Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
φύσει πρὸς τὴν ἀξίαν ἕκαστον κρίνεται· καὶ ὅ γε ἁπλοῦς ἀνὴρ καὶ οὐ πολλαπλοῦς οὗτός ἐστιν, ἐμοὶ δοκεῖν, ὅστις οἶδε μὲν ἐπὶ τοῖς αὐτὸς αὑτοῦ μεῖζον φρονεῖν, οἶδε δὲ ἔλαττον, ἐπαινεῖ δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἂν αὐτὸν προσίηται, ψέγει δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἄν τι τοιοῦτον ἐνευρίσκῃ, μηδὲν τοῦ δοκοῦντος ἀληθοῦς εἶναι προτιθεὶς μηδαμοῦ. σκόπει δὲ κἀνθένδε. ἐμοὶ γὰρ σὺ ἴσως οὔπω ἐνέτυχες· ἐπεὶ ἔγνως ἂν ὅσα ἐπὶ τῶν ἐμαυτοῦ ψέγω. ἃ γὰρ διαγράφω καὶ μεταποιῶ, πῶς οἴει με πρὸς ταῦτα ἔχειν; φημὶ δὲ τοῦ πάντας ἴσον φρονεῖν ἐπὶ τοῖς ἑαυτῶν οὐδὲν εἶναι μᾶλλον κατʼ ἀνθρώπους ἄνισον. ἀλλά μοι δοκεῖ καὶ τὸ γράμμα τὸ θεῖον ἄντικρυς τοῦτο κελεύειν καὶ λέγειν τὸ γνῶθι σεαυτὸν, οὐχ ἁπλῶς οὑτωσὶ, φάθι μηδὲν εἶναι, ἀλλὰ μήτε ὑπερβάλῃς μήτε ἐλλίπῃς. ἐπικυροῖ δὲ τὸ δεύτερον γράμμα καὶ ἐπισφραγίζεται ὅτι οὗτός ἐστιν ὁ νοῦς τοῦ προτέρου· τὸ γὰρ μηδὲν ἄγαν εἰς τοῦτο οἶμαι φέρει. τὴν τοίνυν ἀξίαν ὅ τʼ Ἀπόλλων, ἅτε μάντις καὶ ποιητὴς ὢν καὶ κατʼ ἀμφότερα ἐξηγητὴς τῆς ἀληθείας, παρακελεύεται τιμᾶν, σύ τʼ ἂν εὖ φρονῇς καὶ μὴ θεοῖς ἐχθρὸς ᾖς, σκέψει πανταχοῦ, σκέψει δʼ ὅπως ἁπάντων ὑπαρχόντων οὐ δείξεις ἀτιμάζων, ἀλλʼ ἐπὶ παντὸς ἀεὶ παραλαμβάνων, οὕτω κρινεῖς ἀναφέρων ἐπʼ
ἐκεῖνο τὴν γνώμην, τὸ ποῖός τις ἕκαστος ἡμῶν καὶ πόσου τινὸς ἄξιος. τὰ γὰρ αὐτὰ τοῖς μὲν ἄξια, τοῖς δʼ οὔ· οἷον ὅταν μὲν ὁ Θερσίτης λέγῃὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,γέλως ἐστὶν, οἶμαι. σὺ δήσας; εἰ δὲ μὴ σὲ ἕτερος αὐτῶν τῶν Ἀχαιῶν, οὐκ ἀγαπήσεις; οὐ γνώσει κατὰ τοῦ νώτου ληρῶν; ἀλλʼ ὅταν γε Ἀχιλλεὺς, οἶμαι, διηγῆται
οὐδείς ἐστιν ὅστις ἔτι νεμεσήσει τῶν Ἀχαιῶν. διὰ τί; ὅτι συμβαίνουσιν οἱ λόγοι τοῖς ἔργοις. τρεῖς καὶ εἴκοσι, φησὶ, πόλεις εἷλον. τί οὖν; οὗτος αὐτὸς τὰς ἁπάσας; οὐκ ἔχομεν ἀντειπεῖν. ἀλλʼ οὐ τὰς μὲν ἐν θαλάττῃ, τὰς δὲ πεζὸς,δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
- πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
- τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
- ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον,
καὶ τὰς μὲν τόσας, τὰς δὲ τόσας, ἀλλὰ καὶ ταῦτα συνίσασιν οἱ ἀκούοντες. οὐκοῦν ἅπαντα ἀληθῆ. ἀλλὰ καὶ προθυμότατος εἰς τὸ κοινὸν ἐγενόμην, φησίν. ἕως ἂν δείξῃ ὅτι οὐ προθυμότατος, οὐ ληρεῖ. διὰ ταῦτα ὁ αὐτὸς ἀνὴρ Ὀδυσσεὺς τὸν μὲν ἐμαστίγου, τὸν δʼ ἱκέτευεν. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ ὅλως ἀρχαῖον νόμιμον τοῦτο καὶ Ἑλληνικὸν, φρονεῖν ἐπὶ τοῖς ἑαυτοῦ, καὶ χωρὶς τούτου τοῦ φρονήματος οὔτε πρᾶξις κατʼ ἀνθρώπους ἀξία μνήμης οὔτε λόγος διαφέρων οὔτʼ ἄλλο τελεσθείη ποτʼ ἂν οὐδὲν, ἄκουε οἷα καὶ ὅσα παρῆλθέ σε. ἀδελφοὺς δέ που τοῖς χθὲς ἔοικα ποιήσεσθαι τοὺς λόγους, καὶ γὰρ ἡ ἀπόκρισις τῆς αὐτῆς ἔχεται γνώμης σχεδόν. ὅσα μὲν δή σοι Ὅμηρος ἐφαίνετο
λέγων αὐτὸς ὑπὲρ αὑτοῦ καλεῖν κελεύων τοὺς προσαγωγέας μέμνησαι· ὥστε ἀφίημι αὐτά. καίτοι γε ἐκεῖνα τὰ ἔπη σχεδὸν ἄντικρυς λέγει τοῦθʼ ὅτι Ὅμηρος αὑτὸν ψηφίζεται ποιητῶν εἶναι κράτιστον. ἀφεῖται μὲν δή σοι Ὅμηρος. σκόπει δὲ καὶ Ἡσιόδου φρόνημα, εἰ ἄρα πρότερον μὴ κατεῖδες. ἐκεῖνος γὰρ ἀρξάμενος τῆς θεογονίας καὶ τὰς Μούσας ὑμνῶν εὐθὺς λέγειαἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν.καὶ οὕτω σχέτλιος ἦν καὶ ὑβριστὴς ὥστʼ οὐδὲ τοσοῦτον ἐνέμεινεν ἐκτελέσαι τὸ προοίμιον ταῖς θεαῖς, ἀλλὰ λέγων ὅτι αἱ Μοῦσαι ὑμνοῦσι τὸν Δία καὶ
Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην, εἶτα οὐ καρτερεῖ, ἀλλʼ ὀλίγου μεταξὺ τῶν θεῶν τῶν ὀνομάτων φησὶν
αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδὴν,ὡς εἰ μὴ καὶ τοῦτο δόξει τῶν Μουσῶν ἔργον εἶναι, ὥσπερ τοὺς θεοὺς ᾁδειν οὕτω καὶ Ἡσίοδον ποιητὴν ἀπεργάσασθαι, μοῖράν τινα αὐταῖς ἀπολλυμένην τῆς εὐφημίας. καὶ οὐ μόνον λαβεῖν φησι παρʼ αὐτῶν τὴν ᾠδὴν, ἀλλʼ ὅτι καὶ καλὴν οὖσαν προστίθησι· νὴ Δίʼ ἀσφαλῶς γε, φαίης ἂν, προστιθεὶς ταῖς Μούσαις ἑαυτόν.
