Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
καὶ τὴν Ἰξίονος τύχην προθέντες τῷ βίῳ, τοὺς δὲ οὐδὲ λέγειν ἔξεστιν ὁπόσου δή τινος τοὺς σφῶν ἀξιοῦσι γονέας καὶ παιδευτὰς, καὶ ὅπως τούτοις καὶ ζῶσι καὶ τελευτήσασι τὸν ἅπαντα τοῦ βίου κέχρηνται χρόνον, οὐ μόνον πλείστας καὶ μεγίστας καὶ λόγῳ καὶ ἔργῳ χάριτας αὐτοῖς ἐκτιννύντες καὶ σχεδὸν ὑπὲρ κεφαλῆς αἴροντες, ἀλλὰ καὶ μετʼ αὐτοὺς, ὡς εἰπεῖν, τοὺς θεοὺς ἄγοντες σφᾶς. ὥσπερ οὖν τοὺς μὲν οὕτω διακειμένους οὐκ ἂν ἀγάσαιτό τις τῆς γνώμης, διὰ τὸ μηδέν τι καινὸν, ἀλλʼ ἃ τὸ εἰκὸς ἀπαιτεῖ πράττειν αἱρεῖσθαι, ἐὰν δὲ τὴν ἀναγκαίαν ἐλλίπωσι ταύτην φορὰν, τότʼ ἀδικίας ἐσχάτης ἁλώσονται, ὣς δέ μοι δοκεῖ καὶ περὶ τῶν ἄλλως εὖ
πεπονθότων ψηφίζεσθαι χρῆναι. καὶ ὅπως ἐκεῖ μὴ τὴν φύσιν προΐσχῃ. εἰ γὰρ καὶ μείζων ἐπʼ ἐκείνοις ἡ δίκη, ἀλλὰ τὸ τῆς ἀγνωμοσύνης δή που ταυτὸν, ἐάν τε περὶ φύσιν ἐάν τε ἄλλως ξυμβαίνῃ. οὐ γὰρ τοῦ στρατηγὸν ἀνελόντος ἥττων ἂν δόξειε φονικὸς ὁ τοῦτʼ αὐτὸστρατιώτην ὁντινοῦν εἰργασμένος, οὐδʼ αὖ τοῦ τὰ ἱερὰ σεσυληκότος ὁ δημόσια κεκλοφώς· ἐπεὶ μηδὲ νόμον μᾶλλον ἐροῦμεν τὸν τοῖς προδόταις ἐπεξιόντα ἢ τὸν παρὰ τῶν τοιχωρυχούντων λαμβάνοντα δίκην.
καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμενʼ ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς, μειζόνως ἀδικήσομεν, εὖ οἶδα, ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δʼ ἀδικίας, εἴπερ ἃ παρʼ ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δʼ ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτʼ εἶναι· οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλʼ ὁ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτʼ ἀδικεῖ μόνον, τὸ