Orationes 53
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
διὰ πάντων ἡμῖν συμφορώτατος ὢν, ὡς ἐξ Ἀπόλλωνος ἥκων, δίκαιος ἂν εἴη μετὰ παντὸς νοῦ συγκεχωρηκότος κύριος εἶναι καὶ τοῖς πᾶσι κρατεῖν.
χωρὶς δὲ τούτων ἐκ μὲν ἀτελείας οὐδʼ ὁτιοῦν ἔνεστι κέρδος τῇ πόλει, πλὴν τοῦ χάριν ἔχειν ἐντεῦθεν ἀποδιδόναι· ἀλλʼ οἱ ταύτην εἰληφότες τρυφῶσιν, αἱ δὲ λειτουργίαι αὐτῇ τε ταύτῃ τὰ μέγιστα πάντων λυσιτελοῦσιν, ἐξ ὧν αὔξεται συγκροτοῦσαι, τοῖς τε δρῶσιν αὐτοῖς ἰδίαν
παρέχουσι δόξαν τὴν ὑπὲρ τῆς ἐνεγκούσης σπουδήν. καὶ μὴν εὐεργέτας μὲν ἔστι καὶ ἄλλως ἀμείβεσθαι, πόλιν δὲ δίχα λειτουργιῶν σωζομένην οὐδʼ ἐν τοῖς μύθοις ἐγνώκειν. ἀλλὰ κἂν ἥρως οἰκήτορας ἴσχῃ, κἂν τὴν ἀγαθὴν τύχην συναιρομένην, οὐδὲν αὐτῇ πλέον ἔσται μὴ ταυτησὶ τῆς ξυμμαχίας ἐνούσης. εἰ γὰρ μήτε δημαγωγεῖν δεῖ μήτε στρατεύεσθαι μήτε τριηραρχεῖν μήτε μηδὲν τῶν πάντων ποιεῖν ἃ λειτουργιῶν μέν ἐστιν εἴδη, συστάσεις δʼ ὡς ἀληθῶς τῶν πόλεων, οὐδὲν ἀλλʼ ἢ σώματι δόξομεν ἐοικέναι χειρῶν τε καὶ ποδῶν καὶ προσέτʼ αἰσθήσεων ἀποροῦντι. ὃ γὰρ πάντα ταῦτʼ ἔστʼ ἐκείνῳ, τοῦτο τῇ πόλει τὸ διʼ ὧν ἔφην ὑπηρετεῖσθαι. οὐ μὴν ἀλλʼ εἰ καὶ μηδʼ εἱστισοῦν μὲν τὸ παράπαν ἐλείπεθʼ ἕτερος ἀποδόσεως τρόπος, ἀλλʼ εἰς ἀτέλειαν πάντʼ ἦγε, καὶ τοῦτʼ ἦν μόνον γέρας τοῖς εὖ πάσχειν ἀξίοις ὧν ἕνεχʼ ὑπὲρ ἡμῶν προτεθύμηνται, βεβλάφθαι δʼ ἂν οὐ μικρῶς ἐντεῦθεν ἡ πόλις ἐδόκει, οὐδʼ οὕτως ἄν μοι δοκοῦμεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τοιαῦτʼ ἀνασχέσθαι, οὐδὲ διὰ τὴν πρὸς τὸν δεῖνα ἢ τὸν δεῖνα χάριν αἴτιοι ζημίας καθεστάναι τῇ πόλει, ἀλλὰ τῶν ὑπὲρ αὐτῆς δικαίων καὶ τοῦ κοινῇ λυσιτελοῦντος πάντα θέμενοι λόγον τὸ κατʼ αὐτοὺς τούτους εἰκότως ἐᾶσαι, ἱκανὴν ἔχοντας χάριν τὸ πόλεως τοιαύτης εὐεργέτας φανῆναι· ἐπεὶ καὶ οὕτω τιμᾶσθαι μᾶλλον περίεστʼ αὐτοῖς, τῷ δοκεῖν μὴ τὴν