Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἀξιόπιστον δὲ κατὰ σχῆμα καὶ ὅταν τις ἐπαγγελίᾳ ἐν τῷ λόγῳ χρῆται· πάνυ γὰρ ἀξιόπιστον τὸ περὶ τῶν ζητουμένων κατεπαγγέλλεσθαι, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν ζητούμενον εἰ θήσουσι τὸν παρεισφερόμενον νόμον, ὁ δὲ κατεπαγγέλλεται λέγων, ἐγγυώμεθα ἡμεῖς, ἐγώ, Φορμίων, ἄλλον εἴ τινα βούληται θήσειν τὸν νόμον. καὶ πάλιν, ἐγγυώμεθα, ὑπισχνούμεθα, οἱ θεσμοθέται ταῦτα γραφόντων, ἐπὶ τούτοις τὸ πρᾶγμα γινέσθω.

ἀξιοπιστίας δὲ καὶ ὅταν τις συνδρομαῖς χρῆται, ὡς ἐν τοῖς Φιλιππικοῖς, οἷον εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πραγματείας εἶναι, νῦν ἡ συνδρομὴ καὶ μάλα ὀρθῶς δοκεῖ. τὸ γὰρ καθʼ ἑαυτοῦ δοκοῦν τὴν πρώτην συγχωρεῖ, ἵνα τὰ ὑπὲρ αὐτοῦ εἰσάγῃ.