Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
εὐπορηκέναι χρημάτων, πάντα δὲ ταῦθʼ ὑπὸ φιλοτιμίας προέσθαι καὶ τοῦ θαυμάζεσθαι βούλεσθαι, μίαν ὡς ἀληθῶς ἡγουμένους περιουσίαν τὴν ἐν τοῖς τοιούτοις δαπάνην, τά τε ἄλλα καὶ ὅτι χρήματα μὲν ὑπόκειται τύχῃ, φιλοτιμίας δὲ ἀθάνατός ἐστιν ἡ κτῆσις καὶ τὸ κλέος αὐτῆς οὔποτʼ ὀλεῖται· ἧς οὔτʼ οὖν τινές πω τῶν πάντων οὐδʼ ἐπὶ σμικρὸν ἀμφισβητεῖν ἔσχον ἡμῖν οὔθʼ ἡμεῖς κίνδυνον πώποθʼ ὁντινοῦν ἐξέστημεν ὑπὲρ ταύτης, ἀλλὰ καὶ σωμάτων καὶ χρημάτων κοινῶν τε καὶ ἰδίων καὶ πάσης ἡστινοσοῦν ἄλλης παρασκευῆς διʼ αὐτὴν ταύτην ἠφειδοῦμεν ἡδέως. ὅθεν σεσώκαμεν μὲν Ἡρακλείδας κινδυνεύοντας ὑπʼ Εὐρυσθέως παντάπασιν ἐκτετρῖφθαι, καὶ διʼ ἡμῶν εὑρομένους αὐτόν τε ἀμύνασθαι καὶ τῆς Λακεδαίμονος αὖθις μετὰ πολλοῦ τοῦ κρείττονος ἐπιβῆναι· σεσώκαμεν δὲ οὐ μόνον τὸν περὶ Θήβας
ἠτυχηκότα καὶ τῆς Σφιγγὸς καθαιρέτην Οἰδίποδα τὸν Λαΐου, ἐξεληλαμένον μὲν Θηβῶν τε καὶ πάσης τῆς Βοιωτίας ὑπὸ τοῦ συγγενοῦς Κρέοντος, καταφυγόντα δὲ ὡς ἡμᾶς, καὶ μεγίστης ἀξιωθέντα προνοίας· ἀλλὰ καὶ Θηβαίους αὐτοὺς, ὕστερον κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένους. καὶ μὴν καὶ Ταναγραίοις καὶ Θετταλοῖς τοῖς μὲν στάσει χρησαμένοις καὶ πρὸς τὸ μηδὲν ἤδη χωροῦσι, Ταναγραίοις δὲ ὑπὸ Θηβαίων ἐξῳκισμένοις γεγόναμεν ἐν καιρῷ, τοῦ μὴ διεφθάρθαι καθάπαξ αἴτιοι μετὰ τοὺς θεοὺς αὐτοῖς καταστάντες. ταυτὸ δὲ τοῦτο Μεσσήνιοι καὶ Πλαταιεῖς ἔχουσι λέγειν, οἱ μὲν ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων κατασκαφέντες, ὑφʼ ἡμῶν δὲ σωθέντες, οἱ Πλαταιεῖς, τοῖς δʼ ὑπὸ Λακεδαιμονίων κατασκαφεῖσι τὰ μέγιστα ξυνηράμεθʼ ἡμεῖς, καὶ νῦν εἰσι Μεσσήνιοι διὰ τὴν πόλιν. καὶ σιωπῶ Δρύοπας
καὶ Πελασγοὺς καὶ πάντας τοὺς ἄλλους, οὓς ἐδέξατο μὲν κινδυνεύοντας, οὕτω δʼ ἀντʼ ἀγαθοῦ του δαίμονος σφίσι κατέστη ὡς ἐπιλελῆσθαι διʼ ὧν εὖ πεπόνθασι καὶ τῶν συμφορῶν.καὶ οὐχὶ πάλαι μὲν οὕτω πρὸς πάντας θαυμαστῶς καὶ μεγαλοψύχως ἔσχεν ἡ πόλις, νῦν δὲ ὡς ἑτέρως καὶ παρὰ πολὺ τῶν προγόνων καὶ τῆς ὑποθέσεως ἀναξίως, ἀλλὰ χθὲς καὶ πρώην ἐπὶ τῶν Μηδικῶν, τοῦ μὲν βαρβάρου μεγάλων καὶ ὧν οὐκ ἄν τις ἤλπισεν ἡμᾶς ἀξιοῦντος, ἐφʼ ᾧ συμμάχους αὐτῷ προσλαβεῖν δεδυνῆσθαι, τῶν δʼ αὖ Λακεδαιμονίων ἑτέρωθεν ἐν τούτῳ δέους διὰ ταῦτα μάλιστα καταστάντων, ὡς καὶ παῖδας ἡμῖν καὶ γυναῖκας καὶ πρεσβύτας, ἕως ἂν ὁ πόλεμος ᾖ, διὰ πάντων εὖ ποιεῖν ὑπεσχῆσθαι, ποίους τινὰς παρέσχομεν ἡμᾶς αὐτοὺς καὶ πῶς τουτοισὶ διετέθημεν δή