Orationes 53
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
πρῶτον μὲν γὰρ οὐδένες, εὖ οἶδα, τῶν πάντων ἔτʼ ἀξιώσουσι λειτουργεῖν καὶ τὰς ἀναγκαίας εἰσφορὰς, ὡς νόμος, εἰσφέρειν, ἀλλὰ φυγῇ τὰ πράγματα φεύξονται, οἱ μὲν ἀτελεῖς διʼ αὐτὸ τοῦτο, οἱ δὲ μὴ τούτου τυχόντες διὰ τὸ μηδὲ τυχεῖν ἂν ὅλως ἐξεῖναι. κἀντεῦθεν τοῖς μὲν βασκανία
τις πρὸς ἐκείνους ἔσται καὶ φθόνος καὶ δυσμεναίνειν ἀεὶ καὶ πάντα τρόπον μισεῖν· τῇ πόλει δὲ, ἵνα μηδὲν δυσχερὲς εἴπω, τὸ μένειν ἐπὶ ταὐτοῦ καὶ μὴ πρὸς ἐπίδοσιν ἄγειν διὰ τὴν τούτων ἀργίαν καὶ ἔριν. ἔπειτʼ εἰ καί τινες λειτουργοῦντες ἔσονται· οὗτοι δʼ ἂν εἶεν οἱ μηδὲν ἐξ ἀτελείας εἰργόμενοι· ὅτι μὲν μικρά τις ἔσται καὶ φαύλη καὶ τοῦ μηδενὸς ὡς εἰπεῖν ἀξία ἡ παρὰ τούτων αὕτη συντέλεια καὶ σπουδὴ οὐδεὶς ἀγνοεῖ. πλὴν ἔστω γʼ, εἰ βούλεσθε, καλή τε καὶ πρέπουσα καὶ τοῖς πράγμασιν ἀποχρῶσα· πότερον οὖν τῇ πόλει κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὔξησιν μᾶλλον λειτουργοῦντας ἅπαντας ἴσχειν ἢ τινάς; καὶ κοινῆς καὶ δαψιλοῦς ἀπολαύειν προνοίας ἢ μετρίων δή τινων τυγχάνειν τῶν σπουδαστῶν; καὶ βελτιόνων τε καὶ χειρόνων ἢ τοῦτο αὐτὸ μόνον χειρόνων; καὶ πότερον ἐπαινέτας τοὺς ἄλλους πάντας ἢ μεμφομένους κεκτῆσθαι; ἐγὼ μὲν γὰρ οἶμαι καὶ τοὺς βαρβάρους αὐτοὺς εἰκότως ἂν ἡμῖν νεμεσῆσαι, ὅτι διπλοῦ κέρδους ἁπλοῦν ἀνθειλόμεθα, καὶ δέον εὖ πράττειν κατʼ ἄμφω, οἱ δʼ ἀπὸ μέρους ᾠήθημεν δεῖν. τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν ἀτελεῖς εἶναι, τοὺς δὲ μὴ, ὡς οὐ μόνον οὐδενὸς ὧν ἄνω καὶ κάτω διέξεισι Δημοσθένης, ἀλλʼ ὧν ἐμοῦ λέγοντος ἠκούσατʼ ἀρτίως, αἰτιώτατον ἔσται τῇ πόλει πάντας ὑμᾶς ἀκριβῶς οἶμαι πεπεῖσθαι, ἀγχίνους τε ὄντας καὶ πρὸς τὴν τοῦ καλοῦ καὶ δικαίου καὶ συμφέροντος κρίσιν οἴκοθεν καὶ παρὰ τῆς φύσεως παρεσκευασμένους. τὸ δὲ μηδένα τῶν πάντων ἀτελῆ κατὰ τὸν νόμον μήτε νῦν εἶναι μήτʼ εἰσαῦθις ἂν ταῦτʼ ἔχειν ἐξεῖναι, τοῦτʼ οὖν οὕτω πολλοῦ τινος ἄξιον καὶ γέμον ἐλπίδων καὶ πάσῃ πόλει καὶ πολιτεία διαφερόντως προσῆκον, ὡς τοὺς μὲν ἄλλους νόμους τοὺς μὲν ὑπὲρ τῶν ἰδίᾳδιαφερόντων ἑκάστῳ, τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον· στρατεύεσθαι γοῦν καὶ τριηραρχεῖν καὶ πρεσβείας τὸ μὲν πέμπειν, τὸ δὲ δέχεσθαι, καὶ προσέτι συμμάχοις χρῆσθαι, σπένδεσθαι πολεμίοις,
ἀμύνεσθαι πολεμίους, τῶν οἰκείων ἀντιποιεῖσθαι καὶ σώζειν, καὶ νὴ Δία γε ταὐτὰ φρονεῖν πρὸς ἀλλήλους καὶ πάντας ἓν εἶναι τὴν γνώμην, καὶ συλλήβδην εἰπεῖν ὧν δεῖ πόλει τοσῇδε καὶ τοσούτων ἐθνῶν καὶ νήσων ἐπιστατούσῃ, πάντα ταῦθʼ ἑτοίμως καὶ μετὰ πολλοῦ τοῦ περιόντος καὶ βουλεύεσθαι καὶ ποιεῖν, ἐξ ἄρʼ ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθʼ ὑπάρξει· καὶ τοῦθʼ ὡς ἂν οἷός τε ὦ πειράσομαι δεῖξαι καὶ πᾶσι ποιῆσαι καταφανὲς, ἵνα ἀκριβῶς εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶτε ὅσον τῷ νόμῳ τοῦ βελτίστου περίεστι καὶ ὡς, εἴπερ τις ἀνθρώπων, Λεπτίνης δημοτικὸς καὶ περὶ τὴν πόλιν χρηστός.πᾶσα τοίνυν πολιτεία καὶ δυναστεία καὶ ὅλως οἱ τῶν ἀνθρώπων καθʼ ἕνα οὐκ εἴ τι πράξουσι μόνον σκοποῦσιν, ἀλλʼ εἰ συμφέρον τοῦτʼ αὐτοῖς ἔσται, καὶ διὰ πάντων ὡς εἰπεῖν πρὸς αὐτῶν. βούλονται μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα βούλονται καὶ τοῦ δικαίου τυγχάνειν ἐν τούτοις καὶ μηδὲν ἐλλείπειν τούτου τοῦ μέρους, ὡς μόνην ταύτην οὖσαν πρᾶξιν ἀρίστην· ἂν δʼ ἄρʼ ἀμφότερα μὴ ἐξῇ, καὶ δίκαια πράττειν καὶ συμφέροντα αὑτοῖς, οἱ δʼ αἱροῦνται συμφέροντα μᾶλλον ἢ δίκαια πράττειν. μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πράττειν οἴονται δεῖν, ὅταν ἃ μέλλουσι πράττειν ἢ μὴ συμφέρονθʼ αὑτοῖς αἴσθωνται ταῦτʼ εἶναι ἢ κατὰ σφῶν αὐτῶν. τὸ μὲν γὰρ μανία σαφὴς, ἑκόντα τινὰ καθʼ αὑτοῦ πράττειν αἱρεῖσθαι· τὸ δʼ ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας καὶ τῆς περὶ τὸν Μαργίτην, ὡς εἰπεῖν, συμμορίας, εἰκῆ πονεῖν καὶ πράττειν διὰ κενῆς καὶ εἰς οὐδὲν δέον. Λεπτίνης τοίνυν οὐ μόνον δίκαιον, ἀλλὰ καὶ συμφέροντα καὶ προσέτʼ
