Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
βούλει, Λυσίου τὸν λόγον εἶναι, τίθει δʼ Ἰφικράτους, εἰ τοῦτο αἱρεῖ. ἔστι τοίνυν οὐδὲν οὕτω τοῦ παντὸς ἀγῶνος ἐπιφανὲς ὡς τὸ φρόνημα, ὃ δὴ καὶ ποιεῖ κρείττω Λυσίου τῶν πολλῶν εἶναι τὸν λόγον. λέγει γὰρ ἄλλα τε δὴ τοῖς Ἀθηναίοις, οὐ τῆς σῆς ψυχῆς, καὶ εἰ, φησὶν, ἑπτὰ ὑμῖν ἦσαν τοιοῦτοι στρατηγοὶ οἷος ἐγὼ, ἀοίκητος ἂν ἦν ἡ Λακεδαίμων. καὶ μνησθεὶς Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὓς Ἀθηναῖοι πρώπους ἁπάντων τῶν εὐεργετῶν ἦγον, ἢ παραλαβεῖν ἂν αὐτούς φησιν, ἢ ὑπʼ ἐκείνων παρακληθῆναι, εἰ κατʼ ἐκείνους ἐγένετο. καὶ ὑμεῖς μὲν, φησὶν, οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν ταῦτά μοι γράμματα καὶ τὴν στήλην εἶναί τι σεμνὸν, ἐμοὶ δὲ στήλη οὐρανομήκης ἕστηκεν ἐν τῇ Πελοποννήσῳ μαρτυροῦσα τὴν ἀρετήν. εἰς τοσοῦτον δὲ ἀφικνεῖται τῆς παρρησίας ὥστʼ ἀμφοτέροις ἑαυτὸν ἀντεξετάζει τοῖς στρατηγοῖς, καὶ τοῖς τῶν πολιτῶν καὶ τοῖς τῶν πολεμίων. καίτοι πρὸς θεῶν εἴ σε σύμβουλον τότε ὁ Ἰφικράτης παρεκαθίσατο μέλλων ἀπολογήσεσθαι, πότερον αὐτῷ συνεβούλευσας τοῦτον ἀπολογεῖσθαι τὸν τρόπον, ἢ πεσόντα εἰς γόνυ ἱκετεύειν τοὺς δικαστάς; ἆρʼ οὖν περὶ μὲν τῆς δωρεᾶς ἀπολογούμενος παρρησίᾳ τινὶ χρώμενος φαίνεται, κινδυνεύων δʼ ὑπὲρ τῆς ψυχῆς ὑπʼ Ἀριστοφῶντος μετέθετο; ἀλλὰ κἀκεῖ τὴν φύσιν διεσώσατο. ἐρόμενος γὰρ τὸν Ἀριστοφῶντα, ὥς φασι, σὺ δʼ αὐτὸς εἰ κύριος ἦσθα τῶν νεῶν, πότερον προὔδωκας ἂν, ἢ οὔ; ἐπειδὴ ἀπέφησεν ὁ Ἀριστοφῶν, εἶτα σὺ μὲν οὐκ ἂν προὔδωκας ὢν Ἀριστοφῶν, Ἰφικράτης δὲ προὔδωκεν; ἔτι τοίνυν ἑνὸς ῥήματος τῶν ἐκείνου μνησθεὶς ἐπʼ ἄλλο τι τρέψομαι. λέγεται γὰρ ἐν Αἰγύπτῳ παρατάττων καὶ μελλούσης ἔσεσθαι τῆς μάχης φάναι πρὸς τοὺς παρόντας ὅτι αὑτῷ τὰ μὲν ἄλλα ἐπιεικῶς ὑπάρχοι πάντα, ἓν δὲ ἀπείη τὸ μέγιστον.
ἐρομένου δέ τινος τί τοῦτο λέγοι, Ὅτι, ἔφη, τὸ τοῦ Ἰφικράτους ὄνομα οὐκ ἴσασιν οἱ πολέμιοι, ὃ πρὸς τοὺς ἐν τῇ Ἑλλάδι κινδύνους μέγιστον εἶναι φάρμακον αὑτῷ. ἀκούω δὲ καὶ τὴν Ἐπαμεινώνδα πρὸς Θηβαίους ἀπολογίαν ἔτι ὑπὲρ τὴν τοῦ Ἰφικράτους γενέσθαι· καὶ τί ταῦτα θαυμάζοι τις ἄν;ἀλλʼ ἐμὲ πρώην ἀνὴρ ἑταῖρος, ὃς οὑτωσὶ καθῆστο
μάλα πλησίον, ζωγράφου τι ἐπίγραμμα ἐξεδίδασκε τοιοῦτον
εἴτʼ ὦ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, ᾧ καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη; ἄκουε δὴ καὶ ἑτέρου ζωγράφου, ὡς μὲν σὺ φαίης ἂν, ἀλαζονευομένου, ὡς δὲ οἱ ταῦτα δεινοὶ λέγουσιν, οὐ μεῖζον ἢ προσῆκον φρονήσαντος. λέγει δὲ τί;εἰ καὶ ἄπιστα κλύουσι λέγω τάδε, φημὶ γὰρ ἤδη
- τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ
- χειρὸς ὑφʼ ἡμετέρης, ἀνυπέρβλητος δὲ πέπηγεν
- οὖρος. ἀμώμητον δʼ οὐδὲν ἔγεντο βροτοῖς.
