Orationes 53

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τοῦτʼ αὐτὸ πείσονται, οἰχήσονται μὲν αἱ πόλεις, οἰχήσεται δὲ καὶ τὰ τῶν πόλεων ἆθλα. οὐ γὰρ μόνον ἐξ ἀτελειῶν οὐδὲν αὐταῖς ἔπειθʼ ὑπάρξει, ἀλλὰ καὶ τὸ τάχιστʼ ἐφθάρθαι μᾶλλον αὐταῖς προσυπάρξει, εἴπερ ἐκ μὲν λειτουργιῶν ταῖς πόλεσι σωτηρία, ἐν δὲ τῷ ταύτας εὖ ἔχειν καὶ τὸ ταῦτʼ ἔχειν διδόναι προσέσται. εἶτα τούτων οὕτως ἐχόντων καὶ τοσαύτης ἑκατέρων οὔσης διαφορᾶς, ὡς τὸ μὲν πλείστην ὄνησιν ἔχειν, τὸ δὲ πᾶν τοὐναντίον, ἔπειθʼ ἡμεῖς Δημοσθένει πεισθέντες ἢ οὐκ οἶδʼ ὅτῳ καὶ φῶ, οὐχ ὃ πρὸς ἡμῶν ἐστιν ἀτεχνῶς, ἀλλʼ ὃ καθʼ ἡμῶν αἱρησόμεθα; καὶ ὃν ἐξ ἀρχῆς ὑπὲρ τῆς ἡμετέρας αὐτῶν ἀσφαλείας τε καὶ προνοίας ἔδει νόμον τεθεῖσθαι, καὶ νῦν αὐτῷ τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτῳ χαίρειν εἰπόντες τὴν ἐπὶ καθαιρέσει τῆς πολιτείας ἀτέλειαν ὡς πάνυ λυσιτελὲς νομιοῦμεν; διʼ ἧς οὐδʼ αὐτὴν ταύτην, ὡς ἔφην, ἔτʼ ἔχειν τοῖς βουλομένοις ἐξέσται, ἀλλὰ πρὸς σφίσιν αὐτοῖς καὶ τήνδε προσαπολοῦσιν καὶ τίσιν οὐκ ἂν δόξαιμεν κακοδαιμονᾶν, εἰ τὸ συμφέρον ἡμῖν παντὸς μᾶλλον εἰδότες,

ἡμεῖς δʼ ἐξεπίτηδες δρῶμεν ἃ παντὸς ἡμᾶς μᾶλλον ἐκτρίψει;

ὅλως δὲ εἴ τις ἔροιθʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον τοῖς μὲν ἔχουσι μείζονος καὶ περιφανεστέρας καθέστηκε δόξης, τῇ δὲ πόλει μηδʼ ὁτουοῦν δυσχεροῦς, πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτʼ ἔχειν, ἢ τὸ τυγχάνειν εἰκόνων καὶ μεθʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν ἀεὶ πρεσβεύεσθαι χρόνον, εὖ οἶδʼ ὅτι τοῦτʼ ἂν φήσαιτʼ· εἰκότως. τί γὰρ δὴ βλάβος τῇ πόλει, ἐὰν οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα λέγω, ἀλλʼ ὁμοῦ πάντες Ἀθηναῖοι, ἢ, εἰ βούλει, πάντες ὡς εἰπεῖν ἄνθρωποι εἰκόνων ἢ στεφάνων μετάσχωσι παρʼ αὐτῇ; μᾶλλον μὲν οὖν καὶ δύο τὰ πάντων κάλλιστʼ ἐντεῦθεν προσγίγνεται, οὐ μόνον ἔπαινός τε καὶ δόξα τοῖς τε ταυτὶ τιμωμένοις τῇ τε τιμώσῃ πόλει, ἀλλὰ καὶ θαυμαστή τις ἐπὶ τὰ ἴσα παράκλησις ἔσται. ὅτε τοίνυν καὶ ἄλλως ἔνι τῇ πόλει καὶ μεγαλοψυχίᾳ πρὸς οὓς ἔδει

