Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἀξιοπιστίας δὲ καὶ τὸ ὡς ἀναμνησθέντα τι εἰπεῖν, οἷον μικροῦ γε ὃ μάλιστά μʼ ἔδει πρὸς ὑμᾶς εἰπεῖν παρῆλθον. τοῦ δὲ αὐτοῦ τρόπου καὶ τὸ ὡς ζητοῦντά τι εἰπεῖν, λάβε δὴ καὶ τὸ τῷ Χαβρίᾳ ψήφισμα ψηφισθέν. ὅρα δὴ καὶ σκόπει· δεῖ γὰρ αὐτὸ ἐνταῦθα εἶναί που. τὸ γὰρ μὴ ὡς παρεσκευασμένον, ἀλλʼ ὡς ἐπὶ καιροῦ ζητοῦντα εἰσάγειν ὅμοιόν ἐστιν αὐτοσχεδίῳ καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον.

παρὰ πάντα δὲ ἀξιοπιστίας τό τε ἐπισημαίνεσθαι τοῖς εἰσαγομένοις καὶ τὸ ὑπερβολαῖς χρῆσθαι. ἐπισημαίνεσθαι μέν, ὅταν λέγῃς, ὃ τοίνυν μάλιστα πάντων οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φυλάξασθαι, τοῦτʼ εἰπεῖν ἔτι βούλομαι. τοῦτό ἐστιν ἀρχόντων τῶν προειρημένων τῷ μέλλοντι εἰσάγεσθαι. ἡ δὲ ὑπερβολὴ ἐν τῷ ἑξῆς, οἷον εἰ γάρ τις ἅπαντα ὅσα Λεπτίνης ἐρεῖ περὶ τοῦ νόμου, διδάσκων ὑμᾶς, ὡς καλῶς κεῖται συγχωρήσει τούτοις ἀληθῆ λέγειν αὐτόν, ἕν γε αἰσχρὸν οὐδʼ ἂν εἴ τι γένοιτο, ἀναιρεθείη, ὃ συμβήσεται διὰ τοῦ νόμου κυρίου γενομένου τῇ πόλει.