δοκῶ δὲ, φησὶν, ἡμᾶς οὐχὶ τὰ δεύτερʼ ἔχειν. καὶ τοῦτο τὸ ἐπίγραμμα οὔτʼ ἐκεῖνος ἀπώκνησεν ὡς θρασὺ οὔτε τις αὐτῷ τῶν ἑταίρων ἀπαλεῖψαι συνεβούλευσεν, ἐπειδή γε ἐποίησεν. οἷον δʼ αὖ καὶ τόδε ἔρεξε καὶ ἔτλη ὁ ὑβριστὴς ἐκεῖνος ἐγγράψαι. ποιήσας γὰρ αὖ τὴν τῆς Ἑλένης εἰκόνα προσπαρέγραψε τὰ τοῦ Ὁμήρου ἔπηἩράκλεια πατρίς· Ζεῦξις δʼ ὄνομʼ· εἰ δέ τις ἀνδρῶν
- ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν,
- δείξας νικάτω·
ὥσπερ τὸ αὐτὸ ποιοῦν εἰκόνα τε Ἑλένης ποιῆσαι καὶ τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι.οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
- τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν,
καὶ δή σοι τοὺς μὲν ζωγράφους ἐῶ χαίρειν· ἀλλʼ ἔγωγε κωμῳδιοποιοῦ τινος ἤκουσα σεμνολογουμένου θαυμαστὰ οἷα. καίτοι ἐάν τις ἔρηται τοὺς τῆς κωμῳδίας ποιητὰς ἐφʼ ὅτῳ μέγα φρονοῦσι, φαῖεν ἂν, οἶμαι, ὅτι γέλωτα κινοῦσιν, ὥσπερ καὶ αὐτῶν τις ὡμολόγηκεν οὐδενὸς ἐρωτῶντος. ἀλλʼ ὅμως καὶ οὗτοι χωρὶς ἀξιοῦσιν εἶναι τά τε τῶν ἀστείων σκώμματα καὶ τὰ τῶν πολλῶν· καί τις αὐτῶν ἐν ἀρχῇ τοῦ δράματος μεγαλαυχούμενος ὡς προφήτης προαγορεύει τοιάδε
Ἀφυπνίζεσθαι χρὴ πάντα θεατὴν,
- ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα,
ὥσπερ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μέλλων ἅπαντας σοφούς τε καὶ σπουδαίους ποιήσειν. διδάξας δὲ τοὺς Χείρωνας προσπαραγράφει πάλιν αὖ μάλα ὑπερηφάνως ἐπὶ τελευτῆς ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη, τοῖς δʼ ἄλλοις ἐν ἅπαντι βίῳ προτιθέναι φησὶ ποιηταῖς μιμεῖσθαι, δηλονότι ὡς οὐδένα ἐφιξόμενον. ἕτερος δʼ αὐτῶν Ἡρακλέους ὀργήν τινʼ ἔχων φησὶ μεγίστοις ἐπιχειρεῖν· καὶ πάλιν προελθὼν ἀκόλουθον τούτῳ ῥῆμα ἐπιτίθησι
τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν.οὔκουν δεινὸν, ὦ γῆ καὶ θεοὶ, Ἀριστοφάνη μὲν τὰ ἑαυτοῦ σκώμματα τοῖς Ἡρακλέους ἔργοις ἐπιχειρεῖν ἀπεικάζειν, τοὺς δὲ τῶν σπουδαίων, ὃ κἂν αὐτὸς ἐκεῖνος δοίη, λόγων ποιητὰς τοὺς ἑαυτῶν λόγους τοῖς ἑτέρων ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι σοὶ κριτῇ; κἀκεῖνος μὲν κωμῳδίαν τινὰ τῶν αὑτοῦ σεμνύνων ἑτέρωθι,