ἀρετὴν ὥσπερ ὤνιον πεποιῆσθαι, μηδʼ ὁτουοῦν ἑτέρου, ἀλλὰ μεγαλοψυχίας ἕνεκα τῆς αὑτῶν καὶ τῆς πρὸςτὴν πόλιν εὐνοίας ταῦτʼ ἐνδεδεῖχθαι, καθάπερ ἐπὶ τοῦ Μηδικοῦ πολέμου Θεμιστοκλεῖ τῷ Νεοκλέους ὑπῆρξε καὶ Παυσανίᾳ τῷ Κλεομβρότου, καὶ ἔτι πρὸ τούτων τῷ γʼ Εὐφορίωνος Κυναιγείρῳ καὶ Καλλιμάχῳ τῷ Πολεμάρχου· οὗτοι γὰρ πάντες οὔτε πρὶν ἧφθαι τῆς μάχης πρὸς ἀριστείων μέγεθος ἀφεορακότες ἐθάρρησαν τὸν ἀγῶνα οὔτʼ, ἐπεὶ μηκέτʼ εἶναι κινδυνεύουσαν διεσώσαντο τὴν Ἑλλάδα, ἔτυχον ὧνπερ εἰκὸς, ἀλλʼ ἀποχρῶσάν σφισιν αὐτοῖς ᾤοντο
δόξαν τό τε μείζω στεφάνων εἰργάσθαι τό τε διʼ αὑτῶν τὴν Ἑλλάδα σεσῶσθαι.οὐ μὴν ἀλλʼ εἰ καὶ δοίημεν εἶναί τι παρʼ ἀτελείᾳ συμφέρον, ὡς ἔγωγʼ οὐκ οἶμαι, ἀλλὰ πρῶτον μὲν οὐχ ὅσον ἐκ λειτουργίας, οὐδʼ ὥστε καὶ παραβεβλῆσθαι, οὐδʼ ἐγγύς. ἔπειτα τὸ μὲν εἰς πᾶσαν ἥκει τὴν πόλιν, τὸ δʼ εἰς ὀλίγους δή τινας. καὶ τὸ μὲν ἥκιστʼ ἂν λυμήναιτο παροφθὲν, ἐκ δὲ τῶν μὴ λειτουργούντων τὰ μέγιστʼ ἂν αἱ πόλεις βλαφθεῖεν. καὶ νὴ Δία γε τὸ μὲν ταυταισὶ ξυνυπέστη· ἅμα γὰρ πόλις, ἅμα καὶ λειτουργεῖν· μᾶλλον δὲ ἢν ἀκριβῶς ἐξετάσῃς, εὑρήσεις καὶ τὸ τὰς πόλεις ἐξ ἀρχῆς γεγενῆσθαι λειτουργίαν ἄντικρυς οὖσαν καὶ οἷόν τινα κοινὴν τῶν ἀνθρώπων ἐπὶ συστάσει τῆς οἰκουμένης δήπουθεν εἰσφοράν· ἀτέλεια δέ τισιν ὕστερον κατὰ τὸ τῆς γνώμης ἐπινενόηται δόξαν, ὥσπερ τι φιλοτιμίας φάρμακον. ὅσον δὴ καὶ μέγιστον καὶ ἀναγκαιότατον τοῦτο καὶ τοῖς ἅπασιν ὑπεραῖρον, τοσοῦτον δεῖ καὶ ἡμᾶς παντὸς μᾶλλον προστίθεσθαι καὶ σεμνύνειν. καὶ μὴν εἰ τῶν πραγμάτων ἐκεῖνα πλείονος ἄξια καὶ τούτοις ἐπαίνων διαφερόντως προσῆκεν ὧν ἡγεμόνες θεοὶ, οὐκ ἂν φθάνοιμεν εὖ ἴσθι τὸ λειτουργεῖν ὅτου τις ἂν εἴποι μεῖζον τιθέντες. μὴ γὰρ οὖν οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ τὰ ἄλλα καὶ τοῦθʼ ἡμῖν ἐξευρῆσθαι μηδʼ ἐντεῦθεν τὴν ἀρχὴν ἐσχηκέναι, ἀλλʼ εἴπερ τι παρʼ ἀνθρώποις διοπετὲς, καὶ τοῦτʼ ἐκεῖθεν ἀφῖχθαι·
