Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
μὴ τὰ προσήκοντʼ αὐτοῖς πράττειν αἱρεῖσθαι· οὐκοῦν τὸ μὲν μισεῖται, ἀδικίας δὲ κολαστὰς ἴσμεν τοὺς νόμους. εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὴ παρασχόντες ἠγνωμονοῦμεν ἂν, ταῦτα μετὰ τὸ παρασχεῖν ἀφελόμενοι τοιοῦτον καθʼ ἡμῶν βουλησόμεθα λόγον πᾶσι γενέσθαι, ὡς Ἀθηναῖοι τοὔλαττον ὡς κακὸν φυλαξάμενοι ἑκόντες ὄντες τῷ μείζονι περιέπεσον; μηδαμῶς. ἔτι τοίνυν ὁ
μὲν παρʼ ὧν εὖ ἐπεπόνθει, τούτους οὐκ ἐθέλων τοῖς ἴσοις ἀμείψασθαι ἀγνωμοσύνης ἅμα καὶ ἀδικίας ἔγκλημα φέρεται, ὁ δʼ ἃ δέδωκεν ἀφαιρούμενος πρὸς τῷ τούτοις ἐνέχεσθαι καὶ τὴν τοῦ μὴ τὰ δέοντα πράττειν εἰδέναι δόξαν ἑαυτῷ δή που προσάπτει, καὶ προσέτι σκαιότητος καὶ περιεργίας. διʼ ὧν γὰρ ἃ δέδωκενἀφαιρεῖν αὖθις οἴεται δεῖν, λογίζεσθαι πᾶσιν ἐξ ἀνάγκης ξυμβαίνει ὡς ἢ μὴ γνώμης εὐθύτητι παρέσχεν ἐκεῖνα, ἀλλʼ ὅπως μειζόνως τούτους οἷς ἀποστερήσει λυπήσῃ ἢ εἰ μὴ, τοῦτο λειπόμενόν ἐστιν ἐξ ἀνάγκης, ὡς οὐ μετὰ λογισμοῦ τότε παρέσχεν, ἐπεὶ πάλιν ἐκτὸς αἰτίας ἀφείλετο. τὸ γὰρ μηδʼ ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης· ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται· ἑτοίμως ἐφʼ ἕτερʼ ἄττα μεταχωρεῖν τεκμήριόν ἐστι θαυμαστὸν τοῦ τε καθάπαξ ἀβεβαίου τῆς γνώμης τοῦ τε μηδὲν ἐξ ἀρχῆς βεβουλεῦσθαι, ὥσπερ αὖ κραταιᾶς εὖ μάλα καὶ μετὰ λογισμοῦ καὶ ψήφου τοῖς πράγμασιν ἐγχειρούσης τὸ μηδὲν εἰκῆ μεταβάλλειν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένειν. εἶεν.
Λεπτίνη, σὲ δʼ ἄν τις ἔρηται τοῦ χάριν θυσίαις καὶ τελεταῖς τοὺς θεοὺς καὶ προσόδοις τιμῶμεν, εἰ μὲν ὧν παρʼ αὐτῶν εὖ πεπόνθαμεν μόνων ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς, εἰ δὲ τοῦθʼ ἅπασι δῆλον ὡς ἐφʼ ἑκάτερον ταῦτα