Orationes 53

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τούτων ἡμῖν, καὶ ἀτελείας ἐξ ἀνάγκης μελήσει. ὅτι μὲν οὖν, ὦ Δημόσθενες, οὐδένες τῶν πάντων, ὡς σὺ φῂς, ἵνʼ ἀτελεῖς ὦσι, φιλοτιμίας ἅπτεσθαί μοι δοκοῦσιν, ἀλλὰ δόξης ἕνεχʼ αὑτῶν καὶ τοῦ πρὸς τὴν πόλιν ζήλου καὶ φίλτρου, δῆλον ἔκ τε τῶν μετὰ τὸ πάνυ τοι πεφιλοτιμῆσθαι οὐδὲν οὐδʼ ὁτιοῦν τὸ παράπαν λαβεῖν βουληθέντων, ἀλλʼ αὐτὸ τοῦτο μόνον ἀποχρῆν ἡγουμένων, ὅτι περ οὕτως αὐτοῖς τὰ πρὸς τὴν πόλιν ὑπῆρξεν· ἔκ τε τῶν ἄλλου δή τινος, ὄντων μυρίων οἷς τοὺς ὑπὲρ αὑτῆς ἡ πόλις

δωρεῖται, ἀλλʼ οὐκ ἀτελείας ἠξιωμένων. ὅτι δʼ εἰ καὶ τοῦτʼ ἦν, προτετιμῆσθαι ἔδει τὸ τῇ πόλει ξυμφέρον, καὶ τούτου μάρτυς αὐτὸς, παντὸς ὁτουοῦν τὸ συμφέρον ἀεὶ προτιθεὶς καὶ τούτῳ τὰ πρεσβεῖα διδούς· ἐπεὶ καὶ Κερκυραίους, ἐκσπόνδους ὄντας, συμμάχους εἱλόμεθʼ ἡμῖν αὐτοῖς, συμφέρειν κρίναντες, ἐπειδήπερ ἴσχυον.

ἴσως τοίνυν κἀκεῖνο Δημοσθένης ἤ τις ἄλλος ἐρεῖ, ὡς εἰ μέν ἐστι λυσιτελὲς καὶ μάλιστα πολιτείᾳ προσῆκον ἑνὶ μηδενὶ τῶν πάντων ἀτελείας μετεῖναι, τί μὴ μετὰ τῶν ἄλλων καὶ τοῦτο τοῖς παλαιοῖς ὥρισται νόμοις, τὸ κοινῇ συμφέρον σκοποῦσιν; νῦν δʼ οἷς πολλὰ καὶ καλὰ διεξιόντες τοῦτʼ οὐκ ἠξίωσαν λόγου, φαίνονται τοῦθʼ ὡς ἀλυσιτελὲς παρεικότες· εἰ τοίνυν ἃ κελεύουσιν οὗτοι, ταῦτα δεῖ περὶ πλείστου ποιεῖσθαι, καὶ ὧν μνησθέντες οὐκ ἔγνωσαν οὐδʼ ἡμᾶς μεμνῆσθαι προσήκει, ἵνα μὴ νόμους τιμῶντες νόμους ἀτιμάζειν δόξωμεν. ἀλλʼ ὦ τᾶν, πρῶτον μὲν οὐ πάνθʼ ἁπλῶς ἃ δεῖ τοῖς νόμοις ἐντέτακται, οὐδὲ διὰ πάντων χωροῦσιν, ὡς μηδὲν ἔξω τῆς τούτων διαγνώμης ἑστάναι, ἀλλʼ ἔσθʼ ἃ καὶ τούτους ἐκφεύγει· ἐξεῖναι γοῦν αὐτῶν ἀφελεῖν καὶ προσθεῖναι, ἐάν τι μὴ καλῶς ἔχον ᾖ, ἐν αὐτοῖς τούτοις εἴρηται· τὸ δʼ ἔστι σφόδρα