οὐκοῦν καὶ ἡμεῖς ἃ προήχθημεν εἰπεῖν προσετίθεμεν ταῖς Μούσαις καὶ τῇ θεῷ. ἐλέγομεν γοῦν, εἰ μέμνησαι, ὅτι καὶ ἄντικρυς ἔστιν ἃ τῶν ῥημάτων ἀπεμνημονεύσαμεν ὧν ἡ θεὸς προὔδειξεν, εἰ μὴ τὸ σὸν κωλύει. ὅσῳ δὲ ἡμεῖς
ἐπιεικέστεροι Ἡσιόδου μάθε, ἐπειδή γε ἀναγκάζεις. ὁ μὲν μεταξὺ τὸν ὕμνον ποιῶν ταῖς θεαῖς τοῦτο ἐντέθεικε τὸ ἔπος, ἐγκώμιον ὡς εἰπεῖν ἑαυτοῦ· ἡμεῖς δὲ τοὺς εἰς τὴν θεὸν λόγους καθαροὺς καθαρῶς ἐξεργασάμενοι μικρόν τι
περὶ ἡμῶν αὐτῶν ἄγραφον παρεφθεγξάμεθα. καὶ οὐχ ἁπλῶς γε οὑτωσὶ ὅτι τὴν ᾠδὴν ἔλαβε παρὰ τῶν Μουσῶν εἰπὼν ἀπαλλάττεται ὁ Ἡσίοδος οὐδʼ ἐπὶ τῇ προτέρᾳ προσθήκῃ περὶ τῆς ᾠδῆς ὡς εἴη καλὴ, ἀλλʼ οὕτως ἀλαζὼν καὶ φιλότιμος ἦν ὥστε καὶ σκῆπτρόν φησι λαβεῖν παρʼ αὐτῶν. τοῦτο δʼ αὐτῷ τι βούλεται πλέον ἢ νοήσειεν ἂν ἀργὸς ἀκροατής. ἀνένεγκε δὲ εἰς Ὅμηρον τί περὶ τοῦ σκήπτρου λέγει,κἀγὼ, φησὶν ὁ Ἡσίοδος, τὸ τῶν Μουσῶν μέρος εἰμὶ τούτων εἷς. ἐν ὑπερβολῇ δὲ σεμνύνων τὰ αὑτοῦ τί φησί; δρέψασθαι θηητόν· ὡς οὐδὲ τὸν τυχόντα κλαδίσκον λαβὼν, ἀλλὰ πολλῶν ὄντων τὸν μάλιστα περίβλεπτον εἶναι σκῆπτρον Ἡσιόδῳ. καὶ οὐδʼ ἐνταῦθα ἔστη τῆς ὕβρεως, ἀλλʼ ὥσπερ σὲ ῥηγνὺς ἐξεπίτηδες προστίθησιν ἐνέπνευσαν δέ μοι αὐδήν. καὶ τοῦ μὲν ἔπους ἐτελεύτησε, τοῦ δʼ ἐγκωμίου οὐδὲν μᾶλλον, ἀλλὰ καὶ θεσπεσίην πάλιν αὖ προσέθηκε, καὶ τό γʼ ἔτι κάλλιον, ὥσπερ οἱ πανταχῆ περιττοὶ τῶν σοφιστῶν ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. τοῦτο δʼ ἐστὶ τί; τὰς Μούσας φησὶν ὑμνεῖν τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, καὶ ταύτην εἶναι φύσιν αὐτῶν. κἀγὼ οὖν, φησὶν, ὑμνῶ ταῦτα ἅπερ αἱ Μοῦσαι. ἐὰν οὖν σοι δοκῇ ταῦτα διαγράφειν Ἡσιόδου, καὶ ἡμεῖς τὴν ἐπιτίμησιν δεξόμεθα. δείξεις δὲ δή που πρότερον ὡς ἀντάξιος εἶ τῶν ἐπῶν.
- νῦν δέ μιν υἷες Ἀχαιῶν
- ἐν παλάμῃς φορέουσι δικασπόλοι.
φέρε δὴ πάλιν ἐπανέλθωμεν ἐπὶ τοὺς ἄνδρας περὶ ὧν διαλέγονται. οὔκουν δοκεῖ σοι σαφέστατα ἀνθρώπων Ὅμηρος πεποιηκέναι τὸν Ἀχιλλέα λέγοντα εἰς αὑτὸν ἄλλα τε δὴ καὶ εἰσάπαξ οὕτως;
ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,[ἄν τε σὺ βούλῃ, φησὶν, ἄν τε μή· κἂν ἔτι κάκιον ἢ νῦν διαφθαρῇ]
τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων.
νὴ Δία ἀλλʼ ὁ Ἀχιλλεὺς νεανιεύεται. ὁ δέ γε Ὀδυσσεὺς ὠμογέρων ὢν τί λέγει; καὶ ταῦτα πρὸς αὐτὸν ἐκεῖνον λέγων ὦ Ἀχιλεῦ Πηλέως υἱὲ, εἰ μὲν ἄλλο τι κρείττων ἀξιοῖς εἶναι, συγχωρῶ, ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην, καὶ προσέθηκεν ὅτι καὶ πολλόν. οὐδὲ γὰρ ὥσπερ οἱ φαῦλοι τῶν γραμματιστῶν λυμαίνονται τῷ ἔπει οὐχ οὕτως ἔχει, οἳ τὸ πολλὸν ἀπολύουσιν ἀπὸ τοῦ προτέρου, ἄγουσι δʼ ἐπὶ τὰ ἑξῆς, ὧν ἡγεῖται κατὰ τὴν τοῦ ἔπους ἀρχήν. ἐμοὶ δὲ οὗτοι οὐ πάνυ τι δοκοῦσιν ἐπαΐειν περὶ λόγων. ἔστι γὰρ ἄντικρυς ἀντίθετον· φησὶ γὰρ
τὸ πρότερον· εἶτα,κρείττων εἶς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον γε
- ἔγχει
ἄκουε δὴ πῶς ἀντίκειται. ὃ μὲν ἐκεῖ τὸ ἔγχει, νοήματι ἐστὶν ἐνταῦθα, ὃ δʼ ἦν τὸ οὐκ ὀλίγον γε, τοῦτʼ ἀντʼ ἐκείνου τὸ πολλὸν, ὥσπερ ἂν εἰ καὶ οὕτως εἶπε μεταλαβὼν, πολὺ κρείττων σὺ ἐμοῦ τὰ ἐν πολέμῳ, ἐγὼ δὲ σοῦ ταῦτα οὐκ ὀλίγον. ἔτι δέ σε ἐπάξω βεβαιότερον, εἰ βούλει. Ὅμηρος γὰρ περὶ μὲν ἡλικίας οὐ πάνυ τι χρῆται προσθήκαις τοιαύταις, ὅσα γε ὡς ἐν τῷ παρόντι μεμνῆσθαι, εἰς δὲ ἀρετῆς κρίσιν πολλάκις, οἷόν τι λέγω, φησὶ δή που περὶ τοῦ Διὸς λέγων καὶ τοῦ Ποσειδῶνος
- ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην
- πολλόν.
ἀλλὰ Ζεὺς πρότερος γεγόνει,τοσοῦτον μόνον, καὶ πολὺ οὐ προστίθησι. καίτοι ὅτι πολὺ δῆλον καὶ μὴ προσθέντος αὐτοῖς τε τοῖς ἐκείνου καὶ τοῖς ἄλλοις. ᾁδει γὰρ εἰς αὐτὸν ἀεὶ, πατὴρ ἀνδρῶν τε θεῶν τε. ὥστε πῶς οὐ μακρῷ πάντων ἐστὶ πρεσβύτατος; ἑτέρωθι τοίνυν φησὶν
τοσοῦτον μόνον ὅτι πρότερος, πόσον δέ τι οὐ λέγει. ἀλλʼ ἐπειδὰν κρίνῃ, προστίθησι πολὺ, μέγα, τὰ τοιαῦτα,
- ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
- ἥρως Πρωτεσίλαος.
εἶτα πῶς;ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας,
- ὄφρʼ Ἀχιλεὺς μήνιεν.
τοῦτο δὴ τὸ οἴκοθεν ἔθος διαβιβάζει καὶ ἐπὶ τὸν Ὀδυσσέα, νομίζων κἀκείνῳ προσήκειν οὕτως εἰρῆσθαι, ὅτι ἐγὼ σοῦ προφέρω πολὺ εἰς γνώμην. καὶ ὅ γε Ὀδυσσεὺς θαρρῶν αὐτὸ, οἶμαι, προσετίθει. ᾔδει γὰρ καὶ αὐτὸν τὸν
- ὁ γὰρ πολὺ φέρτερος ἦεν.
Ἀχιλλέα ἃ μὴ δυνατὸς ἦν οὐ προσποιούμενον οὐδʼ ἀλαζονευόμενον. αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην, ἐν οἷς ὁ Ἀχιλλεὺς ἐπαρρησιάζετο, ὁμολογίαν τινὰ εἶχεν ἀδελφὴν τοῖς λόγοις τοῦ Ὀδυσσέως, ἐπεὶ κἀκεῖνος οὕτως διορίζεται λέγων ὅτι
ἐν πολέμῳ, ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.ἔχων οὖν ἐνέχυρον ὁ Ὀδυσσεὺς τὴν ἐκείνου ψῆφον καὶ εὖ εἰδὼς ὅτι οὐκ ἀηδῶς τἀληθὲς ἀκούσεται, ἀλλὰ τοῦ αὐτοῦ καὶ λέγειν καὶ ἀκούειν ἐθέλειν ἐστὶ τἀληθῆ· ἐκεῖνά τε σὺ, ἔφη, πολὺ κρείττων ἐμοῦ καὶ ταῦτα ἐγὼ σοῦ τοσοῦτον ἕτερον.
