Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

βλέπει καὶ οὐ μόνον τῶν παρελθόντων, ἀλλὰ καὶ τῶν μελλόντων διʼ αὐτῶν ποιούμεθα πρόνοιαν· τὰ μὲν ὅπως εὖ μάλα παρέσται δεόμενοι καὶ μετὰ παντὸς ἀεὶ τοῦ βελτίονος, τῶν δὲ χάριν εἰδότες, καὶ πρὸς τὰ ἴσα καὶ μείζω παρακαλοῦντες· τί καινὸν, εἰ καὶ πρὸς τοὺς εὐεργέτας ταυτὸν τοῦτο ποιεῖν οἰόμεθα δεῖν, ἐπεὶ καὶ πρώτους εὐεργέτας ἅπαντες ἴσμεν θεοὺς, καὶ ὡς ἐξ ἀρχῆς

συστησαμένους τόδε τὸ πᾶν, καὶ ὡς τῇ διηνεκεῖ διὰ πάντων προνοίᾳ συνέχοντας τοῦτʼ ἀεὶ καὶ κοσμοῦντας καὶ χαίροντας τῷ προσρήματι τούτῳ μᾶλλον ἢ πολυτελείαις ἐναγισμάτων; ὥστε τοῦτον τὸν τρόπον ταυτόν ἐστιν εἰς εὐεργέτας καὶ εἰς θεοὺς ἁμαρτεῖν. καὶ μὴν ἄνθρωποι μὲν ἁπάντων εἰσὶν ἐνδεεῖς, θεοῖς δὲ μηδενὸς δεῖ τῶν

ἁπάντων, ἅτʼ οὖσι χορηγοῖς τῶν ἁπάντων· ἀλλʼ ἢν τὰ παρʼ ἡμῶν ποτʼ ἐλλείπῃ καὶ μὴ τὴν νομιζομένην ταύτην εἰσφέρωμεν εἰσφορὰν, ἐναγεῖς εὐθὺς ἡμεῖς καὶ μιαροὶ καὶ προδόται τοῦ θείου καὶ κακῶν κάκιστοι, καὶ δεῖ δοῦναι δίκην, κατὰ τὸν Σωφρονίσκου Σωκράτη. εἰ τοίνυν τοῖς μηδενὸς δεομένοις θεοῖς τοσούτων ἐσμὲν ὀφειλέται, καὶ πάντων ἀναγκαιότατος οὗτος ἔρανος, πόσον τι χρὴ τοῦτʼ εἶναι τοῖς πάντων δεομένοις ἀνθρώποις;

παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω, μάλιστα πάντων ἡμῖν διαφέρον, ὡς εἰ καὶ τῶν δικαίων ἥκιστʼ ἐτύγχανεν ὂν τὸ τοὺς εὐεργέτας δή που τιμᾶν, καὶ ἃ παρεσχόμεθʼ αὐτοῖς, ταῦτʼ εἰς ἅπαν ἔχειν ἐᾶν, ἡμεῖς δὲ καὶ οὕτως οὐκ ἂν τῆς συνήθους ἐξέστημεν μεγαλοψυχίας καὶ τοῦ παντὶ τρόπῳ κοινῇ πάντας ἐκ τῶν δυνατῶν εὖ ποιεῖν προθυμεῖσθαι· εἰκότως. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡμῖν λόγος χρημάτων οὐδʼ εἱστισοῦν, καθάπερ πᾶσι τοῖς ἄλλοις, ἀλλὰ θαυμαστῆς τινος δόξης καὶ τοῦ φιλανθρώπους ἐκ περιουσίας διὰ πάντων ἅπασιν εἶναι. τεκμήριον δʼ ἐναργὲς τὸ πάλαι μὲν ἡμᾶς πάνυ τοι πλείστων