Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

κατʼ εὔνοιαν, καὶ σαυτῷ μὲν ἐκ δειλίας παρρησίαν ποριζόμενος, ἐμοῦ δʼ οὐκ ἀξιῶν τὴν ὀρθὴν καὶ δικαίαν ἐκ φρονήματος εἶναι. ἔτι τοίνυν ἑνὸς ἢ δευτέρου τῶν στρατηγῶν μνησθῆναι βούλομαι. οἶμαι γὰρ οὐ φαυλοτέραν

ὠφέλειαν ἐπενεγκεῖν τῇ Θηβαίων πόλει τὴν Ἐπαμεινώνδου τότʼ ἐκείνου φύσιν ἢ σὲ τοῖς σαυτοῦ παρεσχῆσθαι φήσεις. τούτου μὲν γὰρ χωρὶς τῆς ἀπολογίας ἧς ἀρτίως ἐμνήσθην καὶ ἕτερόν ἐστιν ἐπίγραμμα κατηγοροῦν τὸ ἦθος ἐν Πελοποννήσῳ, ὃ πρὸς θεῶν εἴ τις ἀπαλείψειεν, ἆρʼ οὐκ ἂν ἀχθεσθείης; ἐγὼ μὲν καὶ σφόδρα ἂν, οἶμαι δὲ καὶ ἕτεροι τῶν κατʼ ἐμὲ, ἀλλʼ οὐ τῶν κατὰ σὲ ἴσως. τί δὴ τοῦτό ἐστι τὸ ἐπίγραμμα ὃ πάντες ᾁδουσιν;
    ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν,
  1. Μεσσήνη δʼ ἱερὰ τέκνα χρόνῳ δέχεται.
ἐπανόρθωσον οὖν, εἰ βούλει, καὶ τοῦτο τοῖς σαυτοῦ λόγοις, ὅτι ταυτὶ συνίσασιν ἅπαντες, σὲ δʼ οὐ χρὴ γρύζειν. ᾁδουσι δὲ καὶ Χαβρίου τι ῥῆμα, δοκεῖν ἐμοὶ μετὰ τὴν ἐν Νάξῳ ναυμαχίαν εἰπόντος· εἰ δʼ ἄρα καὶ πρὸ τῆς ναυμαχίας, οὐ χεῖρον. ᾐνίττετο δʼ ἁνὴρ εἰς αὑτὸν, ἔφη γὰρ φοβερώτερον εἶναι ἐλάφων στράτευμα λέοντος ἡγουμένου ἢ λεόντων ἐλάφου. οὕτω δή σοι διὰ πάντων ἐπιδέδεικται καὶ ποιητῶν καὶ ῥητόρων καὶ στρατηγῶν καὶ ὧν τι ὄφελος ἐν Ἕλλησιν ἀναγκαῖόν τι κτῆμα καὶ ὥσπερ ἔμφυτον ἡ μεγαλοφροσύνη τοῖς κρείττοσι, καὶ ὁ τοῦ Δημοσθένους λόγος εὖ ἔχων, ὁποῖʼ ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. καίτοι θαυμαστὸν ἐν μὲν τοῖς ἄλλοις κατʼ ἀξίαν τῶν ὑπαρχόντων ἐγγίγνεσθαι τὸ φρόνημα, ἐν δὲ τοῖς περὶ αὐτὴν τὴν γνώμην καὶ τοὺς λόγους μὴ πολὺ μᾶλλον οὕτω τοῦτʼ ἔχειν. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ καθάπερ πηγὴ καὶ ὁρμητήριον τοῖς λόγοις τὸ φρόνημά ἐστιν, ὅτῳ περὶ τούτων σχολὴ λογίζεσθαι. δοκεῖ δέ μοι καὶ ὅλως παντὸς τοῦ
Ἑλληνικοῦ σύμβολον καὶ ὥσπερ εἰκὼν εἶναι τὸ τοιοῦτον εἶδος τῆς γνώμης. τέχνας μὲν γὰρ καὶ λογισμοὺς τοὺς κατὰ χεῖρα καὶ ὅσα τοιαῦτα κἂν παρὰ τοῖς βαρβάροις πιστεύοι τις ἐγγίγνεσθαι μὴ χείρω, ἡ δὲ τῆς ψυχῆς ῥώμη καὶ τὸ φρονεῖν μετʼ ἐλευθερίας ἀνεπαχθοῦς ἀρχαῖον ἄρʼ