σὺ δὲ τὸν τῇ θεῷ καὶ σὺν τῇ θεῷ λόγον ποιηθέντα οὐδʼ ἀνωμότως συνεχώρησας ἐπαινέσαι, καὶ ταῦτα ἀπὸ στόματος μόνον. καὶ σιωπῶ τοὺς ἑτέρους· ἀλλʼ ἵνʼ ἐπʼ αὐτοφώρῳ λάβῃς σεαυτὸν ὑβριστὴν ὄντα καὶ συκοφάντην καὶ περίεργον, ἐξέτασον τίς ἦν ὁ τὸν αὑτοῦ λόγον οὕτως ἐπαινέσας ὥστε ἄντικρυς ἐν αὐτῷ ἐκείνῳ περὶ αὑτοῦ διαλέγεσθαι, ὥσπερ ὁ τῆς κωμῳδίας ποιητὴς περὶ τοῦ δράματος, τοῦτο μὲν ἀρχόμενος τοῦ προοιμίου ὑπισχνούμενος ἀξίως ἐρεῖν καὶ τοῦ πράγματος καὶ τοῦ χρόνου τοῦ διατριφθέντος αὐτῷ περὶ τὸν λόγον, καὶ πρός γʼ ἔτι προστιθεὶς ὅτι καὶ παντὸς ὃν τυγχάνει βεβιωκώς· τοῦτο δʼ ἐν τοῖς τελευταίοις ὥσπερ εἰς ἀγῶνα καὶ ἅμιλλαν ἅπαντας προκαλούμενος, ὡς οὐδένα ἂν οὐδʼ ἐγγὺς ἐλθόντα. καίτοι τί φήσεις; πότερα ἐκείνῳ μεῖζον ἐπὶ τοῖς αὑτοῦ προσῆκον φρονεῖν, ἢ ʼκείνῳ μὲν ἐξεῖναι καὶ μεῖζον τοῦ δέοντος, ἐμοὶ δὲ μηδʼ ὅσον ἄξιον; κἀκείνῳ μὲν εἰς αὐτοὺς τοὺς λόγους ἐγγράφειν ἃ φρονεῖ περὶ αὐτῶν, ἐμοὶ δὲ μηδʼ ὅσον λόγου ἔξω παραφθέγξασθαι; καὶ κωμῳδοῖς μὲν καὶ τραγῳδοῖςσπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
- μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.
καὶ τοῖς ἀναγκαίοις τούτοις ἀγωνισταῖς ἴδοι τις ἂν καὶ τοὺς ἀγωνοθέτας καὶ τοὺς θεατὰς ἐπιχωροῦντας μικρόν τι περὶ αὑτῶν παραβῆναι, καὶ πολλάκις ἀφελόντες τὸ προσωπεῖον μεταξὺ τῆς Μούσης ἣν ὑποκρίνονται δημηγοροῦσι σεμνῶς· σὺ δʼ ἡμῖν οὐδὲ τοσοῦτον μετέδωκας ἀναπνεῦσαι, καὶ ταῦτα ὢν οὐδεὶς, ἀλλʼ ἀγαπᾶν σοι προσῆκον, εἰ καὶ ἐν οἰκέτου τάξει παρῆσθα τοῖς γιγνομένοις.
τί καὶ φήσεις πρὸς θεῶν εἴ τις ἔροιτό σε; ἐπαχθῆ νὴ Δίʼ αὐτὰ εἶναι καὶ φορτικά; οὐκοῦν εἰ μὲν τοῖς πολλοῖς, τί οὐχ οὗτοι δυσχεραίνουσιν; εἰ δὲ σοὶ, τί καταφεύγεις ἐπὶ τοὺς πολλούς; οἱ γὰρ πολλοὶ οὗτοι σχεδόν τι εἷς τις ἀναφαίνεται, βάσκανος καὶ οὗτος, εἰ δὲ μὴ, ψυχρός γε. καὶ μὴν εἰ μὲν καὶ αὐτὸς ἐπῄνεις τὸν λόγον, κατὰ νοῦν ἦν σοι τὰ λεχθέντα. οὐ γὰρ δή που σαυτῷ μὲν ἠξίους μετεῖναι τῆς ἐπὶ τοῖς ἐμοῖς ἡδονῆς, ἐμὲ δʼ αὐτὸν ὁρῶν γανύμενον συμφορὰν ἐποιοῦ. εἰ δὲ παρῄει σε τὸ τοῦ
