Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οὐ μόνον ἐντεῦθεν αἱροῦνται, ἀλλὰ καὶ πεπαυμένους εἰς εὐθύνας ἄγουσι· πῶς οὐ παραπλήσιον ποιεῖς εἰς εὐκολίαν τουτουσὶ διαβάλλων, ὥσπερ ἂν εἰ καὶ τὸν Πύθιον κακίζειν ἠξίους, ὡς οὐδὲν τῶν δεόντων ἐπίσταται, ὃς καὶ τοῦ τί δεῖ ποιεῖν ἡγεμὼν τοῖς ἄλλοις καὶ σύμβουλός ἐστιν ἀσφαλὴς, καὶ ξυμπάσης ὡς εἰπεῖν τῆς οἰκουμένης τὰ τοιαῦτα δημαγωγὸς καὶ προφήτης; οὐκοῦν διʼ ὧν νῦν ἡμῖν εὖ μάλα σαφῶς ἀποδέδεικται, δέδεικται ὡς ἡμεῖς μὲν οὐχ ὅσον ἀπατᾶσθαι ῥᾴδιοι, ἀλλὰ καὶ τοὺς ἀπατῶντας παντὸς μᾶλλον ἐξελέγχειν δεινοί· σὺ δὲ οἷς λέγεις οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι, ἀλλὰ καὶ ὡς εἰς

ἀπατωμένους τελεῖς δίδως εἰκάζειν οἷς περὶ ἡμῶν τοιαύτην ἔσχηκας δόξαν.

καὶ τοῦτο μὲν δὴ τοιοῦτον καὶ οὕτως ἀποφανθέν. σὺ δὲ καὶ ὅταν ἀτέλειαν ἐξελαύνῃς τῆς πόλεως, διὰ τὸ

τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς διʼ ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντʼ ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντʼ εὖ πείσεσθαι παρʼ αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτʼ εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