τὸ δὲ ἔτι κάλλιον, ὁ γὰρ Νέστωρ οὐδʼ ὠμογέρων τις ἔτι ὢν, ἀλλʼ οὕτω σφόδρα πρεσβύτης καὶ πέπων ὥστʼ αὐτῷ
οὕτω σφόδρα δόξει σοὶ κριτῇ μειρακιεύεσθαι ὥστε μηδὲν εἶναι χρῆμα λαλίστερον αὐτοῦ μηδʼ αὐθαδέστερον. οὐδὲ γὰρ εἰσάπαξ ποτὲ ἐπαινέσας αὑτὸν ἀπηλλάγη, ἀλλʼ ἐστὶν ὅμοιος ἁπανταχοῦ· ὃς πρῶτον μὲν τοὺς βασιλέας διαλλάττων φησὶ συγγενέσθαι ἀνδράσιν οὐ κατὰ τοὺς νῦν, ἀλλὰ μακρῷ πάντων κρατίστοις, ἑαυτὸν διʼ ἐκείνων σεμνύνων· ὥστʼ οὐδʼ ἀπεκρύψατο αὐτὸ, ἀλλʼ εἶπεν ἄντικρυς
- δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
- ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο,
- μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ,ὄντες, φησὶ, τοιοῦτοι. τὸ δʼ ἔτι μεῖζον
δύο προσθῆκαι, ὅτι τε αὐτοὶ ἦσαν οἱ μεταπεμψάμενοι καὶ δεηθέντες καὶ ἔτι τηλόθεν ἐξ Ἀπίης γαίης, ὡς δὴ οὕτω σφόδρα ἔνδοξος καὶ θαυμαστὸς ὤν. εἰ δʼ ἐρεῖς ὅτι εὔγνωμον καὶ σύμμετρον τὸ καὶ μαχόμην κατʼ ἐμαυτὸν ἐγώ, φημὶ κἀγὼ, καὶ οὐδαμοῦ τοὺς μαινομένους ἐπῄνεσα, ἀλλά τοι τῆς αὐτῆς ἐστι δεξιότητος καὶ τὰ προκείμενα, καί πως ἀμφότερά ἐστιν ἀληθῆ καὶ τοῦ ἐμοῦ λόγου. οὗ μὲν γὰρ ἐκείνων ἡττᾶτο καὶ μαχόμην ἔφη κατʼ ἐμαυτόν, οὗ δὲ κἀκείνων κρείττων καὶ τούτων πρὸς οὓς διελέγετο, ὑπό τʼ ἐκείνων προκριθῆναί φησι καὶκαὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
- τηλόθεν ἐξ Ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.
τούτους ἀξιοῖ συγχωρεῖν, ἄντικρυς εἰς ταυτὸν ἰὼν τῷ Ὀδυσσεῖ τῷ λέγοντι πρὸς τὸν Ἀχιλλέα ὅτι χείρων μὲν εἴη αἰχμὴν ἐκείνου, γνῶναι δʼ ἃ χρὴ βελτίων, ὥσπερ πρότερον καὶ αὐτῷ τῷ Ἀχιλλεῖ περὶ αὑτοῦ συνεδόκει. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ μία τις γνώμη τῶν τριῶν φαίνεται κατʼ αὐτό γε τοῦτο, τοῦ νεανίου, τοῦ ὠμογέροντος, τοῦ γέροντος, φρονεῖν περὶ αὑτοῦ καὶ λέγειν πρὸς ἀξίαν τῶν ὑπαρχόντων. λέγων γοῦν παρακλητικὸν τοῖς Ἀχαιοῖς ὁ πρεσβύτατος αὐτὸς ὑπὲρ τοῦ δέξασθαι τὴν πρόκλησιν τοῦ
Ἕκτορος οὐδὲν ἀλλʼ ἢ ἐγκώμια αὑτοῦ διεξέρχεται· ἐνταῦθα δὲ καὶ ὡς κατὰ χεῖρα κράτιστος γεγονὼς διαλέγεται, καὶ ἐστὶ φορητὸς οὐδαμῶς, ἀρξάμενος ἀπὸ τοῦ εἴθʼ ὣς ἡβώοιμι ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο. τὸ δὲ δὴ πέρας τῆς ἀλαζονίας, οὐδὲ γὰρ οὐδʼ ἀπέχρησεν αὐτῷ εἰπεῖν ὅτι ἀπέκτεινε τὸν ἀντίπαλον, ἀλλʼ ὥσπερ αὑτῷ τὸν ἐπίνικον ποιῶντῆς αὐτῆς ὁδοῦ δηλῶν ὅτι καὶ ἑτέρους ἀπεκτονὼς εἴη συχνοὺς καὶ μεγάλους καὶ καλούς. ἀλλʼ ὦ τᾶν ὅρα μὴ οὐκ εἰκῆ ταῦτα ἀλαζονεύηται, ἀλλὰ παροξυντικὰ εἰς τοὺς Ἀχαιοὺς ἐξεπίτηδες λέγῃ. καὶ ὅτι ἔτυχε τοῦ σκοποῦ καὶ ἥψατο αὐτῶν μαρτυρεῖ ὁ πάντα ταῦτα συγγράψας ποιητής. ἐπὶ γὰρ τῇ δημηγορίᾳ τοῦτο ἐπιτίθησιν,τὸν δὴ μήκιστον, φησὶ, καὶ κάρτιστον κτάνον ἄνδρα·
- πολλὸς γάρ τις ἔκειτο παρῄορος ἔνθα καὶ ἔνθα,
ὣς νείκεσσʼ ὁ γέρων, οἱ δʼ ἐννέα πάντες ἀνέσταν.καὶ μὴ ὅτι ἐν τῷ δημοσίῳ τοιοῦτός ἐστιν ὁ Νέστωρ, ἀλλὰ καὶ ἐν ταῖς ἰδίαις συνουσίαις ἀλαζών τίς σοι φανεῖται, ὅς γε καὶ τὸν Πάτροκλον πεμφθέντα ὑπὸ τοῦ Ἀχιλλέως ὡς αὐτὸν, ὅπως ἔροιτο ὅντινα ἄγει καὶ οὕτω σφόδρα ἠπειγμένον ὥστε μηδʼ ἀναπαύσασθαι βούλεσθαι διὰ τὸ ὀκνεῖν μὴ αἰτιάσαιτο αὐτὸν Ἀχιλλεὺς, ἀλλʼ ἐξεπίτηδες καθέζεσθαί τε κελεύει καὶ ἀκροᾶσθαι τῶν λόγων, καὶ πάλιν ἀπʼ ἀρχῆς τινος ὁμοίας ἀρξάμενος καὶ τὴν ἥβην τὴν ἀρχαίαν ποθήσας τε καὶ ἀνακαλέσας διήγησίν τινα περαίνει μακρὰν, ἧς τὰ μὲν ἄλλα καὶ μνησθῆναι χαλεπὸν, τὸ δὲ ὑβριστικώτατον αὐτῷ τῶν ἐπῶν καὶ οὐδέν τι τοῖς ἐμοῖς ῥήμασι προσεοικὸς, ἃ πρώην παρεφθεγξάμην,
πάντες δʼ εὐχετόωντο θεῶν Διὶ, Νέστορί τʼ ἀνδρῶν.