λόγου κάλλος, εἰκότως ὑφʼ ἡμῶν ταῦτα ἐλέγετο. ἐπʼ αὐτοῖς τοίνυν οἷς παρεφθεγξάμην ποτέρως διετέθης; εἰ μὲν γὰρ καὶ αὐτὸς ἐδυσχέρανας, διὰ τοῦτο ἐλέγοντο, ἵνα ἀχθεσθῇς. οὐ γὰρ δή που σὺ μὲν ζημίαν ποιεῖ ἐμοῦ τοῖς ἐμαυτοῦ χαίροντος, ἐγὼ δʼ οὐ ποιήσομαι κέρδος, ἂν σὺ λυπῇ διὰ ταῦτα. ἀλλὰ μὴν εἴ γε ἀπεδέξω τὰ λεχθέντα, πῶς αἰτιᾷ νῦν περὶ ὧν τότʼ ἦσθα σύμψηφος, ἢ ποτέρου κατηγορεῖς ὅταν οὕτως ἔχῃς; φαίνει γὰρ οὐχ ἧττον σεαυτοῦ. οὐ τοίνυν μόνον κατʼ ἄνδρας ὅλως καὶ πρὸς τὴν ἀξίαν εὑρεθήσεται τὰ τοιαῦτα κρινόμενα, ἀλλὰ καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὴν τῆς προφάσεως ἀεὶ προσθήκην. οἷον εἴ τις ὕβρει καὶ ὑπερηφανίᾳ τοὺς τοιούτους λόγους προαιρεῖται, ἢ τοὺς πολλοὺς ἐξεπίτηδες ἀτιμάζων καὶ τοῦ μηδενὸς ἀξίους ἡγούμενος, ἢ καὶ ὅπερ ἀρτίως εἶπον, ἕνεκʼ οἰκείου τινὸς, οἵους ἐγώ τινας εἶδον ἤδη τὰς ὀφρῦς ἀνεσπακότας καὶ βαδίζοντας ὥσπερ δεσπότας τῶν ἐντυγχανόντων, καὶ καταπεπλασμένους οὕτω τὸν βίον ὥστε πλήττειν εὐθέως τοὺς ἀπαντῶντας, τοῖς μὲν τοιούτοις δίκαιον οἶμαι νεμεσᾶν καὶ νομίζειν τῆς Γοργείας κεφαλῆς ἀπογόνους τινὰς εἶναι καὶ οὐ τὰ κάλλιστα ἀπολελαυκέναι τῶν λόγων οὓς προΐστανται. ὅστις δὲ τὸν μὲν ἄλλον βίον οὕτωμέτριον καὶ κοινὸν ᾕρηται, ὥστʼ ἀπʼ αὐτοῦ τούτου μάλιστα γιγνώσκεσθαι καὶ τοῦτʼ εἶναι σύμβολον αὐτοῦ, εἰ μὴ καὶ νῦν ἔλαθόν τι μεῖζον εἰπὼν, καὶ δεῖ παραιτήσασθαι, ἡνίκʼ ἂν δὲ ὁ θεὸς κινήσῃ, τότε καὶ περὶ αὑτοῦ τι φθέγγεται, καὶ ταῦτα ἅττα ποτέ ἐστι, καὶ φθεγξάμενος παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ τὸν καιρὸν, ἡνίκʼ οὐδενὸς ἄλλου μεμνῆσθαι πλὴν τῶν λόγων εἰκός ἐστιν, εἶτʼ ἀπηλλάγη, τί τούτῳ ταῦτʼ ὀνειδίξοι τις ἄν; σὺ δʼ ὦ πρὸς Διὸς τοσαύτην εἰπέ μοι σχολὴν ἦγες, ὥστʼ ἀφεὶς ἐκεῖνα τὰ φάσματα μικρὰ καὶ τοῦ μηδενὸς ἄξια ὥσπερ οἱ ὄρνιθες παρεξέλεγες, ἵνα ἀπίῃς ὥσπερ ἕρμαιον ἔχων ὃ κακῶς ἐρεῖς;
φάθι δή με καὶ τοῦτο φιλανθρωπίᾳ πεποιηκέναι, ἵνα μὴ παντάπασιν ἀθυμήσῃς, ἀλλʼ ἔχῃς ἐφʼ ὅτῳ βουλήσει ζῆν. ἦν γὰρ, ὡς ἔοικε, σοί τι πυθόχρηστον, ὅταν πάντας ἐπαινέσῃς ἀπολωλέναι. ὥστʼ ἄποινα ὀφείλεις μοι, καὶ εἰ τοῦτʼ αἰτιᾷ, δικαίως αἰτιᾷ. ἢ καὶ τὴν Πυθίαν αὐτὴν καὶ τοὺς χρησμολόγους, ὅταν αὐτοματίζωσιν, ἀκριβῶς ἐξετάζεις ἐπιτηρῶν καὶ σχῆμα καὶ βλέμμα, καὶ εἴ τί σοι δόξουσι λέγειν θρασύτερον, εἶτʼ αὐτοῖς ὕστερον ἐγκαλεῖς; ἄθλιε καὶ πόρρω θεῶν, ἅπαντα ταῦτα ἦν τοῦ καιροῦ;ἀναμνήσω δέ σε καὶ Ξενοφῶντος, ὃς περὶ τοῦ Κύρου τοῦ μεγάλου διαλεγόμενος τὸν μὲν ἄλλον χρόνον