εἴπερ οἱ τῶν ὅλων κύριοι θεοί τε καὶ δαίμονες οὐ μόνον οἷς τὸ πᾶν ἐξ ἀρχῆς ὑπεστήσαντο, μεγάλην καὶ θαυμαστήν τινα ταύτην εἰσήνεγκάν τε καὶ προὔφηναν λειτουργίαν τῷ βίῳ, ἀλλὰ καὶ νῦν οὐχ ἥκιστα τοῦτο δρῶσιν οἷς ἡμῶν τοσοῦτον αὐτοῖς ἑκάστοτε μέλει καὶ οὕτω κηδομένως ἔχουσιν ὡς μηδὲν τῶν εἰς ἡμετέραν σύστασιν καὶ σωτηρίαν ἡκόντων μηδὲ καθʼ ὅντινα δήποτε τρόπον ἐλλείπειν, ἀλλʼ ἀπὸ πολλοῦ τοῦ μείζονος ἢ ὥστε καὶ προσδοκᾶν ἐξεῖναι τὰ παρʼ ἑαυτῶν χορηγεῖν, διʼ ἀλλήλων ἄμφω
δεικνύντες, διὰ μὲν τῆς ἀκαμάτου καὶ συνεχοῦς ταύτης προνοίας τὸ δημιουργοὶ γεγενῆσθαι, διὰ δʼ αὖ τοῦ γενέσθαι δημιουργοὶ τὸ καὶ πρὸς ἀνάγκην ἔχειν ἡμῶν ὅσαι ὧραι φροντίζειν, ἵνα μὴ δίχα τῆς τούτων προνοίας εἰς τὸ μηδὲν ἥκωμεν, καθάπερ τι σκάφος κυβερνητῶν ἀποροῦν.καίτοι ὅταν ἐξ ἀτελείας, ὦ Δημόσθενες, τὰ τῶν λειτουργιῶν κατὰ μικρὸν ὑπορρέῃ καὶ τούτων αὐτὸς ᾖς σπουδαστὴς, πῶς οὐκ ἀτεχνῶς τοῖς θεοῖς πολεμεῖς, ἁκεῖνοι καλῶς ἔθεσαν, ταῦτʼ αὐτὸς οἷς ποιεῖς διαφθείρων καὶ τήν γε χάριν αὐτῶν τὸ κατὰ σαυτὸν ἀνατρέπων; εἰ τοίνυν τοῖς τὸ νόμισμα διαφθείρουσι κατὰ τὸν σὸν λόγον θάνατος ἡ ζημία, τίνος ποτʼ ἄρʼ αὐτὸς δίκαιος ἂν ἡμῖν εἴης τιμᾶσθαι διʼ ὧν ἀτελείας ἀντέχει, τά τε τῶν θεῶν ἀτιμάζων τήν τε πόλιν ἅπασαν διαφθείρων; ναὶ, φησὶν, ὑπὲρ γὰρ ὑμῶν καὶ τῶν ὑμετέρων αὐτοῖς προσηκόντων διαναστῆναι, καὶ ὧν ἑκάστοτʼ ἀπολαύοντες διαγίγνεσθε· οὐδὲ γὰρ οὐδʼ ἂν εἷς ἔτʼ ἀξιώσαι τοῦ νόμου κρατοῦντος μεγαλοψυχία πρὸς τὴν πόλιν ἐν τῷ τῶν πραγμάτων ἀπαιτοῦντι. κεχρῆσθαι καὶ φιλοτιμήσασθαι τὰ εἰκότα, ἀλλὰ τῆς ἀτελείας ἀναιρουμένης συναναιρήσεται πάντως καὶ τὸ ὑπὲρ αὐτῆς ἐθέλειν ὁντινοῦν προθυμεῖσθαι· τὸ δʼ οὐ μόνον κέρδους ἡμᾶς, ἀλλὰ καὶ δόξης ἀποστερεῖ, ὧν χάριν πάντα καὶ ποιεῖν καὶ λέγειν οἴεσθε δεῖν· εἰ τοίνυν μέλει