Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

πρῶτον μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκεῖνο μαθεῖν ἡμᾶς δεῖ, ὅτι τοσούτων καὶ τηλικούτων ἄνωθεν, οὐκ Ἀθήνησι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς Ἕλλησι συμβούλων καὶ νομοθετῶν γεγονότων, τούτων μὲν οὐδεὶς οὐδέν τι τοιοῦτον πώποτʼ οὔτʼ ἔγραψεν οὔτʼ εἰσηγήσατο· μάλιστα ἂν εἴ γε συμφέρειν ᾔδεσαν καὶ τοῦτʼ εἰρηκότες, ὥσπερ καὶ τἄλλα, διʼ ὧν ἡμῖν ἡ πόλις, σὺν θεοῖς εἰπεῖν, ἄριστα

ἔχει μόνος δὲ οὗτος, ὥσπερ ἐκ θεῶν ἥκων καὶ τὸ συμφέρον ἐκεῖθεν ὑπὲρ τοὺς ἄλλους πάντας εἰδὼς, ἐπὶ ταῦτα προῆλθε, καὶ νομοθετεῖν οἴεται δεῖν ἃ μηδὲ τὴν ἀρχὴν ἐντεθυμῆσθαι προσῆκεν. ἔπειθʼ ὅτι πάντων ὡς εἰπεῖν τῶν νόμους τιθέντων οὐ τὸ συμφέρον μόνον σκοπούντων, ἀλλὰ καὶ ὅπως μετὰ δόξης τοῦτʼ ἔσται μάλιστα παρασκευαζόντων, ὡς τὸ μὲν μετὰ δόξης εὖ πράττειν εὖ πράττειν ὡς ἀληθῶς ὂν, ἄνευ δὲ ταύτης ἐξ ἡμισείας οὖσαν τὴν τύχην· οὕτω πολλοῦ τινος ἐδέησε Λεπτίνης ἀμφοτέρων τουτωνὶ ποιήσασθαι λόγον, ὡς καὶ ἀμφοτέρων τούτων διʼ οὗ γράφει νόμου τὴν πόλιν ἀποστερεῖν, ἀτέλειαν

ἐκ μέσου τιθείς. ἀλλὰ μή πω τοῦτο, ἀλλʼ ὅτι διʼ ὧν μόνος τῶν πάντων ἀναιρεῖν ταύτην πειρᾶται καὶ ὅπως μηκέτʼ ἔσται τοῦ λοιποῦ πᾶσαν εἰσφέρει σπουδὴν, διὰ τούτων οὐχ ἥκιστα πάντων συνίστησι ταύτην, καὶ ὅπως εἰς ἅπαν ἔσται κατασκευάζει σαφῶς. ὅταν γὰρ ταύτῃ μὲν οὐδʼ ἡντινοῦν μέμψιν ἐπάγῃ, οὐδʼ ἀγορεύειν κακῶς ἀξιοῖ, ἀναξίους δέ τινας φάσκῃ ταυτησὶ μετασχόντας τῶν λειτουργιῶν ἀποσχέσθαι, ἄμφω ταυτὶ μαρτυρεῖ, καὶ τὴν ἀτέλειαν ὡς κάλλιστα ἔχειν καὶ χρῆναι ταύτην εἰς ἀεὶ παραμένειν τῇ πόλει, καὶ πρός γε ἔτι τὸ μηδʼ ἂν αὐτὸς ἐπὶ τὸ νομοθετεῖν κεκινῆσθαι, εἰ τοὺς μετέχοντας ἀξίους ἑώρα. ὅτε τοίνυν οὐκ ἂν τοῦτʼ ἔδρα, εἰ μηδεὶς ἀνάξιος ἦν, οὐκ εἰκότως οὐδʼ ἐξ ἀνάγκης κατὰ τῆς ἀτελείας χωρεῖ, δέον κατὰ τῶν ἀναξίων μόνον, ὡς οὐ προσηκόντων τῷ πράγματι.