κεχρῆσθαι, καὶ μηδὲν αὐτὴν μηδενὶ τὸ παράπαν βεβλάφθαι τίς ἀτελείας ἀνάγκη καὶ τοῦ τοῖς ἡμετέροις αὐτῶν ἐντεῦθεν λυμαίνεσθαι; ὥστε καὶ ἃ Δημοσθένης λαμπρῶς ἄγαν ὑπὲρ ἀτελείας προΐσχεται, τῶν ἀτοπωτάτων εἶναι φάσκων καὶ τῆς εἰς ἅπαντʼ ἀνάξιον μεγαλοψυχίας ἡμῶν, ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα, ταῦτʼ εἰς κενὸν αὐτῷ καθειστήκει τοῦτον τὸν τρόπον. οὐ γὰρ μόνον τοὺς εὖ παθόντας ἀφαιρησόμεθα τοῦθʼ, ὡς αὐτὸς οἴεται, οὐδʼ ἧς παρʼ ἡμῶν ἀπέλαυσαν δόξης, ταύτης ἐκπεσοῦνται διὰ τὸν νόμον, ἀλλὰ καὶ καλλίω καὶ περιφανεστέραν ταύτην νῦν κομιοῦνται, ἀντʼ ἀτελείας θαυμαστῶν τινων ἐπιγραμμάτων καὶ εἰκόνων τυχόντες, καὶ κατὰ παντὸς εἰσέπειθʼ ἑστήξοντες δημοσίᾳ τοῦ χρόνου· ὡς καὶ τοῖς ἐπιγιγνομένοις σαφῶς μανθάνειν ἐξεῖναι ὁπόσον τι τούτοις ἡ πόλις τῆς εἰς αὐτὴν ἕνεκʼ εὐνοίας ἐχρῆτο· ὃ τίνος ἀτελείας οὐ μεῖζον; εἴπερ ἡ μὲν οὐ διηνεκὴς οὐδὲ διὰ πάντων ἥκουσα τῷ γιγνώσκεσθαι, τὸ δʼ ἀθάνατον ὡς εἰπεῖν καὶ οὐδένα τῶν πάντων οἷόν τε

λανθάνειν, οὐ μᾶλλόν γε ἢ τὴν πόλιν ὁντινοῦν ἔστι λανθάνειν. οὐκοῦν καὶ Ἐπικέρδης καὶ Λεύκων καὶ ὅστις ἕτερος, εἰ ὅτʼ αὐτοὺς ἡ πόλις ἐτίμα, δυοῖν αἵρεσις ἦν, ἢ ἀτελείας ἢ ἀνδριάντων μετέχειν, οὐκ ἄν μοι δοκοῦσι μηδʼ ὅσον περὶ ἀτελείας ἀκοῦσαι δεδέχθαι, ἐξὸν πολλῷ τινι μείζονι τετιμῆσθαι καὶ ὃ τοὺς μετασχόντας παραπλησίους εἶναι δοκεῖν ποιεῖ τοῖς θεοῖς· τοὺς τοίνυν τότʼ ἂν οὕτω διατεθέντας καὶ ὅλῳ θυμῷ πρὸς ταῦτʼ ἐσχηκότας εὖ οἶδα καὶ νῦν μὴ μόνον τῆς προσούσης ἀτελείας περὶ πλείονος ἂν πεποιῆσθαι τὴν ἐν ταῖς εἰκόσιν ἐπιτιμίαν, καὶ αὐτοὺς καὶ τούς γʼ αὐτῶν παῖδας, ἐάν γε μὴ περιῶσιν, ἀλλὰ καὶ τοσοῦτον ἡσθῆναι ὡς καὶ πλείστην χάριν ὁμολογῆσαι δή που τῇ πόλει τοῦ τε ταυτὶ διανενοῆσθαι τοῦ τʼ ἐψηφίσθαι συμφέροντα μὲν ἑαυτῇ, συμφέροντα δὲ καὶ σφίσιν αὐτοῖς.

