Orationes 53

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἔχουσαν, εἰ δὴ τοῖς νόμοις ἐνῆν, διαγεγράφθαι χρῆναι καθάπαξ τῶν νόμων· τὸ δʼ ὅτι τοιοῦτον, ἐξ ἀντιστρόφου πᾶσιν ἐγγεγράφθαι τοῖς νόμοις καὶ πλείστων ὅσων ἠξιῶσθαι τῶν ψηφισμάτων, μᾶλλον δὲ νόμον αὐτὸ γεγενῆσθαι. ὃ πάλαι προσῆκον νῦν ὁ βέλτιστος οὑτοσὶ Λεπτίνης, τοῦτο μὲν ὑπὸ θεῶν κινηθεὶς, τοῦτο δὲ καὶ τούτοις εἴξας τοῖς λογισμοῖς, ἅθʼ ὑπὲρ πάντας φιλόπολις ὢν, ὥσπερ ὄφλημά τι κοινὸν ἀποδεδώκει τῇ πόλει, γράψας μηδένα τῶν πάντων ἀτελείας μετέχειν, κἂν εἰ πολλάκις εὐεργετῶν εἴη τὴν πόλιν· οὐ μόνον ἵνα καὶ τῆς ἐκ τούτων προσαπολαύοι συντελείας ἡ πόλις καὶ τὸ λειτουργεῖν ἐξ ὁλοκλήρου γίγνοιτʼ αὐτῇ, ἀλλʼ ὅτι καὶ δέος οὐ μικρὸν ἐντεῦθεν ὑφώρμει μὴ προϊόντος ἄρα τοῦ χρόνου καὶ τῆς ἀτελείας οὕτω διὰ πάντων χωρούσης ἐκλίπῃ καθάπαξ τὸ λειτουργεῖν. καὶ τί πλέον τηνικαῦτʼ ἔσται τῇ πόλει, περὶ τὰ μείζω βλαφθείσῃ καὶ ὧν ἄνευ οὐχ οἷόν τε σεσῶσθαι; ψυχὴ γὰρ πόλει τὸ

λειτουργεῖν· καὶ ὡς οὐ περιεῖναι καὶ ζῆν πέφυκε· σῶμα ψυχῆς μὴ παρούσης, ὣς δὲ καὶ πόλις μοι δοκεῖ λειτουργιῶν ἀποροῦσα· εἰκότως· εἰ γὰρ χρειῶν οὐδένες ἀνθρώπων ἐλεύθεροι, πλὴν θεῶν, αὗται δὲ τὰς λειτουργίας ἀναγκαίας ὡς οὐκ οἶδʼ εἴ τι ποιοῦσι, τηνικαῦθʼ ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, λειτουργιῶν οὐ δεήσει, ἡνίκα μηδὲ χρειῶν· εἰ δὲ χρειῶν ποτʼ οὐχ οἷόν τε, πῶς οἷόν τε λειτουργιῶν συνιδεῖν οὐκ ἔχω· ὧν διὰ τὰς Δημοσθένους ἀτελείας ἡ πόλις ἐκπεσεῖν κινδυνεύει.

ἀλλʼ ἔδει, φησὶν, ἀναμεμενηκότα τὸ μέλλον καὶ τὴν τοῦ λειτουργεῖν ἀπορίαν τηνικαῦτα εἰσάγειν τὸν νόμον. νῦν δʼ οἷς πρὶν ἢ τοῦτο γενέσθαι νομοθετεῖ, ἔοικεν οὐκ ἐν καιρῷ προὔχεσθαι ταῦτα. τί οὖν κωλύει καὶ ἡμᾶς, ὦ Δημόσθενες, τοῖς αὐτοῖς πρὸς σὲ τούτοις ἐξ ἀντιστρόφου χρήσασθαι λόγοις, καὶ δικαιότερόν γε ἢ σύ; ὡς ἔδει καὶ σέ γʼ αὐτὸν ἀναμεμενηκότα τὸ μέλλον, εἴ γε καὶ τοῦθʼ ὅλως ἐπὶ τῶν αὐτόθεν μάλιστα δήλων λέγειν ἐχρῆν,