ἐῶ γὰρ οἷα καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ σοφὸς ἡμῖν ἀποκρίνεται διεξιόντα τὰς τάξεις κατὰ σπουδήν. ἀλλὰ τὸ πάντων ἥδιστον τοῦ γὰρ Ἀχιλλέως διατιθέντος τὸν ἀγῶνα ἐπὶ τῷ Πατρόκλῳ καὶ ἄλλων ἄλλα νικώντων αὐτὸς οὐχ οἷός τε ἦν οὐδὲν ἀγωνίσασθαι, ἀλλὰ τὸ λεγόμενον δὴ τουτὶ οὐδὲν ἔτι ὢν εἰς ταῦτα ὑπὸ γήρως ἃ πρόσθεν ποτʼ ἐνίκα, λέγει ὡς δή τι ταύτῃ δρῶν, καὶ φησὶ πρὸς τοὺς Ἀχαιοὺς οὐ τούτοις αὐτοῖς τοῖς ῥήμασιν, ἀλλά πως σχηματιζόμενος, ὅτι ὑμῶν μὲν ἕκαστος ὁ μὲν δρόμον νενίκηκεν ἢ νικήσει, ὁ δʼ ἴσως πάλην, ἄλλος δὲ ἄλλο τι· ἐγὼ δὲ
τοσοῦτον ἐγὼ τῶν νῦν νικώντων κρείττων εἰμὶ, εἰ καὶ τῷ γήρᾳ συγκεχώρηκα.πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Οἴνοπος υἱὸν,
- Ἀλκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη,
- Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
- δουρὶ δʼ ὑπερέβαλον Φυλῆά τε καὶ Πολύδωρον·
εἰ δʼ αὖ βούλει, τοῦ πύκτου τοῦ Φωκέως ὅσον τὸ χρῆμα τῆς ὑπερηφανίας,
κηδεμόνες δέ οἱ παρέστων, φησὶν,ἆσσον ἴτω ὅστις δέπας οἴσεται ἀμφικύπελλον·
- ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν.
- ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
- ἀντικρὺ χρόα τε ῥήξω, σὺν δʼ ὀστέʼ ἀράξω.
οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.ἆρʼ οὖν ἠπείλησε μὲν, οὐκ ἐποίησε δέ; οὐδὲν μὲν οὖν ἄλλο ἢ ἐμαντεύσατο ἃ δράσειν ἔμελλεν. οὔκουν θρασύτης, οἶμαι, ταῦτʼ ἦν. ἀλλὰ καί πως παρακολουθῶν αὐτῷ, ὥσπερ δὴ καὶ ἀπολογούμενος ὑπὲρ αὐτοῦ Ὅμηρος; ὅτι οὐδεμιᾷ δυσμενείᾳ ταῦτʼ ἔλεγεν εἰς τοὺς ἄλλους οὐδʼ αὐθαδείᾳ δυσχερεῖ, ἀλλʼ ὅσον αὑτῷ συνῄδει, τοσοῦτον ἐνεδείκνυτο, κόψαι μέν φησιν αὐτὸν ὡς προεῖπεν, ὡς δὲ εἶδε καίριον οὖσαν τὴν πληγὴν, αὐτὸν ἤδη γενέσθαι τῷ Εὐρυάλῳ τῶν κηδεμόνων ἕνα. λέγει γὰρ
ἐν ᾗπερ καὶ κατέβαλλε. ταῦτʼ ἄρα καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν οὐδὲν ὑποστέλλεται, ἀλλὰ τοῦτο μὲν πρὸς τὸ μειράκιον παροξυνθεὶς τὸν Εὐρύαλον ἐν τοῖς ἄθλοις τῶν Φαιάκων οὐδὲν παρίησιν ἐγκώμιον αὑτοῦ λέγων μεθʼ ὅσης
- ἀτὰρ μεγάθυμος Ἐπειὸς
- χειρὶ λαβὼν ὤρθωσεν,
ὥρας ἐν σώματι καὶ κάλλους ὁπόσου τινὸς ἀντάξιον ἡ τῶν λόγων χάρις καὶ τὸ ταύτης κάλλος ὑπερπέφυκεν. ἢ ταῦτʼ οὐκ εἰς αὑτόν σοι δοκεῖ λέγειν;
καὶ μὴν ὅτι γʼ εἰς αὑτὸν αὐτῷ ταῦτα ἔχει δῆλον ἐκ τοῦ ἑτέρου τοῦ ἐναντίου. φησὶ γὰρἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τʼ ἐς αὐτὸν
- τερπόμενοι λεύσσουσιν, ὁ δʼ ἀσφαλέως ἀγορεύει
- αἰδοῖ μειλιχίῃ, μέγα δʼ ἐμπρέπει ἀγρομένοισιν·
- ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσι.
ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές.τὸ μὲν γὰρ ἐκείνῳ δίδωσι δυοῖν ὄντοιν, τὸ δʼ αὑτῷ, τὸ λοιπόν. καὶ ταῦτʼ οὐχ ὑπʼ αὐθαδείας, ὦ σοφίας ὄφελος σὺ καὶ μέγα κῦδος Ἀχαιῶν, οὐδὲ τηνάλλως ἐκεῖνος διεξῄει τῷ θυμῷ παραδοὺς ἑαυτὸν, ἀλλʼ ἐπιστρέψαι βουλόμενος τὸ μειράκιον, τεθραμμένον ἐν τρυφῇ καὶ πολὺ τῆς ἀληθείας διημαρτηκός. καὶ ὡς ἔοικεν ὤνησε. μεταγιγνώσκει τε γὰρ οὐκ εἰς μακρὰν καὶ πατέρα αὐτὸν ἀντὶ τῶν προτέρων ἐκείνων καλεῖ καὶ εἰς διαλλαγὰς ἔρχεται. πάλιν δʼ αὖ περὶ τῆς ἐν τοῖς ἄθλοις ἕξεως αὐτοῦ λέγων, ἄντικρυς ὥσπερ Νέστωρ ἐν Ἰλιάδι, καθʼ ἕκαστον διελόμενος ὁπόσον κρατοίη λέγει
ταῦτα μὲν ἐν τῇ θέᾳ τῶν Φαιάκων, πρὶν καὶ τοὔνομα εἰπεῖν πρὸς αὐτοὺς ὅ τι ἐστὶν αὐτῷ. ἐρωτηθεὶς δὲ καὶ τοῦτο ἐν τῷ δείπνῳπάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι.
- εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι,
- πρῶτός κʼ ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ
- ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
- ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν·
- δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ.
εὖ εἰδὼς ὅτι οὐχ ὁμοίως Φαίακες ἀκούσονται αὐτοῦ τῶν λόγων, ἕνα τε εἶναι τῶν πολλῶν νομίζοντες καὶ προλαβόντες ἐν ταῖς γνώμαις ὅτι νῦν αὑτοῖς τῶν Ἑλλήνων ὁ ἄριστος διαλέγοιτο. οὐκ ᾐσχύνετο οὖν ἑαυτὸν ἐπαινῶν, εἴπερ γε μηδʼ ἑτέρους ὠφελῶν.εἴμʼ Ὀδυσεὺς, ἔφη, Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
- ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει·
οὕτω μὲν αὐτοί τε οἱ ποιηταὶ φρονοῦσιν ἐφʼ αὑτοῖς καὶ οἱ ἄνδρες περὶ ὧν διαλέγονται, καὶ οὓς μάλιστα παρʼ
αὐτῶν ἐπαινοῦσιν οἱ ποιηταί. εἰ δὲ δή τις ἔροιτό σε πότερον τοὺς τὰ ψευδῆ περὶ αὑτῶν λέγοντας κακίζεις, ἢ καὶ τοὺς ὁπωσοῦν, εἰ μὲν ἐκείνως ἐρεῖς, ἔλεγχε ὡς ἡμεῖς ταῦτα ἐψευδόμεθα, εἰ δʼ ὅλως, ἐὰν γρύζῃ τις, σκόπει τί τῷ δευτέρῳ χρήσει. ἃ γὰρ ἂν αἰσχρὰ φαίης ἐπʼ ἀνθρώπων εἶναι, ταῦτʼ οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν. ἃ δὲ μηδὲ θεῶν μηδενὶ φαίης ἂν πρέπειν, κομιδῆ τῷ γε ἀρίστῳ τῶν θεῶν οὐκ εἰκὸς πρέπειν. πῶς οὖν Ὁμήρῳ πεποίηται τοσαῦτα καὶ τοιαῦτα λέγων ὁ Ζεὺς περὶ αὑτοῦ καὶ τοὺς ἄλλους θεοὺς ἐκπλήττων καὶ φοβῶν ὥσπερ παιδάρια, τοῦτο μὲν ἐν θεῶν ἀγορᾷ ὅτʼ εἰς τὸ κοινὸν ἀπειλεῖ
γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων,ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι· καὶ τἀπὶ τούτοις,