διατεινομένων μὴ διὰ πάντων ἀφῖχθαι. ἔπειτα, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μηδʼ εἱστισοῦν τοῦτʼ ἔφη τῶν νόμων σκοπεῖσθαι δεῖ, ἀλλʼ εἰ καὶ κάλλιστα καὶ δικαιότατα ἔχει, καὶ ταύτῃ τὰς ψήφους τίθεσθαι. οὕτω δʼ ἀεὶ καὶ κάλλιστα ἔχει αὐτό τε ἑαυτοῦ καὶ τῶν ἄλλων, ἔκ τε ὧν αὐτὸς ἔφην ἔκ τε ὧν ὁ πολὺς καὶ παντοδαπὸς ἔδειξε χρόνος, ὥστε δέδοικα μὴ καὶ τῶν νόμων αὐτῶν τιμιώτερον δόξῃ αὐτῷ τε τούτῳ καὶ τῷ πρεσβύτερον εἶναι καὶ πρὶν ἢ νόμους γενέσθαι τοῦτʼ ἐν ἀνθρώποις ἐνεῖναι. ἔτι τοίνυν οὐ πᾶν ὃ τούτοις παρεῖται, τοῦτʼ ἤδη καὶ φαῦλον εὐθὺς, οὐδὲ παρὰ τοῦτο τῶν ἀπειρημένων κεχρῆσθαι, ἀλλʼ ὃ λυμαίνεσθαι τοῖς πράγμασι πέφυκεν ἀτεχνῶς καὶ προσεγκαλοῦντας ἅπαντας ἴσχει, ὥσπερ αὖ τοὐναντίον πολλοῦ

τινος ἄξιον· ὅθεν ἡμῖν περίεστι κέρδος, ἐάν τε φάσκωσι τοῦθʼ οἱ νόμοι ἐάν τε καὶ μή.

εἰ δὲ ταῦθʼ οὕτω καὶ τὸ συνοῖσον πανταχῆ δεῖ ζητεῖν, περίεργον ἂν εἴη, ὅταν περὶ ὁτουοῦν ἐξέτασις ᾖ, παρέντας ὅπως τοῦτʼ ἔχει ζητεῖν, ἔπειτα νόμων μεμνῆσθαι. ὡς ἔστι γε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νόμων ἐνίους ἀλυσιτελεῖς δή τινας εὑρηκέναι, νόμων δὲ ἄλλως σώζοντας τάξιν, καὶ πράγματα ἄττα νόμων μὲν ἐκτὸς ὄντα, νόμων δὲ οὐδὲν ἧττον πρὸς τὴν ἀγαθὴν ἡμῖν συμπράττοντα τύχην, καὶ δεῖ περὶ βελτίονος ταῦθʼ αἱρεῖσθαι τῶν μὴ συμφερόντων νομίμων. ἐπεὶ καὶ τὸ γεωργεῖν καὶ φυτηκομεῖν καὶ τέχναις κεχρῆσθαι οὐχ ὅτι μὴ τὴν ἀρχὴν ἐξεῦρον οἱ νόμοι, διὰ τοῦτο καὶ ἡμᾶς τούτων ἀπέχεσθαι δεῖ, ἀλλʼ ὅτι μόνα ταῦτα τὸν τῶν ἀνθρώπων συνίστησι βίον καὶ τῶν καθʼ ἡμᾶς πραγμάτων ἔχει τὰς ἀφορμὰς, καὶ τούτων χωρὶς περιεῖναι καὶ ζῆν ὅλως οὐχ οἷόν τε. διὰ τοῦτο καὶ προσέχειν τούτοις παντὸς μᾶλλον ᾠόμεθα χρῆναι καὶ μηδʼ ὁντινοῦν ἀφίστασθαι τρόπον, εἴ γε σώζεσθαι μέλον ἡμῖν καὶ μὴ φανερῶς θανατῶμεν. τί οὖν εἰ καὶ τὸ λειτουργεῖν οὐκ ἐγγέγραπται νόμοις, καθάπερ ἐκεῖνα, καὶ προσέτι τὸ

