Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

φησί· διὰ γὰρ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι τὸν δῆμον ταῦτʼ εἰκότως προσγράψαι. τί οὖν ἐκώλυεν, εἴπερ ταῦθʼ οὕτως

εἶχε, Λεπτίνη, μὴ καὶ ξύμπαντας τοὺς ἐξ ἀρχῆς νομοθετικοὺς ταῦτα τοῖς σφῶν νόμοις προσγράψαι, ἀλλʼ ἁπλῶς οὕτως ὑποθέσθαι τὸ δέον; ἢ τότε μὲν τῆς πολιτείας οἱ κρείττους παθῶν ἐπεστάτουν θεοὶ, νῦν δʼ ἐπεὶ δημαγωγεῖν ἔχουσιν ἄνθρωποι καὶ ταύτῃ τὰ κοινὰ διοικεῖται, χώραν ἴσχει τοῦ φενακισμοῦ; ἀλλʼ οὐκ ἂν εἰπεῖν ἔχοις· ἀλλʼ οἶμαι τῷ μηδʼ ὁτιοῦν φλαῦρον, ἀλλὰ πάντα τὰ βέλτιστα ξυνειδέναι τοῖς αὐτῶν νόμοις, τοῖς μὲν οὐδεμιᾶς τινος τοιαύτης ἐμέλησε τῆς προσθήκης, σοὶ δὲ οἷς ταύτης ἐμέλησεν ἔδειξας οὐ σφόδρα τοῖς νόμοις οἷς λέγεις θαρρεῖν.

χωρὶς δὲ τούτων εἰ μὲν οὐδέσιν ἄλλοις, μόνῳ δʼ ἐνῆν τῷ δήμῳ περὶ πάντων ἔχειν ψηφίζεσθαι, οὐδʼ οὕτως ἂν ἦν παράκρουσιν ἡντινοῦν ὑφορᾶσθαι, διὰ τὸ

τὸν δῆμον τῶν Ἀθηναίων τῶν παρʼ ἄλλοις δικαστῶν εἶναι βελτίω καὶ οἷον εἰκὸς τὸν τῆς Ἀθηνᾶς τρόφιμον. ἴσως δʼ οὖν καί τι τοιοῦτον ἂν ξυνηνέχθη. ὅτε δὲ καὶ βουλή τις ἡμῖν θαυμαστὴ καὶ πάνθʼ ἃ προσῆκεν αἱρούμενος δῆμος καὶ δικαστῶν πλῆθος καλόν τε κἀγαθὸν καὶ τῇ περὶ τοὺς νόμους ἀκριβείᾳ καὶ τὸν Ῥαδάμανθυν ἂν παριόντων· πῶς οἷόν τʼ ἀπάτην διὰ τοσούτων καὶ τηλικούτων χωρῆσαι; ἢ πῶς ἂν ὁμοῦ πάντας ἔλαθε γεγονυῖα; καὶ μὴν εἰ μὲν ἡμῶν ἀπάτη κρατεῖ καὶ πρὸς τὸ πάθος ἑτοίμως ἔχομεν, ἔδει δή που κἀν τῷ παρόντι τοῦθʼ ὑπὸ σοῦ πεπονθέναι. νῦν δὲ περὶ ὧν ἤδη νόμον εἰσάγεις ἀπατᾶν ἡμᾶς ἐπιχειρῶν, ὡς ἄρα τῶν βελτίστων ταῦτʼ ἐστὶ τῇ πόλει, τοσοῦτον ἀπέχεις ὃ βούλει ῥᾳδίως εἰργάσθαι, ὡς καὶ ᾧ μὴ βούλει ῥᾳδίως περιπεσεῖν, κακουργίας καὶ