εὐσταλῆ φησι καὶ κόσμιον αὐτὸν εἶναι καὶ ἥκιστα ἀλαζόνα, ἡνίκα δʼ εἰς τοὺς ἀγῶνας ἴοι καὶ ὑποθερμαίνοιτο, οὐδὲν μικρὸν λέγειν οὐδʼ ὑποστέλλεσθαι, ἀλλὰ καὶ αὑτὸν καὶ τοὺς στρατιώτας ἐξαίρειν. εἰκότως· ἐὰν γὰρ, ὦ τᾶν, ἐξέλῃς τὸ κέντρον ἐκ τῆς ψυχῆς, ἀνῄρηκας τὸ τῆς ἀνδρείας ἐφόδιον. κἀμὲ οὕτως ἐξέταζε, καὶ ἔτι μεῖζον προστίθει· εἰ μὴ μέλλων ἀγωνιεῖσθαι, ἀλλʼ ἐμβεβηκὼς, ἀγωνιζόμενος, εἰ παρʼ αὐτὴν τὴν χρείαν, εἰ τοῦ κρείττονος ὢν, εἰ ζέοντος τοῦ λόγου, εἰ πρῶτος μὲν αὐτὸς ἐλαυνόμενος, εἶτα τοὺς πολλοὺς τῷ αὐτῷ κέντρῳ κινῶν, ταῦτα παρεφθεγξάμην ἐπιστροφῆς ἕνεκα καὶ κοινῆς ὠφελείας τῶν ἀκουόντων, ὃ καὶ τῶν προοιμίων ἐπαινοῦμεν καὶ προσδεῖν αὐτοῖς φαμέν. κἂν εὑρίσκῃς ἃ λέγω προσόντα, τόλμησον εἰπεῖν, οὐχ ὅδʼ
ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλὰ παρούσης τῆς Ἀθηνᾶς,
ᾗ τὰ κράτιστα τῆς σωφροσύνης ἀνεῖται. ἤκουσας δέ που καὶ Ὁμήρου περὶ ἀγωνιστῶν λέγοντοςκαὶ οἶσθα δὴ τἀπὶ τούτοις, ἵνα σοι καὶ χαρίσωμαι. νὴ Δίʼ ἀλλὰ βάρβαρος οὗτος καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος. τὸν δʼ ἕτερον τί φῶμεν, τὸν κάλλιστον τῶν Ἀχαιῶν; οὐκ ἀναμνησθήσει πῶς αὖ καὶ τοῦτον ὁπλίζει μετὰ τὴν ἀπόρρησιν τῆς μήνιδος;μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ
- οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης,
- ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο·
ὁρᾷς ὅτι πάντα ὁμοῦ τῷ ἀνδρὶ προστίθησιν, ὀδόντων κρότον, πῦρ ἐν ὀφθαλμοῖς, ὀργὴν εἰς τοὺς πολεμίους, λύπην ἐπὶ τῇ συμφορᾷ, καλλωπισμὸν εἰς τοὺς συστρατιώτας. Ἐνυοῦς μὲν δὴ καὶ Ἐνυαλίου χορευταὶ τοῦτον ἵστανται τὸν τρόπον, οὔτε τὴν γνώμην ἀτρεμεῖν δυνάμενοι, πολὺ δὲ ἧττον ἔτι τὼ χεῖρε ἀτρεμίζοντες, κινεῖται δὲ ἄτοπόν τινα κίνησιν καὶ τὰ χείλη καὶ πᾶν μέρος τοῦ σώματος, καί τις αὐτοὺς θαυμαστὴ κατέχει κρᾶσις λύπης, ὀργῆς, ἐπιθυμίας, λογισμοῦ· οἳ κἂν εἰς λόγους ἔρχωνται, μεταξὺ τῶν ἔργων τοιαυτὶ λέγουσιν ἆσσον ἴθι καὶἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεὺς,
- τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε· τὼ δέ οἱ ὄσσε
- λαμπέσθην ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
- δῦνʼ ἄχος ἄτλητον· ὁ δʼ ἄρα Τρωσὶν μενεαίνων
- δύσατο δῶρα θεοῦ.
