Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
αὐτοὺς τὸ μηκέθʼ οἵους τʼ εἶναι ταύτης ὁντινοῦν ἀξιῶσαι·
ἡμῖν δὲ διʼ αὐτῆς ταύτης τὰ κράτιστα παρὰ πάντων μετὰ τοὺς θεοὺς ἀπαντᾷ, οὐ μόνον ἃ καθʼ ἡμῶν ἐστιν ἀτεχνῶς, τούτοις μηδʼ ὁπωστιοῦν ἡμᾶς χρῆσθαι προσῆκεν, ἀλλὰ καὶ τὸν ταῦτʼ εἰργασμένον κολάζειν τε καὶ μισεῖν καὶ τῆς πόλεως ὥσπερ τινὰ κῆρα παντάπασιν ἐξελαύνειν. δεῖ γάρ που δυοῖν θάτερον, μᾶλλον δὲ πᾶσα ἀνάγκη· εἰ μὲν ἡμῶν αὐτῶν ὡς ἀληθῶς ποιούμεθα λόγον, μηδένα τούτου τὸ παράπαν λόγον ποιεῖσθαι, μᾶλλον δʼ ὅπως αὐτίκα πεπαύσεται πάντα ποιεῖσθαι λόγον· εἰ δʼ ὅπως κύριος ἔσται· τοῦτο δʼ ἀπείη. ποιησόμεθα λόγον, δόξομεν εὖ οἶδα πᾶσιν, ἡμῶν μὲν αὐτῶν οὐδʼ ὁντινοῦν λόγον ποιεῖσθαι, τοῦδʼ ὅπως τὰ ἡμέτερα αὐτῶν ἕξει κακῶς πολύν τινα λόγον ποιεῖσθαι. καὶ τίς ἂν ταῦτα φήσειε; καίτοι εἰ τὸ πρὸς τὴν πόλιν ἐρραστωνεῦσθαι καὶ μὴ τὴν γιγνομένην ταυτησὶ πρόνοιαν ἴσχειν οὐκ ἀγαθοῦ τινος καὶ δημοτικοῦ φάσκομεν εἶναι πολίτου· ὅταν τις πρὸς αὐτῷ τούτῳ καὶ ἃ ταύτῃ καθάπαξ λυμαίνεται, ταῦτα γράφειν καὶ νομοθετεῖν ἐκ περιουσίας αἱρεῖται, ποῦ τουτονὶ θήσομεν; ὡς μὲν οὖν πανοῦργος ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δύσνους καὶ τὰ τοιαῦτα Λεπτίνης, καὶ ὡς τῆς ἀγαθῆς καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης ἀντίπαλος τύχης, ἐν ὑστέρῳ καὶ δὴ σαφῶς ἐπιδείξω· ὅτι δʼ οὐδὲν τῶν δεόντων καὶ ὧν τοῖς πράγμασι μάλιστα δεῖ, ἀλλʼ ἃ μὴ χρὴ, συμβουλεύει, καὶ παρὰ τοὺς κειμένους τῇ πόλει νόμους καινοτομεῖ, καινούς τινας αὐτὸς εἰς τὴν πολιτείαν εἰσάγων, νῦν ἐμοῦ λέγοντος εἴσεσθε.