Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἦν καὶ ἴδιον τῶν Ἑλλήνων ἀγαθόν. θαυμάζω δʼ ὅπως εὖ πεφυκὼς πρὸς τὸ παιδαγωγεῖν οὐχ ὁρᾷς τούτους τοὺς ἀργυρίῳ τὸν ἔπαινον ὠνουμένους οὐ μόνον ἐν ταῖς ἐπιδείξεσιν, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις. καίτοι οὗτοι τί σοι δοκοῦσιν ἕτερον ποιεῖν ἢ αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινεῖν; καὶ ταῦτα ἃ μὴ χρή γε καὶ ὃν ἥκιστα ἔδει τρόπον, καὶ πρόσεστι τὸ τὰ ὄντα ἐλάττω ποιεῖν, ἐπιθήκη τις τῆς ἀνοίας. ἐγὼ δὲ τούτων εἰ μή τῳ ἄλλῳ, ἀλλὰ τούτῳ γε, ὡς ἔοικεν, εἰμὶ κομψότερος· προῖκα γὰρ ἐμαυτὸν ἐπαινεῖν ἀξιῶ, καὶ ταῦθʼ ἃ σύνοιδα· ὡς δʼ οὐ πολλάκις αὐτὸ δρῶ, συνίσασιν οὗτοί μοι. ὥστʼ οὐκ ἀναισθησίας μᾶλλον ἢ καὶ σοφίας τινὸς ἐκφέρω δεῖγμα. ὅτι δʼ οὐ ψεύδομαι, τοῦτο καὶ σοὶ συνδοκεῖ. ἓν δέ τί σε λοιπὸν ἐρήσομαι. πρὸς θεῶν εἴ σοι περὶ παίδων εὐχομένῳ τῶν θεῶν εἴποι τις ὡς ἔσονται μὲν, ἔσονται δὲ τούτῳ παραπλήσιοι καὶ τὸ φρόνημα καὶ τοὺς λόγους, ἐμὲ δὴ λέγων, οὐκ ἂν δέξαιο; οἶμαι μὲν κἂν ἐπιδράμοις. εἶθʼ ὧν αὐτὸς, εἰ τύχοις, εὐχῆς ἂν ἐφῖχθαι δόξαις, ταῦθʼ ἡμῖν ὀνειδίζεις; καὶ ὧν χάριν ἂν τοῖς θεοῖς ἔχοις, ταῦθʼ ἡμῖν ἐμέμψω; καὶ οὐδὲ τὴν Περσικήν τε καὶ Λακωνικὴν τάξιν τῆς δίκης ἐτίμησας, οὐδὲ ἔδωκας τὰ ὀλίγα τοῖς πολλοῖς καὶ τὰ ἐλάττω τοῖς μείζοσιν; εἰ μὲν οὖν σοι μετρίως ἀπελογησάμεθα· εἰ δὲ μὴ, σκόπει ὅ τι χρήσει σαυτῷ. παιδαγωγήσεις δὲ ἡμᾶς οὔτʼ αὐτὸς οὔτε ἕτερος οὐδὲ εἷς· ἱκανὸς γὰρ ὁ προστάτης.