καὶ ταῦτα ἐν εἰδόσι δή που λέγων τοῖς θεοῖς. οὐ γὰρ δὴ τότε γʼ ἐμάνθανον πρῶτον ὅτι ὁ Ζεὺς κρείττων ἐστὶν αὐτῶν. ἄλλα τοίνυν ὅσα τοιαῦτα ἀποφθέγγεται ἢ πρὸς τὴν Ἤραν ὀργιζόμενος ἢ κατὰ πᾶσαν πρόφασιν, τίς ἂν ἐκλέξαι ῥᾳδίως; καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ μηδὲ γελάσας εἴπῃς, τί δʼ οὐκ ἂν πρέποι τῶν μεγίστων τῷ Διί; οὐ γὰρ τοῦτʼ ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλʼ εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλʼ ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. καὶ γὰρ πλεῖστον κρατεῖ καὶ πάντες συνίσασι καὶ ὅτι αὖ συνίσασιν αὐτὸς ἐπίσταται.εἰ δʼ ἄγε πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες,
- σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες,
- πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
- ἀλλʼ οὐκ ἄν μʼ ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίονδε
- Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
- ἀλλʼ ὅτε κεν καὶ ʼγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
- αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
- τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων·
ἑλοῦ δὴ ποτέρως ἐμὲ συκοφαντεῖς, πότερον τοῦτο λέγων, ὡς ἐμοὶ τούτων οὐχὶ προσῆκε τῶν λόγων οὓς ἄν τις εἴποι συνειδὼς ἑαυτῷ τι πλέον τῶν ἀκροατῶν, ἢ καθάπαξ οὐκ ἐῶν οὐδὲν ὁτιοῦν παρρησιάζεσθαι. καὶ μὴν
οὐδʼ ἐκεῖνό γʼ ἂν εἴποις, ὡς ἐμοὶ μὲν αἰσχύνην φέρει τὸ τοιοῦτον, Ὁμήρῳ δʼ εἰς τὸν Δία ἀναφέροντι αἰσχύνην οὐκ ἔχει. ἀλλʼ ὡς ἔοικεν, ὅ τε Ζεὺς ἐξηγεῖται τοῖς θεοῖς τἀληθῆ σωτηρίας τῶν ὅλων ἕνεκα καὶ Ὅμηρος ὡς προσήκοντα τὰ τοιαῦτα οὕτω πεποίηκεν, ὅ τʼ Ἀπόλλων καὶ αὐτὸς παραπλήσια ἐν τοῖς χρησμοῖς ἐπιδείκνυται, οὐκέθʼ οὗτος διὰ ποιητοῦ λέγων, ἀλλʼ ὡς θέμις αὐτῷ
τίνι γὰρ καὶ μᾶλλον προσῆκε τἀληθὲς εἰπεῖν ὑπὲρ αὑτοῦ ἢ τῷ τἀληθῆ περὶ πάντων εἰδότι καὶ λέγοντι; οὕτω τοίνυν καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς καὶ τῶν ὁμοφύλων προέχουσιν, οὐκ αἰσχύνονται τἀληθῆ λέγοντες, ἀλλʼ ἡγοῦνται τοὺς ἀλήτας ὑπὸ ἀπορίας πολλὰ ψευδομένους καὶ κατὰ τὴν τῆς χρείας αἰτίαν ποιῆσαι τοὔνομα τοῦτο ὃ σὺ φεύγεις, τὸν ἀλαζόνα, ᾧ πᾶσαν τὴν ἐναντίαν ἔρχεται δήπουθεν ὁ τἀληθῆ λέγων. ἔστι δὲ κἀν τοῖς νόμοις μὴ λέγειν κακῶς, οὐχ ἁπλῶς, ἀλλὰ τὰ ψευδῆ. ὥσπερ τοίνυν ἐν τοῖς εἰς ἕτερον λόγοις οὐ τὸ κακῶς εἰπεῖν, ἀλλὰ τὰ ψευδῆ δεινὸν, οὕτως οὐδʼ ἂν περὶ ἑαυτοῦ τις εὐφημῇ, δικαίως ἂν ἔχοι μέμψιν, ἕως ἄπεστι τὸ τὰ ψευδῆ λέγειν. ὡς ὅ γε ἀψευδὴς οὔθʼ ἕτερον κακῶς ἀδίκως ἐρεῖ οὔθʼ αὑτὸν ἐπαινέσαι δεῆσαν φεύξεται. οἶμαι δέ σε καὶ Σαπφοῦς ἀκηκοέναι πρός τινας τῶν εὐδαιμόνων δοκουσῶν εἶναι γυναικῶν μεγαλαυχουμένης καὶ λεγούσης ὡς αὐτὴν αἱ Μοῦσαι τῷ ὄντι ὀλβίαν τε καὶ ζηλωτὴν ἐποίησαν καὶ ὡς οὐδʼ ἀποθανούσης ἔσται λήθη. ἀκούεις δὲ καὶ τοῦ Λάκωνος λέγοντος εἰς αὑτόν τε καὶ τὸν χορὸν ἡ Μῶσα κεκλήγει, ἡ λίγεια Σειρήν. καίτοι τί τοιοῦτον ἐγὼ περὶ ἐμαυτοῦ καὶ τῶν ἐμαυτοῦ λόγων παρεφθεγξάμην; πότερον τοῖς Σειρήνων μέλεσι παρέβαλον αὐτοὺς, ἢ πρὸς βιβλία βιβλίον ἀντεξετάσαι κελεύειν αὐθαδέστερόν ἐστιν ἢ τῇ τῶν Μουσῶν φωνῇ τὴν αὑτοῦ φῆσαι προσεοικέναι; προστίθει δὲ κἀκεῖνο, ὅτι αὐτῆς τῆς Μούσης δεηθεὶς κατʼ ἀρχὰς ὁ ποιητὴς, ἵνʼ ἐνεργὸς ὑπʼ αὐτῆς γένοιτο, εἶτα ὥσπερ ἐξέστη καὶ φησὶνοἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμοὺς καὶ μέτρα θαλάσσης
- καὶ κωφοῦ συνίημι καὶ οὐ λαλέοντος ἀκούω.
ὅτι τοῦτο ἐκεῖνο χορὸς αὐτὸς ἀντὶ τῆς Μούσης γεγένηται. καὶ εἰ μὲν ἄνευ τῆς Μούσης τοῦτο ἐξελάλησεν, οὐ κοινωνεῖ τοὐμὸν τῆς αἰτίας, ἐγὼ γὰρ τῶν ἐν τοῖς λόγοις ἀγαθῶν ἀφιστάμην τῇ θεῷ· εἰ δʼ ἡ Μοῦσα κληθεῖσα καὶ παραγενομένη ταῦτʼ ἤγαγεν ἐπὶ νοῦν αὐτῷ, δοκοῦντα καὶ ταῖς Μούσαις, ὡς ἔοικεν, ἐστὶ τὰ τοιαῦτα παρρησιάζεσθαι τοὺς ὑπʼ αὐταῖς ζῶντας. ἑτέρωθι τοίνυν καλλωπιζόμενος παρʼ ὅσοις εὐδοκιμεῖ τοσαῦτα καὶ τοιαῦτα ἔθνη καταλέγει ὥστʼ ἔτι νῦν τοὺς ἀθλίους γραμματιστὰς ζητεῖν οὗ γῆς ταῦτʼ εἶναι, λυσιτελεῖν δʼ αὐτοῖς καὶ μακρὰν, ὡς
ἔοικεν, ἀπελθεῖν ὁδὸν μᾶλλον ἢ περὶ τῶν Σκιαπόδων ἀνήνυτα πραγματεύεσθαι. ἀλλαχῆ δὲ οὕτω σφόδρα ἔνθεος γίγνεται ὥστε φαίης ἂν ὅτι οὐδʼ οὑτωσὶ κατὰ τὸ ῥῆμα ἔνθεός ἐστιν, ἀλλʼ αὐτὸ δὴ τοῦτο ὥσπερ θεὸς τῶν ἀπὸ μηχανῆς λέγει, Εἴπατέ μοι τάδε, φῦλα βροτήσια. πρὸς θεῶν σὺ δʼ αὐτὸς ἡμῖν τίς εἶναι φήσεις;οὐκ ἐνταῦθα ὁ ποιητὴς, ὅστις ποτὲ οὗτός ἐστι, καλεῖ κόρακας μὲν τοὺς ἄλλους ποιητὰς, ἀετὸν δʼ ἑαυτὸν πρὸς ἐκείνους; οὐκοῦν τοσούτῳ κρείττω τῶν ἄλλων ποιητῶν ἑαυτὸν, ὅσον κοράκων ἀετόν; πάλιν τοίνυν πρός τινα τῶν ἀκροατῶν, ἐπειδὴ νυστάζοντα ἑώρα, καὶ οὐκ εἰδότα ὅτῳ σύνεστιν, οὑτωσὶ πεποίηκεν ὄπισθεν δὲ κεῖμαι θρασειᾶν ἀλωπέκων ξανθὸς λέων. οὐ γὰρ δή που καὶ Πίνδαρον φήσεις ὑπʼ ἐμοῦ ταῦτα ἀναπεισθέντα ἐμβαλεῖν εἰς τὴν ποίησιν τὴν ἑαυτοῦ. ἄκουε δὴ καὶ ἑτέρωνφέρε δὴ γνώρισον καὶ ταῦτα, εἰ ἄρα οἷός τε εἶ,
- μαθόντες λάβροι
- παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον
- Διὸς πρὸς ὄρνιχα θεῖον.
