Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἀξιοπιστίας δὲ καὶ ὅσα μὴ ἔχεις ἄλλοθεν συστῆσαι, ἐξ ἀκοῆς ταῦτα πιστοῦσθαι, ἤκουον δʼ ἔγωγε τινῶν ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι. καὶ πάλιν, ὡς δʼ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι. ἀξιοπιστότερον δὲ τὸ εἰς αὐτοὺς τοὺς ἀκούοντας ἀναφέρειν ἔχειν, οἷον ὑμῶν ἀκηκοὼς ἔγωγε ὑμᾶς διδάσκειν ἔχω. καὶ πάλιν, ἃ παρʼ ὑμῶν τῶν πρεσβυτέρων αὐτὸς ἀκήκοα.

ἀξιοπιστίας δὲ καὶ τὸ ἐπικαταψεύδεσθαι, οἷον ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, ἐν οἷς λέγει τὸν Αἰσχίνην ὀψὲ Ἀθηναῖον γεγενημένον, ὀψὲ γάρ ποτε, ὀψὲ λέγω, εἶτα ἀξιοπίστως ἐπικατεψεύσατο, χθὲς μὲν οὖν καὶ πρώην [εἶτα] Ἀθηναῖος καὶ ῥήτωρ. καὶ πάλιν ἐν τῷ κατὰ Αἰσχίνου τὸ μὲν ἀληθὲς [καὶ] τὸν μὲν ἀνῄρηκεν τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων, τὸ δὲ ἑξῆς ἐπικατεψεύσατο, οἷον τοῖς δὲ ἀπειλεῖ περιιών.