αἴτιον τῇ πόλει δόξης εἰσήνεγκε νόμον, τῶν μὲν ἐξ ἀρχῆς καὶ πάλαι κειμένων οὐδὲν ἐλάττω, εἰ μὴ καὶ μείζω, ὅσον οὑκεῖνοι παρεῖσαν οὗτος ἐξεῦρε καὶ διωρθώσατο· ἄξιον δὲ οὐ παρὰ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις μόνοις ἡμῖν, ἀλλὰ
καὶ πᾶσιν ὡς εἰπεῖν ἀνθρώποις εὐδοκιμεῖν· δίκαιον μὲν ἀνθʼ ὧν κοινῇ πάντας λειτουργεῖν ἀναγκάζει, ὅπερ ἐστὶ δημοκρατουμένων ὡς ἀληθῶς καὶ τὴν ἰσότητα διὰ πάντων τιμώντων, ἀλλὰ μὴ διʼ ἀτελείας τὴν ἀναγκαίαν καὶ δημοτελῆ ταύτην εἰσφορὰν παραιτεῖσθαι, ὥσπερ δεδιότας μὴ δόξωμεν εὖ ποιεῖν τὴν ἡμῶν αὐτῶν. καίτοι πῶς οὐκ ἄτοπον καὶ τοῦ δικαίως ἔχοντος πόρρω τῶν μὲν παρʼ αὐτῆς ἀγαθῶν ἐξ ἴσης ἡμᾶς ἀπολαύειν ἔχειν, ἡμᾶς δʼ οὐκ ἐξ ἴσου τὰ πρὸς αὐτὴν διακεῖσθαι, ἀλλὰ τοὺς μὲν λειτουργεῖν, τοὺς δὲ μή; καὶ παραπλησίους ἀλλήλοις ὄντας τῇ πρὸς ταύτην εὐνοίᾳ, ἐνταῦθα μόνον τὴν ἰσότητα φεύγειν; καὶ πολέμου μὲν ἐπιόντος πάντας ὑπὲρ αὐτῆς κινδυνεύειν αἱρεῖσθαι καὶ τῆς αὐτῆς ἔχεσθαι προθυμίας, ἐν δὲ τοῖς ἐλάττοσι τῶν πραγμάτων καὶ κίνδυνον μὲν οὐδʼ ὁντινοῦν οὐδὲ πόνον, ὠφέλειαν δʼ ὅτι πλείστην τῇ πόλει καὶ ἡμῖν προξενοῦσιν, ἔπειτα πολίτας ὡς εἰπεῖν ἐξ ἡμισείας ὁρᾶσθαι; συμφέροντα δὲ μὴ μόνον τῷ συστάσεις ἀτεχνῶς πολιτειῶν τὰς λειτουργίας εἶναι καὶ θαυμαστὰς καὶ μεγίστας πρὸς ἐπίδοσιν ἀφορμὰς, ἀλλὰ καὶ ὅτι μηδενὸς μὲν ἀτελοῦς ὄντος, ὡς ἔφην, πάντες λειτουργήσουσιν, ἐὰν δὲ ἀτελείας μετέχωσι τινὲς, οὐδὲ εἷς. εἰ τοίνυν ᾧ μὲν χείρω τὰ τῆς πόλεως εἶναι συμβαίνει καὶ πρὸς φθορὰν αὐτῇ μᾶλλον ἢ δόξαν ἑτέροις, τοῦτο τοῦ μηδενὸς ἄξιον χρῆσθαι, ὃ δὲ μείζω ταύτην ἐπιφανῶς καὶ βελτίω ποιεῖ καὶ τοῖς ἅπασιν εὐθενοῦσαν, τοῦτʼ ἀνάγκη πᾶσα περὶ πάνυ τοι πολλοῦ πεποιῆσθαι, εἴ γʼ ἡμῶν αὐτῶν λόγος ἡμῖν· οὔτʼ ἀτελεῖς τινας εἶναι τὸ παράπαν προσῆκεν, ὡς οὐ μικρὰν ταύτην οὖσαν τοῖς πράγμασι βλάβην, ὅ τε νόμος οὕτω