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι· τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς ὁ θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας
ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερʼ αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, ἢ μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων ἤ τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλʼ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα; ἀλλὰ τοῦ μὲν Διομήδους οὐκ αἰτιᾷ τὴν κόρυν οὐδὲ τὴν ἀσπίδα, πῦρ ἀφιεῖσαν, ὥς φησιν Ὅμηρος, ἀλλὰ καὶ θαυμάζεις καὶ μεγάλων αὐτὸ ποιεῖςσύμβολον, ὧν δʼ ἐξ αὐτῆς τῆς κεφαλῆς ἀνίησι τὸ πῦρ ἡ θεὸς, τούτοις οὐδὲ συγγνώμης μεταδίδως; καὶ ποίας μάχης τοσαύτην θέρμην φήσεις ἡγεῖσθαι, ὅσην τῶν ἐμψύχων λόγων καὶ ἀληθινῶν; πάντα μὲν γὰρ ἴσως κατὰ Δαρεῖον τὸ πῦρ ἐκόσμησε, καὶ οὐ δυνατοῦ μᾶλλον τὸ ῥῆμα ἢ ἀνδρὸς σοφοῦ, λόγων δʼ αὕτη πηγὴ μία, τὸ ὡς ἀληθῶς ἱερὸν καὶ θεῖον πῦρ τὸ ἐκ Διός ἐστιν, ἐφʼ ᾧ καθεύδειν οὐκ ἔνι δή που τὸν τετελεσμένον τε καὶ εἰς τὸ μέσον φερόμενον. σὺ δὲ τηνικαῦτα ἀξιοῖς σκοπεῖν εἰς σὲ καὶ τοὺς σοὺς ὀφθαλμοὺς, δεδοικότα ὥσπερ παῖδα μή τι γρύξειεν ὅ σοί τινα ἀηδίαν οἴσει. καὶ τίθης οὐχὶ τῷ χειμάρρῳ ὅρια, ἀλλὰ τῷ Νείλῳ, καὶ ταῦτα ὁμοῦ τῷ μεγέθει τὴν συμμετρίαν ἔχοντι. οὐκ οἶσθʼ ὅτι ὥσπερ τὰ παρʼ Ἡφαίστου ὅπλα αὐτὰ καθʼ αὑτὰ κινούμενα ἁνὴρ ἐκεῖνος ἐποίησεν; οἶμαι δέ που καὶ τοὺς τοῦ Ἀπόλλωνος ὀϊστοὺς αὐτοὺς ἐφʼ αὑτῶν ἐπηχῆσαι συνοργισθέντας αὐτῷ. οὕτω κἀν τοῖς ἀγῶσι τοῖς περὶ τοὺς λόγους τοὺς περὶ τῶν θεῶν πολλὰ τοιαῦτα αὐτῶν τῶν λόγων ἰδίᾳ κινουμένων ὥσπερ ἔκφορα γίγνεται, καί τινα ἠχὴν παρέχεται τότε ὁ λόγος ἀναγκαίαν
καὶ ἀκόλουθον τῇ ῥύμῃ καθάπερ βέλος τι σὺν ῥοίζῳ φερόμενον. δέδοικα μὲν οὖν μὴ παρὰ κωφὸν λέγω καί τινα τρόπον ἐξορχῶμαι δεικνὺς ἀμυήτῳ τὰ ἱερά· ὅμως δὲ ὥσπερ ἐν μύθῳ τις ἀπόρρητος λόγος τοῖς μὲν ἀκούειν δυνατοῖς εἰρήσεται, σοὶ δὲ οὐδὲν μᾶλλον. λέγω γὰρ οὖν ὡς ἐπειδὰν περιέλθῃ τὸ τοῦ θεοῦ φῶς, καὶ τὸ λεγόμενον δὴ τοῦτο ἀστράψῃ διʼ ἅρματος, οἷα δὴ ταῖς Μούσαις ἅρματα οἱ ποιηταὶ δεδώκασι, καὶ κατάσχῃ τὴν ψυχὴν τοῦ λέγοντος, ὥσπερ τι πῶμα παρελθὸν ἐξ Ἀπόλλωνος πηγῶν, εὐθὺς μὲν τόνου καὶ θέρμης ἐνέπλησε μετʼ εὐθυμίας, ἦρε δὲ τοὺς ὀφθαλμοὺς ἄνω καὶ τὰς τρίχας διέστησε, βλέπει δὲ οὐδʼ εἰς ἓν ἄλλο ὁ τοιοῦτος, εἴτε χορευτὴν εἴτε βάκχον βούλει λέγειν, οὔτε παρὸν οὔτε ἀπὸν, ἀλλʼ ἢ πρὸς αὐτοὺςτοὺς λόγους καὶ τοὺς ταμίας αὐτῶν, ὥσπερ οἱ πρὸς τοὺς ἄλλο τι ὀρέγοντας ἑαυτοῖς βλέποντες, καὶ ταῦθʼ ὅταν ἐξ ὑψηλῶν προτείνωσι, καί τι ἔπος, φησὶ, προέηκεν ὅπερ ἄρρητον οὐ φορητὸν ἦν—φέρει γὰρ ὁ καιρὸς πόλλʼ ἅ τις οὐκ ἂν ἐννοήσειεν ἰδιώτης τῶν τοιούτων ἀγώνων—καὶ οὐκ ἔστιν ἀνέντα τὴν γνώμην οὐδʼ ὑποθέντα ἑαυτὸν τοῖς ἀκροαταῖς, ὃ προσήκει κέντρον τῶν λόγων διασώσασθαι, ἀλλʼ ἡ θέρμη καθάπερ τι φάρμακον μόνη δὴ παραπέμπει καὶ κατευθύνει καθάπερ ναῦν τὸν λόγον καὶ τοῖς ἐναντίοις χώραν οὐ δίδωσιν. ἡνίκʼ ἂν δὲ αὕτη προλίπῃ, ὑπορρεῖ τὰ τῶν λόγων καὶ τὰ τῆς νάρκης νικᾷ, καὶ ἀνάγκη δὴ κάτω φέρεσθαι τὸν τοιοῦτον ῥήτορα ὑπὸ τῆς ἀμβλύτητος ἀποψυχόμενον, καθάπερ τινὰ ἀετὸν τῶν πτερῶν ὑφιέντα.