τηνικαῦτʼ ἐπιχειρεῖν ἀντιλέγειν τῷ νόμῳ· νῦν δʼ οἷς αὐτὸν πρὶν ἢ τοῦτο γενέσθαι διώκεις ἔοικας οὐκ ἐν καιρῷ τὴν γραφὴν πεποιῆσθαι. εἶτα θαυμάζειν ἔπεισί μοι, πῶς οἴει, ὅτι σοι ταῦτʼ ἔπεισι λέγειν, οὐ μόνον ὅτι τοῖς οἰκείοις πτεροῖς καὶ λόγοις ἁλίσκει, ὃ δεινότατόν ἐστι πάντων καὶ συμφορὰ τοῖς χρωμένοις, καὶ προσέτʼ αὐτὸς διαφερόντως κακίζεις, τὸ μετὰ τὰ πράγματα λέγω τῷ βουλεύεσθαι χρῆσθαι, τούτου νῦν ἡμᾶς ὡς δὴ χρηστοῦ τινος ἔχεσθαι πείθων, ἀλλʼ ὅτι καὶ, δεινὸν εἶναι φάσκων, λανθάνεις σαυτὸν ἃ μὴ ἔξεστι φάσκων. οὔτε γὰρ οὐδεὶς, οἶμαι, τῶν πάντων φρενῶν κύριος ὢν, ἐξὸν, ὅπως μὴ πείσεται κακῶς, εὖ βεβουλεῦσθαι, ὁ δʼ ὅπως πείσεται κακῶς πρόσθεν ἐάσας, ἔπειθʼ ὑπὲρ ἀπαλλαγῆς ἕλοιτʼ ἂν βεβουλεῦσθαι, ὅτʼ οὐδὲ τοῦτʼ ἴσως ἐξέσται· οὔθʼ ἡμεῖς, τὴν κάκιστʼ ἀπολουμένην ἀτέλειαν νῦν ἔχοντες ἐκποδὼν πεποιῆσθαι, εἶτα διὰ τοὺς σοὺς λόγους ἀναμενοῦμεν τὸ μέλλον, ὥσπερ ὅ τί ποτʼ ἐστὶν ἀγνοοῦντες καὶ διὰ τοῦτο τῆς ἐκεῖθεν δεόμενοι πείρας. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης παραπληξίας

τοῦτʼ ἄντικρυς εἶναι, περὶ ὧν μάλιστα ἴσμεν, ταῦτʼ ἀφέντας ἃ οὐκ ἴσμεν διώκειν, οὐδὲ τοὺς λόγους καθʼ οὓς ἔδει ταῦθʼ αἱρεῖσθαι γιγνώσκειν ἔχω. εἰ μὲν οὖν ὡς μηδὲν μηδέπω περὶ ἀτελείας σαφὲς εἰδότας παραπέμπεις τῷ χρόνῳ καὶ ταῖς ἔπειτα ψήφοις, ἔοικας ἀγνοεῖν ὅτου χάριν τοὺς κατʼ αὐτῆς ἤδη κεκινήκαμεν λόγους· εἰ δʼ ἐπισταμένους, ὡς ἀληθῶς οὐδὲν ἄλλο μοι δοκεῖς συμβουλεύειν ἢ ἡμῶν αὐτῶν μετὰ τὸ καθάπαξ ἐφθάρθαι πεποιῆσθαι φροντίδα. ἀλλʼ οὔτε σύ γʼ αὐτὸς, εὖ ἴσθι, ἄν σέ τις ἀνέλῃ, ἔπειτʼ εἰς Ἄρειον πάγον οἷός τʼ ἂν εἴης τουτονὶ προκαλεῖσθαι· οὐ μᾶλλόν γε ἢ οἱ μηκέτʼ ὄντες τοὺς ἔτʼ ὄντας ἀδικίας εἰσάγειν· τῆς τʼ ἀτελείας, ὡς ἔφην, ἀνατετραφυίας τὴν πόλιν οὐδὲν πλέον ἔσται πρὸς τὸ τὴν μὲν ἐξελεῖν βεβουλῆσθαι, ἡμᾶς δʼ αὐτοὺς ἀνασώσασθαι, ἀλλὰ μεθʼ ἡμῶν ἀνάγκη, καὶ ταύτην ἐφθάρθαι, καθάπερ τινὰ

