Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

πραγμάτων χωρεῖν, οὐδὲν ἀπεικὸς οὐ μόνον τὴν ὑπὲρ ἀτελείας χειροτονίαν ἀνελεῖν ἐθελῆσαι, ἀλλὰ καὶ πάντων ὡς εἰπεῖν τῶν καὶ ἡμῖν καὶ τοῖς ἡμετέροις προγόνοις καλῶς ἐγνωσμένων ἐπίπροσθεν θέσθαι τοὺς τοῦ δεῖνος ἢ τοῦ δεῖνος φληνάφους. εἰ δὲ τὰ τοιαῦτα νοσεῖν καὶ πρὸς ὑμᾶς αὐτοὺς στασιάζειν ταῖς γνώμαις οὐδʼ ἂν ὄναρ ἐνέγκοιτε, οὐκοῦν ἕως γʼ ἂν εἰς Ἀθηναίους τελῆτε καὶ τὸ μέγα καὶ θαυμαστὸν τουτὶ φρόνημα σώζητε, οὐδʼ ἀτελείας πέρι οὐδὲν καινὸν οὐδʼ ὁπωστιοῦν ποτε ψηφιεῖσθε, κἂν μυριάκις διαρραγῶσί τινες, ἄνω καὶ κάτω λειτουργιῶν μεμνημένοι, ἀλλὰ τοῖς ὡς ἄριστα καὶ λυσιτελῶς δεδογμένοις ἐμμενεῖτε καθάπαξ.

σκοπεῖτε δὲ κἀκείνως. τῶν πραγμάτων, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ μὲν οἷς οἴκοθεν παρεσκεύασται τὴν σύστασιν ἴσχει καὶ οὐ τοσοῦτον δεῖται πρὸς συμμαχίαν τοῦ χρόνου, τὰ δʼ εἰ καὶ ἄλλως ἐνδεῖ, ἀλλὰ τὸ πόρρωθεν ἦρχθαι μέγιστον σφίσι πρὸς τὸ τιμᾶσθαι ξυναίρεται·

ἔστι δʼ ἃ τούτων μὲν ἀμφοτέρων μετέχει, τοῦ δὲ καὶ τιμᾶσθαι παρὰ πάντων οὐκ ἐξ ἴσης μετέχει, ἀλλʼ οἱ μὲν μᾶλλον, οἱ δʼ ἔλαττον χρῶνται, καὶ οἱ μὲν, οἱ δʼ οὔ. τὸ δὲ πᾶσιν οἷς ἔξεστι τοὺς εὐεργέτας κοσμεῖν καὶ μηδὲν τῶν εἰκότων ἐλλείπειν οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ

ἄμφω ταῦτα τοῦ παντὸς ἄξιον χρῆσθαι ὥστε καὶ ἄνθρωποι πάντες καὶ οἱ τὸν Ὄλυμπον οἰκοῦντες θεοὶ καὶ δαίμονες τὴν αὐτὴν περὶ τούτου φέρουσι ψῆφον καὶ ξυγχωροῦσι κατὰ ταῦτα, οἱ μὲν τοῦ μηδένα μὴ δεῖν τὸ παράπαν ἔτʼ ἔχειν ἀγνωμονεῖν παράδειγμα τὸν Ἰξίονα