ἔχω δέ σοι καὶ λόγον τινὰ ἱερὸν διελθεῖν, ἀκούσας
νύκτωρ οὐ πάλαι παρά του τῶν κρειττόνων, οἷόν ἐστι τὸ χρῆμα τῆς θείας μανίας. εἶχε δέ πως ὧδε ὁ λόγος. ἀνάγκη τὸν νοῦν, ἔφη, κινηθῆναι τὴν πρώτην ἀπὸ τοῦ συνήθους καὶ κοινοῦ, κινηθέντα δὲ καὶ ὑπερφρονήσαντα θεῷ συγγενέσθαι καὶ ὑπερέχειν. καὶ οὐδέτερόν γε, ἔφη ὁ διδάσκων, θαυμαστόν. ὑπεριδών τε γὰρ τῶν πολλῶν ὁμιλεῖ θεῷ θεῷ τε ὁμιλήσας ὑπερέχει. τάδε μέν σοι τῆς ἱερᾶς, ὡς οἱ ποιηταὶ καλοῦσι, νυκτὸς ἀπομνημονεύματα διὰ κεράτων μὲν ἥκοντα, στιλπνότερα δὲ ὡς ἀληθῶς ἐλέφαντος παντός. ὥστʼ εἰ καὶ μηδένα μηδʼ ἀφʼ ἑνὸς εἴδους εἴχομεν εἰπεῖν ἐπʼ αὐτῷ τι φρονήσαντα, μηδʼ ἦν ἀναγκαῖον τῶν λόγων τὸ τοιοῦτον πάθημα, ἡμᾶς δʼ εἰς ταύτην ὁ θεὸς νῦν ἦγεν, οὐκ ἂν τὰ πρεσβεῖα δή που συμφορὰν ἐποιούμεθα. σὺ δʼ αἰτιᾷ τὸ σύμβολον αὐτοῦ τοῦ ῥήματος. ἢ πρὸς θεῶν ἀκροατὴς μὲν οὐχ ὅστις σφόδρα σώφρων, ἀλλʼ ὅστις ἐπίσταται κινεῖσθαι βέλτιστος καὶ ὅστις ἀπαντᾷ τοῖς λεγομένοις, ῥήτωρ δὲ οὐχ ὁ θερμότατος καὶ πρῶτος αὐτὸς αὑτοῦ συνιεὶς ἄριστος, ἀλλʼ ὅστις ἡττᾶται τῶν ἀκροωμένων, ἢ παρʼ ἐκείνων δεῖται μαθεῖν ὁποῖʼ ἄττα ἐστὶν ἃ λέγει; σκόπει δὴ καὶ τοῦτο. φημὶ γὰρ αὐτῶν ἕνεκα τῶν λόγων συμβαίνειν ἀνάγκην πολλάκις παραφθέγξασθαι τόνγε δὴ καθαρῶς ἁπλοῦν καὶ φιλάνθρωπον· εἰ δὲ μὴ, τοὺς πολλοὺς ἐκφεύγειν ἐστὶν ἃ τῶν κρειττόνων μὴ λαθεῖν. οἷόν τι λέγω, ἔστι κάλλη περὶ λόγους, ὡσαύτως δὲ περὶ ποίησιν, καί τινες ἰδέαι καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων,
ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμόμενος κατὰ τοῦτο ηὐδοκίμησεν· Ὅμηρον δὲ, εἰ βούλει, ποιητῶν ἐξαίρει λόγου. ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, καὶ πρῶτον μὲν τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκριβείας δεῖ, ἐνταῦθα ὥραν προστιθεὶς, οὗ δʼ ἐργασίας, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχειρίζειν, οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν, ἐφʼ ἅπασι δὲ ῥᾳστώνην καὶ δρόμον, καί μοι παρείη