Orationes 53
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τῆς αὐτῆς ταύτης αἰτίας; οὐ γὰρ ἐν μὲν τοῖς βελτίστοις εἰσὶ παῖδες, ἐν δὲ τοῖς πονηροτάτοις οὐκέτι, ἀλλὰ καὶ πολὺ μᾶλλον ἐνταῦθα δεῖ τούτους τὸ πεφυκὸς ἐνδεδεῖχθαι, εἰ μὴ μέλλοιεν ἔλαττον ἔχειν τῶν φίλων, οὓς αἱ συμφοραὶ παριστᾶσιν· εἰ δʼ οὐδʼ ἂν ἐν ὀνείροις συνατυχεῖν αὐτοῖς ἕλοιντο, οὔκουν γε ἑκόντες εἶναι, ὥς γε ἐγὼ νομίζω, πῶς ταῖς τούτων εὐπραγίαις δεῖν οἴονται χρῆσθαι; πῶς δʼ οὐ σφίσιν αὐτοῖς περιπίπτουσιν, ὅταν ταῦτʼ ἀξιῶσιν, εἴπερ ἐπὶ μὲν τῶν φαυλοτάτων ἀρνοῦνται τὴν φύσιν, ἐπὶ δὲ τῶν εὖ ἐχόντων ἄνω καὶ κάτω ταυτησὶ λόγον ποιοῦνται; ὅλως δὲ εἰ μὲν ὀρθῶς καὶ δικαίως ταύτην προΐσχονται, δεῖ δή που ταύτης διὰ πάντων ἔχεσθαι καὶ μὴ νῦν μὲν, νῦν δʼ οὔ· εἰ δὲ κέρδους ἕνεκα μόνου πρὸς αὐτὴν καταφεύγουσιν, ἄλλως δὲ οὐδαμῶς, λανθάνουσι σφᾶς αὐτοὺς ταύτης οὐδὲν ἧττον ἀλλοτριοῦντες ἢ συνιστάντες· οὔκουν οὐδὲ προσέχειν τὸν νοῦν αὐτοῖς δεῖ τὰ τοιαῦτα προκαλουμένοις.
ἔτι τοίνυν κἀκεῖθεν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστʼ
ἔχοιτʼ ἂν συνιδεῖν ὃ λέγω καὶ τὸ συμφέρον ἐξ ἀνάγκης νομοθετεῖν, ὅτι πλὴν ἀτελείας πάντα τἄλλα πρὸς τοὺς εὐεργέτας ἔσθʼ ἡμῖν ποιητέα, ἂν τοὺς ἡμετέρους προγόνους ὁποῖοί τινες περὶ ταῦτʼ ἦσαν ἐνθυμηθῶμεν, ὅτε καὶ τὰ τῆς πόλεως ὡς μάλιστα ἤνθει, καὶ τὸ πρὸς ταύτην ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖσθαι φιλοτιμότερόν πως καὶ μετὰ μείζονος ἀπήντα παρασκευῆς. ἐκεῖνοι τοίνυν καὶ ἀγχινοίᾳ καὶ συνέσει καὶ τοῖς ἄλλοις ἀγαθοῖς τῶν ἁπανταχῆ πάντων κρατοῦντες καὶ πᾶσαν πολιτικῆς ἀρετῆς ἐπιστήμην ἐν τῇ ψυχῇ φέροντες, μᾶλλον δʼ αὐτὸ τοῦτο ψυχὴ τῶν πραγμάτων καὶ δοκοῦντες καὶ ὄντες, οὐ μόνον ὅπως ἑαυτῆς ἀξίως ἡ πόλις εὖ πράττοι καὶ διαγίγνοιτο, ἀλλʼ ὅπως καὶ τῶν παρὰ τῆς τύχης εὐποιιῶν μειζόνων ἀεὶ διὰ πάντων πειρῷτο, τοῦτʼ ἔχοντες