τρέφεσθαι καὶ καθεύδειν καὶ ὅσα κοινότατα καὶ τῷ τῆς φύσεως ἐνέχεται νόμῳ; οὐ μὴν ἀλλʼ εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, ἀκριβῶς ἐξετάσει καὶ πάντας ὡς ἀληθῶς εὑρήσει τοὺς νόμους οὕτω περὶ τὸ λειτουργεῖν ἔχοντας, ὡς μὴ ὅτι τοὺς ἄλλους ἐξ ὧν ἑκάστοτε παραινοῦσι καὶ τῆς πολιτείας ὅπως ἄριστα ἔχει ποιοῦνται λόγον μετὰ πολλοῦ τοῦ περιόντος ἐνταῦθα παρακαλεῖν, ἀλλὰ καὶ τούτους αὐτοὺς τῷ ταῦτα ποιεῖν εἰς λειτουργοῦντας, ὡς ἄν τις φήσαι, τελεῖν.

καὶ τί δεῖ νόμους λέγειν, ὅταν καὶ Δημοσθένης αὐτὸς, ὁ διʼ ὧν ἀτελείας φροντίζει τὸ λειτουργεῖν πολεμῶν, φαίνηται μάλιστα πάντων τουτὶ βεβαιῶν, νῦν μὲν δημηγορῶν καὶ γράφων καὶ συμβουλεύων, νῦν δὲ προσβεύων καὶ χορηγῶν καὶ διὰ πάντων τουτωνὶ λειτουργῶν,

καὶ οὔτε πώποτʼ αὐτὸς ἀτέλειαν αἰτησάμενος οὔτε ταύτης πέρι λόγον ποιησάμενος ὁντινοῦν, πλὴν ἐν τῷ παρόντι διὰ τὸν ἑαυτοῦ καὶ Χαβρίου παῖδα Κτήσιππον τουτονί. ἄνευ δὲ τούτων εἰ κατʼ αὐτοῦ τοῦτʼ ἰσχυρὸν ἔχειν νομίζεις, ὅτι μὴ τοῖς νόμοις ἐγγέγραπται, λανθάνεις οὐδὲν ἧττον καὶ τά γε σὰ παιδικὰ ταύταις ὑποβάλλων ταῖς ψήφοις. καὶ τί τούτου μᾶλλον ἐντεῦθεν ἢ τῆς σῆς ἀτελείας κατηγορεῖς; οὐ γὰρ ἡ μὲν κατὰ νόμους, τὸ δʼ οὒ, ἀλλʼ ἐξ ἴσης καὶ ἄμφω τῶν νόμων ἀποστατεῖ· καὶ οὐδὲν παρὰ τοῦτʼ οἶμαι βελτίω ταῦτʼ εἶναι καὶ χείρω καὶ αὐτὰ καθʼ αὑτὰ καὶ πρὸς ἄλληλα· ἐπεὶ ἄλλως γε τοσοῦτον ἀτελείας μεῖζον τὸ λειτουργεῖν ὡς μηδὲ παραβάλλειν ἐξεῖναι. τὸ μὲν γὰρ καὶ δίκαιον καὶ συμφέρον ὅτι μάλιστα πόλει καὶ τῆς καλλίστης καὶ γιγνομένης αἰτιώτατον τύχης, καὶ προσέτʼ ἐξ ἀρχῆς καὶ παρὰ πάντα δή που τὸν χρόνον κεκρατηκός· ἀτέλεια δὲ μὴ μόνον χθὲς καὶ πρώην εὑρέθη, ἀλλὰ καὶ τοιοῦτόν ἐστʼ οὐδὲν τὸ παράπαν τά γε πρὸς πόλιν πλὴν αὐτὸ τοῦτο μόνον, ὡς ἔφην, εἰς ὄνησιν μὲν τοῖς χρωμένοις, τῇ πόλει δὲ πᾶν τοὐναντίον, ὥστʼ εἶναι πᾶσιν ἐντεῦθεν εἰκότως περὶ αὐτῶν ἀποφαίνεσθαι, τὴν μὲν οὕτως