Ἡράκλεις ταυτὶ μὲν οὐδὲ παντάπασιν ἀναίτια τοῖς ῥήμασιν, ἀλλʼ ὅμως καὶ ἐπὶ τούτοις σεμνύνεται ὡς οὐδὲν ἀτιμοτέροις τοῦ νέκταρος, καὶ φησὶν ὅτι οὗτος μέντοι ὁ τῶν λόγων κόσμοςκεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς
- οἷα τειχίζομεν ἤδη ποικίλον
- κόσμον αὐδάεντα λόγων.
ὥσπερ οὐκ ἀρκοῦν εἰ κατὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τοὺς θεοὺς ἔτι μειζόνως τιμήσοντας διʼ ἐκεῖνον τὴν τῶνκαὶ πολυκλείταν περ ἐοῦσαν ὅμως Θήβαν ἔτι μᾶλλον
- ἐπασκήσει θεῶν
- καὶ κατʼ ἀνθρώπων ἀγυιάς·
Θηβαίων πόλιν εἰς τὸ λοιπόν. ἑτέρωθι δὲ ἔτι λαμπρότερον
ὁρᾷς ὡς εὐχόμενος μεταξὺ οὐ κατέσχεν ἑαυτὸν, ἀλλὰ κἀνταῦθα ἐσεμνολογήσατο. καίτοι τίς ἂν ἦν τυχὼν τῶν ἐκ τῆς εὐχῆς; ὃς εὐθὺς ἀρχόμενος τῆς εὐχῆς τοσοῦτον ἐφʼ αὑτῷ φρονεῖ εἰπὼν εἰς αὑτόν; μυρίους τοίνυν ἑτέρους ἔχων εἰπεῖν οὐδὲ πολλοῦ τινος ἀξίους ἀνθρώπους ἐπαρθέντας ἐφʼ αὑτοῖς φρονῆσαι, ἐξεπίτηδες παραλείπω, δεδοικὼς μὴ περιστήσω τὸν λόγον εἰς τοὐναντίον, ὡς ἄρα καὶ φαύλων εἴη τὸ τὰ τοιαῦτα κοσμεῖν ἑαυτούς. ἀλλὰ τήν γε τοῦ Σιμωνίδου σωφροσύνην οἶσθα, εἰ δὲ μὴ, ἀλλʼ ἕτεροι ἴσασιν, ὡς ἕν τι τῶν ἀγαθῶν ἐστι τῶν ἐκείνου τὸ γνωριμώτατον σχεδὸν καὶ περὶ τὴν ποίησιν καὶ περὶ αὐτὸν τὸν βίον. οὗτος τοίνυν ἁνὴρ φανεῖταί σοι καὶ αὐτὸς μειρακιευόμενος καὶ τὸ λεγόμενον δὴ τοῦτο ἐπὶ γήραος οὐδῷ γευόμενος τῆς ἀλαζονίας. ἐτόλμησε γοῦν εἰπεῖνπρὸς Ὀλυμπίου Διός σε
- χρυσέα κλυτόμαντι Πυθοῖ
- λίσσομαι Χαρίτεσσί τε καὶ σὺν Ἀφροδίτᾳ
- ἐν ζαθέῳ με δέξαι χώρῳ ἀοίδιμον
- Πιερίδων προφάταν.
μνήμῃ δʼ οὔτινα φημὶ Σιμωνίδῃ ἰσοφαρίζειν.ταυτὶ γὰρ οὐχ ἕτερος δή που περὶ τοῦ Σιμωνίδου λέγει, ἀλλʼ αὐτὸς εἰς ἑαυτὸν πεποίηκεν. ἵνα δὲ μὴ δόξῃ νέος ὢν ἔτι καὶ ὡραϊζόμενος λέγειν ταῦτα, προστίθησιν
ὀγδωκονταέτει παιδὶ Λεωπρεπέος,ὥσπερ ἐνδεικνύμενος καὶ λέγων ὅτι ταῦτα ἐγὼ περὶ ἐμαυτοῦ φρονῶ καὶ λέγω κἀνακηρύττω, ὀγδοηκοντούτης ὤν· ὥστε οὐ μειρακιεύομαι, ἀλλὰ τἀληθὲς εἴρηκα. τὸ δὲ πάντων μέγιστον, καὶ γὰρ Σιμωνίδης καὶ Πίνδαρος ἀμφότεροι φανοῦνται σφίσιν αὐτοῖς ἐπινίκους πεποιηκότες ἐκ τοῦ εὐθέος ὥσπερ ἄλλοις τισίν. οὐ γάρ πώ σε ἤνεγκεν ἡ γῆ, ἀλλʼ ἔτι τοῖς ἐλευθέροις ἦν ἄδεια τῶν τοιούτων. ἐπιτιμήσαις δʼ ἂν οὕτω καὶ τοῖς ἀθληταῖς αὐτοῖς τοῖς τοὺς ἐπινίκους παρὰ τῶν ποιητῶν λαμβάνουσι. καὶ γὰρ οὗτοι τρόπον τινὰ ἑαυτοὺς ἐγκωμιάζουσι, παρακαλοῦντές τε τοὺς ποιητὰς καὶ διδόντες ἀργύριον, καὶ τελευτῶντες παραλαβόντες τὸν ἐπίνικον, ᾁδοντες ἑαυτοὺς ὑπʼ αὐλοῦ καὶ χοροῦ. κατηγορήσαις δʼ ἂν ἀλαζονίαν καὶ τῶν τὰ τρόπαια ἱστάντων, ὡς ἔοικεν. ἔξεστι γοῦν καὶ πρὸς τούτους λέγειν, ἄνθρωποι, τί ζητεῖτε; ἐξαρκεῖ νενικηκέναι. τί δέ σοι βούλεται τὸ παράγραμμα; Ἀθηναῖοι ἀπὸ Θηβαίων ἢ
Περσῶν, ἢ Λακεδαιμόνιοι ἀπὸ τῶν δείνων, ἢ ὁτιδήποτʼ ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον. ἆρά σοι καὶ τὰ τοιάδε δόξει ἀλαζονία τις εἶναι;
καὶἙλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι,
- ἔκτειναν Μήδων ἐννέα μυριάδας·
καὶ πάντα ἐκεῖνα καλλίω τῶν σῶν οἶμαι λόγων ἐπιγράμματα, καὶ ἔτι γε μᾶλλονἀμφί τε Βυζάντειον ὅσοι θάνον, ἰχθυόεσσαν
- ῥυόμενοι χώραν ἄνδρες ἀρηίθοοι·
καὶ πρό γε τούτωνἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε
- καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,
- οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν
- ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.
- οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες
- Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
- ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν
- πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.
οἶμαι λέγει τὸ ἐπίγραμμα καὶ πολλὰ ἕτερα. νὴ Δίʼ ἀλλὰ ταῦτα Ἀττικὰ καὶ θερμότερα. ἀλλʼ ὡς μὲν καὶ ἡμεῖς οὐκ εἰς ἕτερον τελοῦμεν ἔθνος τῇ προαιρέσει τῶν λόγων ἅπασι πρόδηλον. σὺ δʼ οὖν ἐξέταζε τὰ Δώρια, εἰ βούλει, καὶ τὰ Λακωνικά·ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες
- παῖδες Ἀθηναίων,
ἆρʼ οὖν οὐκ ἀλαζονία ταῦτα καὶ πολλὴ καὶ πρός γε αὐθάδεια λαμπρά; τετρακισχίλιοι, φασὶν, ὄντες τριακοσίαις μυριάσι πολεμίων ἀντήραμεν. ἕτεροι δʼ αὖ λέγουσινμυριάσιν ποτὲ τῇδε τριηκοσίῃς ἐμάχοντο
- ἐκ Πελοποννήσου χιλιάδες τέτορες.
