Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
πάντας ἀφελώμεθα νόμους, διὰ τοὺς νόμους τοὺς σούς. ὅπερ οὐκ ἄτοπον μόνον, ἀλλὰ καὶ παντάπασιν ἀσεβές· ἐπειδήπερ εὐνοίᾳ θεῶν εὖ πράττουσιν ἄνθρωποι, καὶ μάλισθʼ ἡμεῖς, τὰ μὲν οἴκοθεν εἰσφέροντες καὶ αὐτοὶ, τὰ δὲ καὶ τοὺς ἄλλους ξυναγωνιστὰς τῆς ἀγαθῆς ἔχοντες τύχης· ὥσπερ αὖ μὴ βουλομένων ἐκείνων τά τʼ ἔνδον τά τε θύραζε δυστυχεῖ. εἰ τοίνυν τὸ μὲν οὐκ οὔσαις σκήψεσι χρῆσθαι καὶ ἃ μὴ προσῆκε συμπλάττειν, ἐφʼ ᾧ κοινὴν βλάβην εἰργάσθαι, ἀνδρός ἐστι φθόρου καὶ μηδὲν ὑγιοῦς, τὸ δὲ τοὺς εὖ ποιεῖν αἱρουμένους καθάπαξ ἐπέχειν τοῖς
θεοῖς πολεμοῦντος, σὺ δὲ περιφανῶς πᾶσι τούτοις ἐνέχει, οὐχ ὅσον νόμους εἰσφέρειν, ἀλλʼ οὐδὲ νόμων ὅλωςἀκροᾶσθαι δίκαιος εἶ, τῷ τοὺς μὲν κωλυτὰς κακουργημάτων τυγχάνειν ὄντας, σὺ δʼ εἴπερ τις τὰ τοιαῦτα τεχνίτης. ἅμα δὲ οὐδὲ νόμον τὸν σὸν δὴ τοῦτον ἔγωγʼ ἂν φαίην, ἀλλʼ ἀνομίαν αὐτὸ καὶ τῆς πολιτείας ἀνατραπὴν καὶ οὐδὲν ὑγιὲς, οὐ μόνον τῷ μηδὲν αὐτὸν ἔχειν ὧν τοὺς ἀγαθοὺς νόμους ἴσχειν εἰκὸς, οὓς καὶ κοινοὺς τῶν πραγμάτων σωτῆρας μετὰ τοὺς θεοὺς ἅπαντες ἴσμεν, ἀλλὰ καὶ τῷ τοσούτων καὶ τηλικούτων, ὡς ἔφην, τῇ πόλει δεινῶν, ἐὰν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πρόησθʼ, αὐτὸν αἴτιον ἂν γεγενῆσθαι.
ὅτι δὲ καὶ Λεπτίνης αὐτὸς οὐχ οἷς λέγει τοσοῦτον θαρρεῖ δείκνυσι δή πως διʼ ὧν τοῦ τʼ εἰσέπειτα πρόνοιαν ἴσχει καὶ τοῖς ὑπὲρ ἀτελείας αὖθις θήσουσι νόμον θανάτου τιμᾶται, οὐδενὸς τῶν νομοθετῶν, ὡς ἅπαντες ἴσασιν, οὐδέν τι τοιοῦτον προσθέντος τοῖς νόμοις. ναὶ,