ γʼ ἐσκέφθαι μὲν ὁμολογῶ καὶ μεμελετηκέναι ὡς ἐνῆν μάλιστα ἐμοί.κατὰ δὲ σχῆμα γίνεται ἀξιοπιστία οὕτως, ὅταν τις τοῖς ὁμολογουμένοις ἀντὶ τῶν ζητουμένων σχήμασι χρῆται, ὡς ἐκεῖ, ἆρʼ ὁρᾶτε καὶ λογίζεσθε τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι. καὶ πάλιν ἀξιοπιστίας ἕνεκα ὡς ὁμολογούμενον τῷ σχήματι εἰσάγει, ἴστε γὰρ δή που τοῦθʼ ὅτι τῶν ὑμᾶς ἀδικούντων ἓν ἑκάστῳ τίμημα ὑπάρχει. καὶ πάλιν, ἴστε μὲν οὖν ἴσως καὶ ἄνευ τοῦ παρʼ ἐμοῦ λόγου ὅτι σπουδαῖος Χαβρίας ἦν ἀνήρ.