προὔργου, αὐτοί τε πάνθʼ ὑπὲρ αὐτῆς καὶ ποιεῖν καὶ λέγειν ᾤοντο χρῆναι, μηδὲν τῶν ὅσα πρὸς εὐδαιμονίαν τοῦ κοινοῦ φέρει μηδʼ ὁπωστιοῦν παριέντες, τούς τε πρὸς αὐτὴν ὁτιοῦνἀγαθὸν διαπραξαμένους, καὶ πολίτας λέγω καὶ ξένους, καὶ γενομένους τοῖς πράγμασιν ἐν καιρῷ, ὁμοῦ μὲν ἀμειβόμενοι τῆς σπουδῆς, ὁμοῦ δὲ καὶ πρὸς τὸ μέλλον καὶ αὐτοὺς καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα καὶ μείζω παρακαλοῦντες, μεγίσταις ὅτι μάλιστα καὶ φιλοτιμοτάταις ἐδωροῦντο τουτουσὶ ταῖς τιμαῖς, τοῦτο μὲν χαλκοῦς ἐπʼ ἀγορᾶς ἱστάντες, τοῦτο δὲ παρέδρους τοῖς ἐν ἀκροπόλει θεοῖς καθιστάντες, τοὺς δὲ μεγάλων καὶ θαυμαστῶν καὶ τῶν αὐτῶν τοῖς θεοῖς ἀξιοῦντες τῶν προσρημάτων, ἔστι δʼ οἷς καὶ χρήματα ὅτι πλεῖστα διδόντες· καὶ γὰρ πλέθρα τῆς μὲν πεφυτευμένης, τῆς δὲ καὶ ψιλῆς· οἱ δὲ σίτησιν ἢ στεφάνους ᾑροῦντο καὶ ἄττα τοιάδε. ταῦτʼ ἦσαν αἱ τηνικαῦτα τῆς πόλεως ἀμοιβαὶ πρὸς τοὺς ἑκάστοτʼ εἰς αὐτὴν καλοὺς κἀγαθούς. οὕτως Ἐρεχθεὺς ὁ τῆς Ἀθηνᾶς, οὕτως Ἁρμόδιος καὶ Ἀριστογείτων· Περικλέα δὲ τὸν Ξανθίππου τίς
οὐκ οἶδε τῶν πάντων Ὀλύμπιον προσρηθέντα κατὰ ταὐτὰ τῷ Διί; ἀτελείας δὲ οὐδʼ εἱστισοῦν μὰ τοὺς θεοὺς λόγος τότʼ ἦν οὐδʼ ἐξέτασις, οὐδʼ ἠξίουν ἐντεῦθεν δή που ποιεῖσθαι τὰς δωρεὰς, οὐχ ὅτι ταύτην ἠγνόουν, ἀλλʼ ὅτι σαφῶς ᾔδεσαν ὡς ἐν μὲν τῷ ταῦθʼ ἅπερ ἔφην διδόναι οὐδʼ ὁτιοῦν ἔσται βλάβος τῇ πόλει, ἐν δὲ τῷ τοὺς δεῖνας ἢ τοὺς δεῖνας εἰς ἀτέλειαν ἄγειν οὐ μικρά τις ζημία. ἡ γὰρ τῶν λειτουργιῶν κατὰ βραχὺ δήπουθεν σπάνις καὶ τὸ ταῦθʼ ἅπερ ἔφην ἔχειν διδόναι προϊόντος ἀναιρήσει τοῦ χρόνου, πάντων ἀτελῶν καταστάντων. ἔπειτα κἀκεῖνο προσῄδεσαν καὶ σφόδρα γε πεφυκὸς ἐν ἀτόποις, εἰ ὧν ἐνεδείξαντό τινες ἀγαθῶν εἰς τὴν πόλιν, τούτων ἕνεκʼ αὐτῇ παραίτιοι κατασταῖεν ζημίας διὰ τὰς ἀτελείας, δέον, εἰ ταῦτʼ ἔπειτʼ ἔμελλον ἔσεσθαι, μηδὲ τὴν ἀρχὴν εἰς εὐεργέτας τελέσαι. πῶς