ὥστε ὥρα σοι σκώπτειν αὐτοὺς ὡς ἀδολέσχας τινὰς νεκροὺς καὶ οὐκ εἰδότας ἡσυχίαν ἄγειν. κᾆτά σε ἀνήρ τις Σιμωνίδειος ἀμείψεται, ὤνθρωπε, κεῖσαι ζῶν ἔτι μᾶλλον τῶν ὑπὸ γῆς ἐκείνων. φέρε δὴ καὶ ταῦτα ἐξέτασονἀκμῆς ἑστηκυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
- ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι
- δουλοσύνας· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα
- ἥψαμεν, ἀργαλέης μνήματα ναυμαχίας.
- ὀστέα δʼ ἄμμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος
- ἀντʼ εὐεργεσίης μνῆμʼ ἐπέθηκε τόδε.
ταῦτʼ οὐ δοκεῖ σοι σαφῶς ὁ ποιητὴς ἑαυτὸν ἐπαινῶν λέγεινἁ Μοῦσα γὰρ οὐκ ἀπόρως
- γεύει τὸ παρὸν μόνον, ἀλλʼ ἐπέρχεται
- πάντα θεριζομένα.
ὡς γόνιμον καὶ πόριμον εἰς τὰ μέλη; τί δʼ ἐπειδὰν λέγῃ
σκόπει δῆτα καὶ τοὺς ῥήτορας, οὓς μόνους σὺ φῂς θαυμάζειν, ἅτε καὶ σφόδρα κατʼ αὐτοὺς ὢν τὴν φύσιν. πρότερον δὲ τοὺς μεταξὺ τῶν ποιητῶν τε καὶ ῥητόρων ἐξετάσαι βούλομαι. Ἡροδότου Ἁλικαρνασσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα καὶ θωυμαστὰ, τὰ μὲν Ἕλλησι, τὰ δὲ καὶ βαρβάροις ἀποδεχθέντα, ἀκλεᾶ γένηται. εἶεν, ὦ βέλτιστε Ἡρόδοτε, ἐν σοὶ δὴ καὶ τοῖς σοῖς λόγοις ἀξιοῖς εἶναι τὸ σωθῆναι μνήμῃ τάς τε Ἑλλήνων καὶ βαρβάρων πράξεις, ἢ διεφθάρθαι πάσας; ἔγωγε, φησὶν ὁ Ἡρόδοτος, εἰ μὴ παντάπασιν ὕπνου μεστὸς εἶ. καί μοι δοκεῖ τὸν ἕτερον τοῦτο ἡσυχῆ κνίζειν. οὐκ ἔχων γοῦν ὅστις γένηται τὸν πόλεμον αἴρει, καὶ βουλόμενος εἰπεῖν, οἶμαι, ὅτι αὐτὸς ἀξιολογώτατος εἴη τῶν συγγραφέων τῷ πολέμῳ τὴν ψῆφον δίδωσι. καὶ τὸ μὲν κεφάλαιον ὅπερ λέγω τῆς σπουδῆς τοῦτʼ ἔστι. περιέρχεται δʼ αὐτὸ καὶ μάλα ἀστείως καὶ τοὺς πρεσβυτέρους πολέμους ὡς ἂν σὺ δόξαις καθαιρεῖ. ἔστι δὲ ταῦτα οὐδὲν ἕτερον ἀλλʼ ἢ ἐνδείκνυται τῷ Ἡροδότῳ καὶ τοῖς Ἑλλανίκοις καὶ τοῖς Ἑκαταίοις καὶ πᾶσι τούτοις ὅτι ἐγὼ ὑμῶν προέχω τῇ κρίσει πρῶτον· τὰ γοῦν κράτιστα ἐξειλεχὼς, ταῦτα καὶ περὶ τούτων γράφω, τὰ δὲ πλείω παιδιά. ὅτι δʼ οὖν ἔνεστι φρόνημα τῷ Θουκυδίδῃ εὕροις ἂν καὶ διὰ πάσης τῆς συγγραφῆς. πρῶτον μέν γε ἐπίπαν οἱ δημηγοροῦντες αὐτῷ κατὰ πόλεις μετέχουσι τοῦ τοιούτου, ἔπειτα κατʼ ἄνδρα. τίς οὐκ οἶδεν οἷος μὲν ὁ Περικλῆς αὐτῷ, εἰ ἄρα καὶ Περικλέους ὄνομα ἤκουσας· ὃς οὐκ ἐν ὁμιλίᾳ καὶ κατʼ ἐξουσίαν οὑτωσὶ παραφθέγγεται, ὃ σὺ πρώην ἡμῶν ἀφῃροῦ, ἀλλʼ ἐν τοιούτοις καιροῖς ἐμβεβηκὼς αὐτός τε καὶ τοῦ δήμου τοῦ παντὸς ὄντος, ἐν οἷς σύ γʼ ἂν αὐτῷ συνεβούλευσας καὶ ἱκετηρίαν θεῖναι, φθειρομένης μὲν τῆς χώρας ὑπὸ τοῦ πολέμου, φθειρομένων δὲ τῇ νόσῳμή μοι καταπαύετʼ, ἐπεί περ ἤρξατο
- τερπνοτάτων μελέων ὁ καλλιβόας πολύχορδος αὐλός;
- νὴ Δίʼ ἀλλʼ οἱ ποιηταὶ μόνοι οὕτως ἐφρόνησαν.
τῶν ἐν τῇ πόλει, πάντων δʼ ἐγκειμένων αὐτῷ καὶ παρωξυμένων ὡς πρὸς μόνον αἴτιον τῶν κακῶν, παρελθὼν αὐτὸς
ἔλεγε τοιαυτὶ, Καὶ προσεδόκων ταῦτα, ὦ Ἀθηναῖοι, καὶ ἀδικεῖτε ὅτι ὀργίζεσθε. εἰμὶ γὰρ ὑμῶν, φησὶ, πάντα ἄριστος, ὥσπερ Ζεύς τις Ὁμηρικός. καὶ τὰ μὲν ἄλλα ἧττον ἄν τις θαυμάσειε, τὸ δʼ, ὦ Ζεῦ καὶ θεοὶ, ῥήτορα μὲν καὶ στρατηγὸν ὄντα, λέγοντα δʼ ἐν ἐκκλησίᾳ, ὕποπτον δὲ τοῖς πολλοῖς καὶ κατὰ ταύτην ἴσως τὴν δεινότητα μηδʼ αὐτὸ τοῦτο ὡς ὑπεναντίον φυλάξασθαι μηδʼ ἀποκρύψαι, ἀλλὰ δέον παραιτεῖσθαι καὶ λέγειν ἅπερ ἄν τις καὶ ἄλλος, Καὶ μή μοι νομίσητε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ λόγων δεινότητι ἢ τὸ ἐξ ἀρχῆς τοῦθʼ ὑμᾶς ἔπεισα, ἢ περὶ τῶν παρόντων ἀξιῶ θαρρεῖν, ἀλλʼ ἀντὶ τοῦ ταῦθʼ οὕτω κομψεύεσθαι καὶ περιστέλλειν μετὰ τῶν ἄλλων καὶ τοῦτο φάσκει προέχειν, ὅτι καὶ λέγειν εἴη κράτιστος αὐτῶν, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ λόγου, σχεδὸν γὰρ καὶ τοῦτό μοι δοκῶ μεμνῆσθαι. πότερον οὖν σὸν, ὦ Θουκυδίδη, ἢ Περικλέους ἦν; ἕτερος δʼ αὖ φησι τῷ αὐτῷ ποιητῇ, Καὶ προσήκει μοι, ὦ Ἀθηναῖοι, ἄρχειν, ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου, φησὶ, προστίθει γὰρ, οὐ σοί τις παραπλήσιος, ἀλλὰ Νικίας καθήψατο· ὃς σοῦ γε οὐδʼ ἂν τοὔνομα ἀναγκαζόμενος εἰπεῖν ἀνασχέσθαι μοι δοκεῖ. ὁ δʼ ἐν Συρακούσαις δημηγορῶν Ἑρμοκράτης οὐκ ἄντικρύς σοι κομπαστὴς εἶναι δοκεῖ; λέγει γοῦν ἑαυτόν τε καὶ τοὺς Συρακοσίους σεμνύνων δεῖξαι Ἀθηναίοις ὅτι οὐκ Ἴωνες ταῦτα οὐδὲ Ἑλλησπόντιοι, κελεύων ἀπαντᾶν αὐτοῖς ἔξω τῆς Σικελίας. καὶ ταυτὶ μὲν καὶ μετριώτερα· ἀλλʼ ὅρα τὰς ὑπερβολάς· ἰέναι δʼ ἐπὶ τοὺς πολεμίους μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. σὺ δʼ ἀφῄρησαι καὶ τὸ φρονήματι. καὶ ὁ μὲν ἀξιοῖ καταφρονεῖν τῶν δεινῶν, σὺ δὲ μηδὲ φρονεῖν ὅλως, ἀπὸ σαυτοῦ μοι δοκεῖν ἀρξάμενος.φέρε δὴ καὶ ἑτέρου κόσμον ὥσπερ ἵππου κατάμαθε. οἶμαι γάρ σε τῶν Δημοσθένους εἰ μή τι ἄλλο, ἀλλὰ τόν
