Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

καὶ μηδεὶς εἴπῃ ὡς ἐπειδή τινες φαῦλοι ταύτης μετέσχον, διὰ τοῦτο καὶ ταύτην ἐν τοῖς φαύλοις θετέον.

ἀλλʼ ἐπειδὴ πᾶσιν ὡς εἰπεῖν τοῖς βελτίστοις τῆς ὑπὲρ ἡμῶν προθυμίας δίδοται γέρας, διὰ τοῦτο καὶ ταύτην ἀνάγκη μετὰ τῶν σφόδρα συνεχόντων τὴν πόλιν σπουδῆς ἀξιοῦσθαι. ἄλλως δὲ οὐδʼ ἀνάξιος πώποτʼ οὐδεὶς, ὡς ἐγᾦμαι, ταύτης μετέσχεν, οὐδʼ ἐγγὺς, ἀλλʼ ὅστις τὰ πρὸς ἡμᾶς ἄριστος ὦπται καὶ γεγονὼς ἐν καιρῷ. τοὺς γὰρ τοιούτους μάλισθʼ ἡ πόλις πᾶσιν οἷς ἔχει δωρεῖται καὶ τιμᾷ τὰ εἰκότα καλλίστους ἐξ ὧν ἔδρασαν σφᾶς ἡγουμένη· κἂν ἄλλως φαῦλοί τινες τύχωσιν ὄντες καὶ μὴ διὰ σφᾶς αὐτοὺς ἀξιόχρεῳ δόξης. ὥστʼ ἀνάξιός ἐστʼ οὐδεὶς, ὦ Λεπτίνη, τοῦτο τὸ μέρος. οὐ μὴν ἀλλʼ εἰ καὶ τὰ

μάλιστα τοῦθʼ οὕτως ἔχει, ὅτι μὲν πολλῷ κάλλιον καὶ φιλανθρωπότερον διὰ τοὺς ἀξίους δή που καὶ τοὺς ἀναξίους τιμᾶσθαι ἢ διὰ τοὺς ἀναξίους ἀποστερεῖσθαι ταύτης καὶ τοὺς ἀξίους, ἐῶ. ἀλλὰ καὶ οὕτω σαυτῷ περιπίπτεις. τί γὰρ οὐ τοὺς ἀναξίους μόνους, ἀλλὰ καὶ τοὺς ἀξίους ἁπλῶς ἀτελείας ἀποστερεῖς; εἰ γὰρ τῷ ὄντι μόνοις τουτοισὶ δυσχεραίνεις, ἔδει δή που τούτων μεμνῆσθαι μόνων, τῶν δʼ ἄλλων ἀπέχεσθαι. νῦν δὲ οἷς πάντας ἁπλῶς ὑπάγεις τῷ νόμῳ ἔοικας οὐχ οὓς λέγεις μόνους κακίζων, ἀλλὰ κοινῇ πᾶσι βασκαίνων πάντας ἀφαιρεῖσθαι πειρᾶσθαι τὰς δωρεάς. μᾶλλον δὲ οὐκ εἰκάζειν, ἀλλʼ εἰδέναι δίδως σαφῶς μηδʼ ὁπωστιοῦν ἔχων πρὸς ταῦτʼ ἀντειπεῖν.

σκόπει δὲ καὶ οὕτως. εἰ ὅστις ἀνάξιος, ὡς αὐτὸς λέγεις, οὗτος καὶ ἀτελείας ἀνάξιος, ἀνάγκη πᾶσα τοὺς ἀξίους ταύτης τυγχάνειν, ἵνα καὶ τὸ διάφορον ἑκατέρων