νόσον συνοιχομένην σώματι· ὥστʼ οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ὁ περὶ τοῦ μέλλοντος λόγος. διὸ καὶ τὸ νῦν ἀπολέσομεν κἀκεῖνο οὐχ ἕξομεν. οὐδὲ γὰρ οἷόν τε, ὡς αὐτὸς λέγεις, ἂν τὰ παρόντα τις ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ· ἀλλʼ ἕως ἂν σώζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τε ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρα ἐφεξῆς πρόθυμον εἶναι, καὶ ὅπως μηδεὶς μήθʼ ἑκὼν μήτʼ ἄκων ἀνατρέψει τοῦτο σκοπεῖσθαι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή· εἰκότως. φαρμάκων γοῦν καὶ ποτῶν καὶ σιτίων, πρὶν μὲν ἡμῖν πεπονηρεῦσθαι τὸ σῶμα, μετέχειν οἰόμεθα δεῖν εἰς τὸ μηκέτʼ ἂν ἐνταῦθʼ ἐμπεσεῖν, ἂν δʼ ἄρα πρότερον ἡ νόσος ἐπίῃ, οἱ δὲ πῶς οἴει καὶ τύχην καὶ ἡμᾶς αὐτοὺς δυσχεραίνομεν; καίτοι ὅταν, ὦ Δημόσθενες, σωμάτων καὶ νεῶν καὶ τοιούτων δή τινων ὅπως ἀεὶ κάλλιστα ἔχῃ τοσοῦτον ποιώμεθα λόγον, ἦ πού γε πόλεως τοσαύτης καὶ τηλικαύτης καὶ οὕτω διὰ πάντων κρατίστης, ὡς καὶ θεοὺς, ἵνα μηδὲν πλέον εἴπω, περὶ αὐτῆς ταύτης πρὸς ἀλλήλους ἐρίσαι, οὐδʼ ἔστιν εἰπεῖν ὅσον ὀφείλομεν.

ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ἦν καὶ ἀτελείας ἀντιποιεῖσθαι καὶ μηδὲν εἰς τὸ λειτουργεῖν βεβλάφθαι τὴν πόλιν, μανία σαφὴς ἂν ἦν ταῦτα κωλύειν αἱρεῖσθαι, ἃ μήτε τῷ κοινῷ λυμαίνεται καὶ τοῖς μετασχοῦσιν ἔνεστι κέρδος. ὅτε δʼ ἀνάγκη διὰ τὰς ἐν μέρει χάριτας κοινὴν ἡμᾶς ὑποστῆναι ζημίαν, πότερον βέλτιον καὶ λυσιτελέστερον πάντων ὁμοῦ ἢ λόγον ὀλίγων δή τινων σχεῖν; ἄνευ δὲ τούτων ἀτελειῶν μὲν ἐκποδὼν γενομένων οὐδʼ ἡτισοῦν ἔσται ταῖς πόλεσι βλάβη, ἀλλὰ καὶ κέρδος οὔ τοι μικρὸν τὸ πλείους ἂν ἐντεῦθεν τὰς λειτουργίας γενέσθαι, ἐξ ὧν αἱ πόλεις συνίστανται· εἰ δʼ αἱ λειτουργίαι