Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἀντιπάλου καθαπτόμενος εἴρηκεν, εἰ μὴ ἄρα οὕτω σφόδρα παῖς εἶ ὥστε νομίζειν Φαίδρου τὰ ῥήματα εἶναι καὶ οὐ τὸν Πλάτωνα ὡς τὸν Φαῖδρον λέγειν τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπειργάσω, ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα θελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι. ἐκεῖνα δʼ αὖ τί φήσεις; φεῦ ὅσῳ τεχνικωτέρας λέγεις νύμφας τὰς Ἀχελώου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ταῦτα οὐ μετὰ πάντων ἐγκωμίων εἰς αὑτὸν εἰρῆσθαί σοι δοκεῖ τῷ ἀνδρὶ, εἴπερ γε μὴ τὰ Μίδου ὦτα ἔχεις, οὗ τὸ ἐπίγραμμα ἐκεῖνος ἐπέσκωπτε προσεικάζων τῷ τοῦ ἑταίρου λόγῳ, καὶ κατὰ πάσας γέ που τὰς ἀρετάς; ἀναγκαίως· ταῦτα διεξέρχεται περὶ αὑτοῦ. φρονίμου μὲν γὰρ, οἶμαι, καὶ σώφρονος γνῶναι τὴν ἀξίαν, δικαίου δὲ τὰ πρέποντα καὶ αὑτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν. ὁ δʼ αὖ νεμεσῶν ἅπασι

τοῖς ἐναντίοις τούτων εἰκότως ἐνέχεται, ἕως ἂν μὴ δείξῃ ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω δόξαν τῆς ἀληθείας ἐφέλκονται.

ἄλλα τοίνυν μυρίʼ ἔχων εἰπεῖν παραλείπω. ἀλλʼ ἐπειδὴ Σόλωνος ἐμνήσθην καὶ ὧν ἐκεῖνος διαλέγεται περὶ τῆς αὑτοῦ πολιτείας, φέρε σκόπει τί αὖ καὶ οὗτος ἐν αὐτοῖς τοῖς νόμοις οὓς ἐτίθει λέγει; ταῦτα δὲ νομοθέτῃ προσήκει μᾶλλον εἰδέναι ἢ ποιηταῖς ξύμπασιν. οὐκοῦν ἄντικρυς δοκεῖ σοι συμπάντων τῶν ποιητῶν πρῶτον καὶ σοφώτατον ἀνακηρύττειν ἑαυτόν; μετʼ ἰσχυρᾶς γέ που τῆς ἀνάγκης οὕτω τοῦτο συμβαίνει. ὅταν γὰρ αὐτὸς μὲν ὁ φάσκων εἶναι νομοθέτης ᾖ, αὐτὸς δὲ ὁ φάσκων δεῖν τοὺς ποιητὰς παραχωρεῖν τῷ νομοθέτῃ καὶ ταῦτα σύμπαντας, πῶς οὐκ εἰς τοῦθʼ ὃ προεῖπον τελευτᾷ; ἆρʼ οὖν ἐνεθυμήθης διὰ πάντων τούτων πόσον τὸ μεταξὺ σοῦ τε κἀκείνου πρὸς ταῦτα; ἢ πάντων οὖν κατηγόρει τῶν ἀρίστων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ ἡμῖν πρᾳότερος εἶναι τοῦ λοιποῦ, ὦ τὰ μὲν ὑπὲρ ἐμοῦ δεδιὼς, τὰ δʼ ὑπὲρ σαυτοῦ μὴ σκοπῶν, καὶ αὐτὸς μὲν κατʼ εὔνοιαν ἀξιῶν παρρησιάζεσθαι πρὸς ἐμὲ, ἐμὲ δʼ οὐκ ἐῶν πρὸς τούτους παρρησιάζεσθαι