Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἂν τοσοῦτον σωφροσύνης εἰσηνέγκατο. ἐξελέγξεις δέ με ἡνίκʼ ἂν αὐτὸς κτησάμενος τὴν αὐτὴν δύναμιν τῶν λόγων, οἶμαι δʼ οὐ ῥᾷστόν σοι, εἶτα μετριώτερον ἐπὶ σαυτῷ φρονῶν ὀφθῇς. ἂν δʼ αὐτὸς προσαιτῶν καὶ τῆς ἐφημέρου τροφῆς ἀπορῶν καὶ βλέπων εἰς δύο καὶ τρεῖς ὀβολοὺς ἔγκλημα ποιῇ τῷ βασιλεῖ τῷ γράφοντι, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνη κεκωλύσθω, φάσκων ὑπερηφανίαν εἶναι ταῦτα καὶ λόγων κόμπον, ὁμοίως ἀργυρίου καὶ φρενῶν ἀπορῶν ἔσει. εἶτα τί φησὶν ὁ Σόλων;

    εἰ γὰρ ἤθελον
  1. ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,
  2. αὖθις δʼ ἃ τοῖσιν ἁτέροις δρᾶσαι, διὰ
  3. πολλῶν ἂν ἀνδρῶν ἥδʼ ἐχειρώθη πόλις.
  4. ατῶν οὕνεκʼ ἀρχὴν πάντοθεν κυκεύμενος
  5. ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.
ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφʼ αὑτῷ φρονεῖ. ἡγεῖτο γὰρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῷ ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα. διὰ ταῦτα ὁ εἴσω τὴν χεῖρα ἔχων τὸ φθέγμα ἐπαίρεται καὶ τὰ αὑτοῦ κοσμεῖ δικαίως. τὴν μὲν γὰρ χεῖρα, οἶμαι, εἴσω ἔχειν ἠξίου, τὴν κεφαλὴν δʼ οὐ κάτω. φέρε δή σε καὶ διʼ ἑτέρου τῶν ὀνομαστοτάτων παραμυθήσομαι, ἐπειδὴ δειλότερος εἶ τοῦ δέοντος, ἵνα μὴ λέγω θρασύτερος. ἔστι δʼ ὑπερβολὴ τῶν τοῦ Σόλωνος ἃ οὗτος εἴρηκε. σκόπει γάρ· τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατʼ ἀξίαν· ἔχει δὲ ὧδε. εἶδες ὡς ἐξεφύσησεν ἅπαντας τοὺς βασκάνους, γράψας ἐλευθέρως περὶ τῆς ἑαυτοῦ φύσεως καὶ ὡς εἰκὸς ἦν τὸν βεβαιοῦντα τὸν ἐν χειρὶ λόγον, ὡς ἄρα ἡ τῶν κρειττόνων
ἐπίπνοια ὑπερφρονεῖν ποιεῖ τῶν πολλῶν. ἢ τοῖς ἐκ τῶν τριόδων παραπλησίως ἔχειν δοκεῖ σοι ταῦτα; διαπερανάμενος τοίνυν τὸν λόγον τὸν περὶ τοῦ ἔρωτος ποίαν εὐφημίαν ὕστερον περὶ αὑτοῦ παραλέλοιπεν, ἢ τί τῶν καλλίστων οὐκ εἴρηκε; πρῶτον μὲν ὡς ὀρθῶς ἐζήτησε τἀληθὲς, τῷ τὰ μὲν συναγαγεῖν, τὰ δὲ τέμνειν πρὸς λόγον εἰδέναι· ἔπειθʼ ὡς ἐν τάξει τὸν λόγον διέθετο· μέγιστον δὲ πάντων ἐπὶ τῇ μεγαλοπρεπείᾳ φρονεῖ, ὥστε καὶ ἄντικρυς τοῦ