οὖν οὐκ ἄτοπον τοὺς μὲν οὕτω διακειμένους τῶν πάλαι μηδεμιᾶς μὲν ἡστινοσοῦν ὑπερβολῆς ἐν ταῖς ἀμοιβαῖς ἀποσχέσθαι, ἀτελείαςδὲ μηδαμοῦ τὸ παράπαν μηδʼ ὁπωστιοῦν μνημονεῦσαι, ἡμᾶς δὲ τοὺς τἀκείνων μάλιστα πάντων καὶ στέργοντας καὶ θαυμάζοντας, καὶ νόμον τοῦ τί δεῖ ποιεῖν ταῦθʼ ἡγουμένους, ἔπειτα ταύτῃ κεχρῆσθαι καὶ τὰς τιμὰς ἐντεῦθεν ὁρίζειν, ὥσπερ ἐκείνων κατεγνωκότας, ὅτι μὴ τοῦτο συνεῖδον, ἢ συνιδόντες ὑπὸ βασκανίας ἀπεῖπον. καίτοι ὅταν μὲν τούτους ὡς διὰ πάντων κρατίστους θαυμάζωμεν, καὶ μιμεῖσθαι διὰ πάντων ὀφείλομεν τούτους, ἵνʼ ἃ τοῖς λόγοις κοσμοῦμεν βεβαιῶμεν τοῖς ἔργοις· ὅταν δὲ ἁκείνοις εἰκότως ὡς μὴ καλῶς ἔχοντʼ ἀπείρηται, ταῦθʼ ἡμεῖς ὡς ἔχοντα καλῶς ἀσπαζώμεθα, θατέρῳ δυοῖν ἐνεχόμεθα, ἢ τῷ περὶ τὰς κρίσεις ἐσφάλθαι ἢ περὶ τὰς μιμήσεις ἐψεῦσθαι.
ὅλως δὲ εἰ μὲν ἀτέλεια κάλλιστον καὶ λυσιτελέστατον καὶ πολιτικῇ μάλιστα πρέπον, οὐχ ἡμᾶς ἔδει μόνους, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους
ταυτησὶ λόγον ποιεῖσθαι, ὡς ἄν τινος κοινοφελοῦς καὶ διὰ πάντων χωροῦντος. εἰ δʼ οὐδένες ἄχρι τοῦ δεῦρο πλὴν ἡμῶν ἐπὶ ταῦτα προήχθησαν—μηδʼ ἔτʼ ἔπειτα προαχθεῖεν, ὦ δέσποινα Ἀθηνᾶ—τί μόνοι τῶν πάντων ἡμεῖς τὰ τοιαῦτα νοσοῦμεν, ἐκτὸς εἰ μόνοι τῶν πάντων ἡμεῖς μισεῖν ἡμᾶς αὐτοὺς ἀξιοῖμεν; οὐ δή που, φησὶν, οὐδὲ ταῦθʼ ἡμᾶς ἐγκαλεῖσθαι χρεών. εἰ μὲν γὰρ, τῶν αὐτῶν ἐθῶν τε καὶ νόμων ἅπασιν ὄντων, ἔπειθʼ ἡμεῖς μόνοι τῶν πάντων ἀτελείας εἰχόμεθα, πονηροί τινες ἂν ἦμεν εἰκότως, οἷς οὐκ ἐξῆν ἐγχειροῦντες καὶ παρὰ τὸν κοινὸν πολιτευόμενοι νόμον. εἰ δὲ πολλή τις ἐνταῦθα διαφορὰ, καὶ τοὺς μὲν τούτοις, τοὺς δʼ ἐκείνοις ἴσμεν χρωμένους, καὶ πάντας ἁπλῶς οἷς ἐκ πολλοῦ δοκιμάσειαν, τί δεινὸν εἰ παρʼ οὐδέσι τῶν ἄλλων ἀτελείας νομιζομένης, μόνοις ἡμῖν ταύτης ἔνεστι λόγος; οὐδὲ γοῦν Λακεδαιμονίοις οὐδὲ Θηβαίοις οὐδʼ οἷστισιν ἄλλοις ἐγκαλεῖν