ἀλλʼ ὅταν, φησὶ, ταῦτα δῶμεν, οἱ τούτων παῖδες, ὅτι μὴ κἀνταῦθα κοινωνεῖν ἔθʼ ἕξουσι τοῖς πατράσιν, ὥσπερ ἐν ἀτελείᾳ, ἅτε τὰ μέγιστʼ ἠδικημένοι, βοήσονται. πρῶτον μὲν οὖν, ὦ οὗτος, οὐκ οἶμαί τινʼ αὐτῶν τὸ παράπαν δυσχερανεῖν διὰ τὸ καὶ τοῖς υἱέσιν εὖ μάλα προσεῖναι τῶν γεγεννηκότων τὴν δόξαν, ἀλλʼ ὡς εἰκὸς αὐτοὺς ἀγαπήσειν, εἰ μόνον τηλικούτων πατέρων προσαγορεύοιντο παῖδες· ὡς γὰρ τὸ πατρὸς ἢ μητρὸς κακὰ συνειδέναι, κατὰ τοὺς ποιητὰς, καὶ τούς γε θρασυσπλάγχνους δουλοῖ, οὕτως ἡ τούτων, εὔκλεια καὶ λαμπρότης ζηλωτοὺς, ἄγαν παρασκευάζει τοὺς ἐξ αὐτῶν, ἔπειτʼ εἰ μὲν ἁπάντων ὧν ἀξιοῖ τοὺς εὐεργέτας ἡ πόλις καὶ τοῖς ἐκ τούτων ἀνάγκη μετεῖναι καὶ ταῦθʼ ὥσπερ τις κλῆρος εἰς τοὺς ἐκγόνους κάτεισιν, εἰκότα ἂν καὶ οὗτοι λέγειν δοκοῖεν τούτων στερόμενοι· εἰ δʼ ἐπὶ μόνης μὲν ἀτελείας τοῦτʼ ἦν, ἑτέρου δὲ οὐδενὸς, αὕτη δὲ νῦν καθάπαξ ἀνῄρηται, οὔτʼ ἔχει λόγον τὰ τοιαῦτα ζητεῖν ἐθέλειν τῶν τε τῆς ἀτελείας κἀν τοῖς ἄλλοις μεμνῆσθαι. καὶ σύν γε ἔτι παραπλήσιον ἔσται

ὥσπερ ἂν εἴ τις ὀλυμπιονίκου πατρὸς ὢν, ἔπειτʼ ἀξιοῖ διὰ τὴν φύσιν καὶ τοῦ κοτίνου μετέχειν· ἀλλʼ ἀκούσεται πάντως ὅ γε τοιοῦτος ὡς οὐ γένους, ἀλλʼ ἄθλων ἐστὶ τὰ γέρα, καὶ ὁ τούτων ἐπιθυμῶν ἐκείνοις ἐπαποδύσεται πρῶτον, κᾆθʼ οὕτω καὶ πρὸς ταῦτα χωρήσει. εἰ τοίνυν τὰ μικρὰ καὶ οὐ τοσούτου δή τινος λόγου—τί γὰρ δὴ πρὸς ἀνδριάντα θαλλός; εἴπερ ὁ μὲν διαρκὲς, θαλλὸς δὲ κατʼ αὐτὸν δὴ μόνον τὸν τοῦ προσίεσθαι χρόνον ἔχει τὸ κέρδος· — εἰ τοίνυν ἐξ ἄρα τοῦ πεφυκέναι ταῦτʼ οὐχ οἷόν τε λαβεῖν μὴ καὶ πόνων ἡγησαμένων, πῶς οἷόν τε ἀκονιτὶ κεκαρπῶσθαι τὰ μείζω; καὶ μὴν εἰ ἃ τοῖς πατράσι δίδοται γέρα, τούτων ἔπειθʼ οἱ παῖδες ἀξιοῦσι μετέχειν διὰ τὴν φύσιν, τί μὴ καὶ τῶν ἀτυχημάτων αὐτοῖς ἀξιοῦσι μετέχειν ἀπὸ