Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Ἀφροδίτης λόγον ἀνανεοῦσθαι. φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται· τελευτῶν δὲ αὐτῆς μὲν ἀπείχετο, τὴν δὲ βλαύτην ἔσκωψεν αὐτῆς. ὥστε ἄμφω συμβῆναι, μήτε δὴ τὴν Ἀφροδίτην ἀκοῦσαι κακῶς μήτε τὸν Μῶμον εἰπεῖν εὖ. καὶ σὺ τὴν σκηνὴν θαυμάζων τὰ παρασκήνια ᾐτιάσω καὶ τοὺς λόγους ἀφεὶς ἐτήρεις τὰ παραφθέγματα. οὕτω πόρρω τοῦ νόμου βαίνεις. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος παραφθέγγεται, ἄκουε καὶ τούτου. καίτοι τοσοῦτόν γε ἐμὲ τόλμῃ καὶ αὐθαδείᾳ παρελήλυθε,
ταῦτα γὰρ αὐτῷ τὰ ὀνόματα ἐκ τῆς σῆς αἰτίας ἁρμόττει, ὥστʼ ἐγὼ μὲν ἔξω τοῦ βιβλίου παρελήρησα, καὶ ταῦτα ἐξαχθεὶς ὑπὸ τοῦ λόγου, ὁ δὲ δὴ Σόλων καὶ βιβλίον ἐξεπίτηδες πεποίηκεν, ὥσπερ ἡμεῖς εἰς τὴν Ἀθηνᾶν, οὕτως ἐκεῖνος εἰς αὑτὸν καὶ τὴν ἑαυτοῦ πολιτείαν, ἐν ᾧ ἄλλα τε δὴ λέγει καὶ ταῦταὁρᾷς ὡς αὐθαδῶς καὶ οὐ τῆς σῆς συμβουλῆς; καὶ ταῦτα μέν ἐστιν ἐν τετραμέτροις· ἐν δὲ τοῖς ἰάμβοιςἃ μὲν ἄελπτα σὺν θεοῖσιν ἤνυσʼ, ἄλλα δʼ οὐ μάτην
- ἔρδον.
τίθει δὴ καὶ ὑπὲρ ἡμῶν λέγειν τὸν Σόλωνα, ἄλλος δʼ ἂν τοῦτο τὸ κέντρον εἰς τοὺς λόγους εἰσενεγκάμενος οὐκσυμμαρτυροίη ταῦτʼ ἂν ἐν δίκῃ χρόνου
- μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων
- ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε
- ὅρους ἀνεῖλον πολλαχῆ πεπηγότας,
- πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
- πολλοὺς δʼ Ἀθήνας πατρίδʼ εἰς θεόκτιτον
- ἀνήγαγον πραθέντας ἄλλον ἐκδίκως,
- ἄλλον δικαίως, τοὺς δʼ ἀναγκαίης ὕπο
- χρησμὸν λέγοντας γλῶσσαν οὐκέτʼ Ἀττικὴν
- ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους,
- τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα
- ἔχοντας ἠδὲ δεσπότας τρομευμένους
- ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει
- ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας
- ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην.
- θεσμοὺς δʼ ὁμοίους τῷ κακῷ τε κἀγαθῷ
- εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην
- ἔγραψα. κέντρον δʼ ἄλλος ὡς ἐγὼ λαβὼν
- κακοφραδής τε καὶ φιλοκτήμων ἀνὴρ
- οὐκ ἂν κατέσχε θυμόν.