Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

μὲν ἀντʼ ἀγαθῶν φαύλους ποιεῖσθαι, τοῖς δʼ ἑτέρως ἢ προὐθέμεθα χρῆσθαι, τὰ οὐκ ὄντα δοξάζεις. διὰ τί; ὅτι οὐ παρὰ τὴν ἡμετέραν διαγνώμην καὶ ψῆφον, οὐδʼ ὅτι περ ἃ προσῆκε, περὶ τούτων εἰδότες, εἶθʼ ἑκόντες ταῦτʼ ἀφέντες ἃ μὴ προσῆκεν εἱλόμεθα, ἀλλὰ παρὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν καὶ τοὺς καιροὺς καὶ ὅ τι τοιοῦτον εἴποι τις ἂν, ταῦθʼ οὕτω ξυνέβη. ὡς ἡμεῖς μὲν ὅπως βέλτιστα ταῦτʼ ἔσται πάντα καὶ ποιεῖν καὶ λέγειν ᾠήθημεν δεῖν· εἰ δὲ μηδὲν ὧν βουλόμεθα γέγονε, τὴν τῶν ξυμπεσόντων ἀνάγκην, μὴ ἡμᾶς αἰτιῶ. ὥσπερ γὰρ ὁ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως ὁ μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που

καὶ σφαλῇ τύχῃ τινὶ, καὶ οὕτως ἐπαίνων ἄξιος ἂν εἴη, τοῦ δικαίου νικῶντος· τὸ γοῦν εἰς αὐτὸν ἧκον ἅπαντʼ ἔχει καλῶς, καὶ προνοίας ἕνεκα καὶ σπουδῆς καὶ τοῦ μηδὲν τῶν γιγνομένων ἐλλείπειν. ὥστε ἕως ἂν ᾖ τὸ τὰ βέλτισθʼ αἱρεῖσθαι, οὐδʼ ἂν εἷς ἑκὼν ἀπατώμενος εἴη, ὥς γε ἐγὼ νομίζω, κἂν μυριάκις ἀποτύχῃ τοῦ τέλους. καὶ σὺ τοίνυν σκοπῶν ἂν μὲν ἡμᾶς εὕρῃς σκέψεως ἀκριβοῦς καὶ βουλῆς ἐν οἷς ἔξεστιν ἀμελοῦντας καὶ μὴ λογισμῷ καὶ κρίσει τὸ πᾶν ἐνδιδόντας, ἀλλʼ ἁπλῶς οὕτω χρωμένους τοῖς πράγμασι, τότʼ ἤδη καὶ ῥᾳδίους ἡμᾶς εἶναι φάθι καὶ ἥττους ἀπάτης. εἰ δὲ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ τοῦτʼ Ἀθηναίων ἐπίσημον, βουλαὶ καὶ δίκαι καὶ τὸ μετὰ πλείστων τε καὶ καλλίστων τῶν ψηφισμάτων ἑκασταχόσε χωρεῖν· οἵ γε καὶ τοὺς στρατηγοὺς αὐτοὺς