γε ὑπὲρ τῆς ἀναρρήσεως λόγον τὸν πολυύμνητον δὴ τοῦτον ἀνεγνωκέναι. ἐνταῦθα τοίνυν ἐστὶ τῷ Δημοσθένει, οὗ σὺ τοὔνομα θαυμάζεις μόνον, ὡς ἔοικεν, Ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δὲ ἐπεπείσμην —ὁρᾷς ὅπως ἐρεθίζει σε δὶς εἰπὼν ἐπεπείσμην—μήτε γράφοντα ἂν ἐμοῦ γράψαι βέλτιον μηδένα—ἐγὼ δὲ ὑπὲρ ὧν ἔγραψα μόνον καὶ ὧν ἐπὶ τοῦ παρόντος ἐδείκνυον, περὶ τούτων τι παρεφθεγξάμην, καὶ ταῦτα τοῖς φήνασι θεοῖς θαρρῶν· ὁ δὲ προστίθησι, μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον. διὰ ταῦτα ἐν ἅπασιν ἐμαυτὸν ἔταττον. ἀναγνωσθείσης τοίνυν τῆς ἐπιστολῆς, Εἰς ταῦτα, φησὶ, κατέστησε Φίλιππον τίς; οὐχ ὁ τῶν Ἀθηναίων δῆμος, ἀλλʼ ἡ ἐμὴ πολιτεία, Αἰσχίνη· ταύτην τὴν φωνὴν ἀφῆκεν ἐκεῖνος, πολλοὺς καὶ θρασεῖς τὰ πρὸ τούτων ἐπαιρόμενος τῇ πόλει λόγους· οὑτωσί πως, οὐ γὰρ ἀκριβῶς μέμνημαι τὰ ῥήματα. πολὺ δὲ ἔτι τούτων λαμπρότερον καί πως ἤδη τοῦ Περικλείου τύπου περὶ τὴν τοῦ λόγου τελευτὴν εἰ δʼ οἷος ἐγὼ παρʼ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα μόνον Θετταλία καὶ ἕνα ἄνδρα Ἀρκαδία ταὐτὰ φρονοῦντα
ἔσχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρητʼ ἂν, ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας, τούτων τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν διʼ ἐμέ. καὶ ἴσως τινὲς τότε τῷ Δημοσθένει ταῦτα λέγοντι ἤχθοντο ἄνθρωποι μικροὶ καὶ δυστυχεῖς καὶ ἀπεκάλουν αὐτὸν ἀλαζόνα. ὁ δʼ ἐπιὼν ἔδειξε χρόνος ὅτι οὐδὲν καθʼ ὑπερβολὴν ἐλέγετο, ἀλλὰ καὶ συμπάσῃ τῇ Ἑλλάδι ἱκανὴ φορὰ τοιοῦτος εἷς τις ἦν γενόμενος. οὐκοῦν οὐδʼ ἀμφισβητήσαις αὐτῷ πρωτείων, οὐδὲ πρὸς οὓς ἐμοὶ νομίζεις ἀποχρῆν εἶναι τὸν λόγον. καί μοι πρὸς θεῶν ἀπόκριναι τοῦτο αὐτὸ, εἰ κατὰ τοὺς αὐτοὺς ἐγένου χρόνους ἐκείνῳ, πότερόν ποτε καὶ τῷ Δημοσθένει αὐτὰ ταῦτα ἂν ἐνεκάλεις, ἢ ἐκεῖνόν γʼ ἂν ἠφίειςαἰτίας; εἰ μὲν γὰρ κἀκείνῳ ταῦτʼ ὠνείδιζες, πόρρωθεν συκοφάντης εἶ, εἰ δʼ ἐκεῖνόν γʼ ἂν ἀφῆκας, τοῖς αὐτοῖς ἐμὲ συκοφαντεῖς. δοκεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα οὐκ ἔξω τῆς Δημοσθένους γνώμης ἔχειν τὴν ἐπιγραφὴν, ὃ νῦν ἀναγιγνώσκομεν ἐν Κεραμεικῷ. ἐμοὶ μὲν οὖν ἐξήρκει, ἐπειδή γε καὶ ῥητόρων ἐμνήσθην, τάττοις γὰρ ἄν που καὶ ἡμᾶς ἐνταῦθα χοροῦ· οὐ μὴν ἀλλʼ ὑπέρ γε τῆς ἀληθείας διὰ πάντων ἐθέλω τὸν λόγον ἐξακριβῶσαι, ὅπως καὶ γνῷς οἷος ὢν ἐμὲ νουθετεῖς, τῆς παροιμίας σοι λεγούσης αἰπολεῖν.
σκόπει δὴ καὶ ἑτέραν ἀπολογίαν ἀνδρὸς σοφοῦ, ὃς τοσοῦτον ἀπέχει τοῦ κομπάζειν ὥστε καὶ τοὺς σοφιστὰς ἤλεγχε περιιὼν ὡς μάτην θρασυνομένους. λέγει τοίνυν τοῖς Ἀθηναίοις ἀπειλῶν ὡς, ἐὰν αὐτὸν ἀποκτείνωσιν, ἕτερον τοιοῦτον οὐχ εὑρήσουσι. καὶ ταῦτα εἰς ἀξιόχρεων ἀναφέρει τὸν θεὸν τὸν ἐν Δελφοῖς. καὶ ἐγὼ οἶμαι, φησὶν, οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν. τοιαῦτʼ ἄττα ἐστὶν ἐν ἀπολογίᾳ Σωκράτους. καὶ γάρ τοι καὶ ἑάλω διὰ ταῦτα, φαίης ἄν. καὶ μετέγνωσάν γε οἱ καταγνόντες, φαῖεν ἂν οἵ γε ἀπʼ ἐκείνων. νὴ Δίʼ ἀλλʼ οὐκ εἶπε τούτους τοὺς λόγους Σωκράτης αὐτός. ἔστω τοῦτο. ἀλλʼ εἰ τὰ μάλιστα αὐτὸς μὲν μὴ εἶπεν, ἕτερος δὲ ὁμότιμος εἴρηκεν ὡς ἐκείνῳ προσήκοντας, εἰς ταυτὸν ἀφικνεῖται. φημὶ δʼ ἐγὼ καὶ διὰ βίου Σωκράτη μεγαλαυχεῖσθαι, καὶ εἰ τοὺς πολλοὺς λέληθεν. ἢ τί νομίζεις εἶναι τὴν πολλὴν εἰρωνείαν αὐτοῦ; ἐγὼ μὲν ἡγοῦμαι ὅτι τοῖς πολλοῖς ἐκεῖνος ὥσπερ παισὶ διελέγετο, ὡς ἀληθῶς προσπαίζων τε καὶ ὡς εὐηθικοῖς οὕτω προσφερόμενος. οὐκοῦν ὅτε σπουδῇ μὲν οὐκ ἐθαύμαζεν, οὐτʼ ἔφασκεν, οὐδʼ αὖ διενοεῖτο περὶ ἑαυτοῦ ὡς τῷ ὄντι οὐδενὸς ἀξίου, φαίνεται δʼ ὅμως τοῖς ῥήμασι τούτοις χρώμενος, ἄλλο τι ἢ περιλείπεται ὡς οὐδενὸς ἀξίων ὄντων πρὸς ἑαυτὸν φαίη γʼ ἄν τις οὑτωσὶ συμβαίνειν; καὶ δὴ τὸν μὲν Σωκράτη, εἰ βούλει, παρίημι, τὸν δὲ Ἰφικράτη σκόπει, ἄνδρα οὐ μεθόριον ῥήτορος καὶ στρατηγοῦ, ἀλλʼ ἀμφοτέρων ἐφικνούμενον. ἆρʼ οὖν διῆλθές ποτʼ αὐτοῦ
τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς δωρεᾶς; καίτοι τίθει μὲν, εἰ