Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
συκοφαντίας ἀτεχνῶς ἁλισκόμενος. ἔτι τοίνυν εἰ διαρρήδην
μὲν παρὰ πάντων ὁμολογεῖται δεινούς τινας Ἀθηναίους μάλιστα πάντων τὰ δέοντα ξυνορᾶν καὶ ὃ τούτου κάλλιον, τῶν εὑρόντων ἄμεινον χρῆσθαι, σὺ δʼ οἷς αὐτοὺς φάσκεις πρὸς ἐξαπάτην ἔχειν ἑτοίμως, εἰς Μελητίδας ἐντάττεις, ἡδέως ἄν σε ἐροίμην ποτέροις δή τισιν ἡμᾶς προσεκτέον τὸν νοῦν, πότερον πᾶσι τοῖς ἄλλοις ἢ σοί γε; οὐ γὰρ ἀμφοῖν, οἶμαι, φήσεις, οὐδʼ οἷόν τε, ἀλλʼ ἀνάγκη δυοῖν θάτερον, ἢ πάντας ἀνθρώπους οὐκ ἀληθῆ περὶἡμῶν φάσκειν νομίζειν, εἰ τῶν ἐξαπατωμένων ῥαδίως κατὰ τὸν σὸν λόγον ἡμεῖς, ἢ μηδενὸς λόγου τοὺς σοὺς ποιεῖσθαι φληνάφους, εἴ γε τὴν ἁπάντων μαρτυρίαν καὶ ψῆφον τοσοῦτον ἔχουσαν ἴσμεν τὸ συγκεχωρηκὸς ὡς μὴ μόνον ἑκασταχοῦ τῶν πραγμάτων ταύτην χρῆναι διώκειν καὶ προτιμοτέραν τῆς ἐν μέρει πολλῷ τῷ ὄντι νομίζειν, ἀλλὰ καὶ τὴν ἐντεῦθεν φήμην θεὸν προσειρῆσθαι. καὶ
τούτου μάρτυς αὐτὸς, οὐχ ἕνα καὶ δύο, ἀλλʼ Ἀθηναίους πάντας καὶ διʼ αὐτῶν πάντας ἀνθρώπους συμψήφους καὶ συναγωνιστὰς λαβεῖν ἐθέλων τοῦ νόμου, ὡς τὴν ἐν μέρει μαρτυρίαν οὐδὲν οὖσαν μὴ παρούσης ἐκείνης. εἶεν.εἰ δʼ ἡμετέραν ἀπάτην νομίζεις ἅ γʼ ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων καὶ ὅλως ὑπὲρ ὧν πρόκειται σκέψις, ἔστιν ὅτε παρὰ τὸ εἰκὸς ἡμῖν ἀπαντᾷ, ὡς τοὺς