Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ποιήσονται δή που πάντες ἢ τοῦ μηδὲν ὧν ἔφην τοὺς προγόνους εἰργάσθαι, ἢ τοῦ μηδὲν ἡμᾶς ἐκείνοις κατὰ γένος προσήκειν, διὰ τὸ τοὺς μὲν καὶ τῶν αὐτοὺς ἀδικησάντων ὥσπερ εὖ πεποιηκότων ὑπὸ μεγαλοψυχίας πολλάκις προστῆναι καὶ πᾶσαν ὑπὲρ τούτων εἰσενηνοχέναι σπουδὴν, ἡμᾶς δὲ καὶ ἃ τοῖς εὐεργέταις δικαίως ἀποδεδώκαμεν, ταῦτʼ αὐτοὺς ὡς δυσμενεστάτους ἀναφανέντας ὑπʼ ἀγνωμοσύνης ἀφῃρηκέναι. ὃ καὶ θαυμάζω εἰ μηδὲν μὲν αὐτοῖς ἐγκαλεῖν ἔχοντες οὕτως ἀτιμάζομεν, ὡς ἀφαιρεῖσθαι σφίσι τὰς δωρεὰς, κακοὺς δὲ εἰς ἡμᾶς ἀναφανέντας ἔπειθʼ ἕξομεν ὁτιοῦν πλέον εἰργάσθαι.
ἄνευ δὲ τούτων εἰ, ὅταν τις διʼ ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος ἢ κατʼ ἐκεῖνο μεμπτέος· ἦ πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δʼ ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ
νεμεσῴη δικαίως; ἡμεῖς τοίνυν εἰ μὲν τῆς πρὸς ἄλλους βλάβης χωρὶς ἡμῖν αὐτοῖς τὰ λυσιτελῆ κατὰ τὸν σὸν ἐπορισάμεθα λόγον, Λεπτίνη, ζηλωτοί τινες ἂν εἴημεν· νῦν δὲ εἰ ἃς δεδώκαμεν δωρεὰς τοὺς ἔχοντας τούτων ἀποστερήσομεν, ἀποστερήσομεν καὶ ἡμᾶς αὐτοὺς τοῦ τε πιστεύεσθαι τὸ λοιπὸν τοῦ τε προσδοκᾶν ἔτι παρʼ ὡντινωνοῦν τὰ βελτίω. καὶ γὰρ οὕτως ἔχει· ἐὰν μὲν ἃ τοῖς εὐεργέταις ἀπέδομεν, ταῦτʼ αὐτοῖς ἐάσωμεν ἔχειν, οὐ μόνον τὰ δίκαια ποιοῦντες ἐσόμεθʼ αὐτοῖς, ἀλλὰ καὶ τοὺς ἄλλους πρὸς τούτοις ἐπὶ τὰ ἴσα
προτρέψομεν. ἐὰν δὲ, ὃ μὴ γένοιτο, ταῦτʼ ἀφελώμεθα, οὐ μᾶλλον σφᾶς ἀδικήσομεν ἢ ἡμᾶς αὐτοὺς, τῶν συμφερόντων ἀποστεροῦντες καὶ ὧν ἥκιστʼ ἐχρῆν· καὶ προσέτι δόξομεν ἢ τηνικαῦτα μὴ καλῶς βεβουλεῦσθαι ἃ μετʼ ὀλίγον ἐμέλλομεν ἀφαιρεῖσθαι, ταῦτʼ αὐτοῖς παρασχόντες, ἢ εἰ καλῶς βεβουλεύμεθα τότε, νῦν οὐ καλῶς ἀφαιρεῖσθαι. ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ὅλως ἀστάτῳ δή τινι γνώμη πρὸς πάντʼ ἐγνώκειτε χρῆσθαι καὶ κατὰ τὰς Εὐρίπου στροφὰς ἑκασταχόσε τῶν