περὶ τούτων ἄμεινον σοῦ καὶ τῶν σοὶ προσομοίων ἐπίστασθαι, σκοτοδινιᾷ δὴ πᾶς ἐνταῦθα ἀκροατὴς καὶ οὐκ ἔχει τίς γένηται, ἀλλʼ ὥσπερ ἐν παρατάξει κυκλούμενοι θορυβοῦνται, καὶ ὡς ἕκαστος ἔχει φύσεως ἢ δυνάμεως οὕτως ἐπαινεῖ, ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραία. ὁ δὲ ῥήτωρ ὑπὲρ αὐτῶν ῥήγνυται. τί φῄς; οὐχ ὁρᾷς τὸ ἀγώνισμα οὐδὲ ἀπὸ πολλοῦ, ἀλλʼ εἰς ἑκάτερον, φησὶ, τῶν αὐλῶν ἐμοῦ χωρὶς αὐλοῦντος καὶ πάσαις ἅμα ταῖς ἁρμονίαις χρωμένου κάθησαι πρὸς ἑνός τινος τῶν δακτύλων κίνησιν βλέπων, ὥσπερ ἂν εἰ καὶ ἐν λύρᾳ ἢ κιθάρᾳ πάντων ὁμοῦ δεικνυμένων μιᾶς χορδῆς ἤχου δοκοίης ἀκούειν. διδάσκει σε ὁ ῥήτωρ, ἄλλου μὲν οὐδενὸς ἕνεκα, ἴχνος δέ τι θεῖον σώζων ἐν αὑτῷ καὶ προνοούμενος καὶ σοῦ καὶ ἑτέρων, μάλιστα δὲ αὐτῆς τῆς φύσεως τῶν λόγων, ὅπως αὐτῶν τὰ σπέρματα εἰς γνῶσιν ἐλθόντα σωθείη κατὰ τὸ δυνατόν. ταῦτʼ ἐστὶν, ὦ τἀμὰ μὲν εἰδὼς, τὰ σαυτοῦ δʼ ἀγνοῶν, ἃ κἀμὲ πρώην ἐκίνησε. σὺ δὲ τὸν νόμον μεταβάλλεις καὶ τὴν τάξιν ἐναλλάττεις, ἣν ἡ φύσις κατέδειξεν οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοιςζώοις, αὕτη δʼ ἐστὶν ἀκούειν τοῦ βελτίονος, καὶ νομίζεις τὸν ἀετὸν οἷόν τʼ εἶναι τὸ ἴσον κινεῖσθαι τῷ κολοιῷ, οὗ καὶ προσιόντος ἔτι πόρρωθεν δήλη τοῖς ὁρᾶν καὶ ἀκούειν δυναμένοις ἡ ἀλκὴ σχίζοντος τὸν ἀέρα, ὥσπερ ὅταν ναῦται τῇ κώπῃ τὴν θάλατταν. δῆλος δὲ καὶ λέων ἐπιβρυχώμενος οἷα δράσει, μὴ ὅτι μασσῶν. σὺ δʼ ἀπαιτεῖς ἵππου μὲν δρόμον, σχῆμα δὲ τῆς κεφαλῆς ὄνου, πράγματα οὐχὶ συμβαίνοντα· ἐκείνων δʼ οὐκ ἤκουσαις
ὄνῳ δὲ ἀρκοῦν ἐστι γαύρωμα, ἀπαλλαγῆναι τοῦ φορτίου, ὃ τῆς ἐφʼ ἡμέρᾳ χρείας ἕνεκα τῷ δεσπότῃ περιφέρει, πλείους τῶν βημάτων τὰς πληγὰς ἐκλέγων. ἀλλὰ γὰρ ᾠχόμην ὥσπερ κατὰ ῥοῦν ὑπὸ τοῦ λόγου φερόμενος. ἐπάνειμι δὴ ἐπʼ ἐκεῖνο, ὅτι ἀξιοῖς μεταβάλλειν τὸν τῆς φύσεως νόμον, ὃς κελεύει τὴν τῶν κρειττόνων ὑπερβολὴν ἀνέχεσθαι καὶ ζῆν πρὸς τὸ ἡγούμενον. αἰσχρὸν τῷ στρατηγῷ βλέπειν εἰς τοὺς στρατιώτας, καλὸν δέ γε τοῖς στρατεύμασιν εἰς τοὺς στρατηγοὺς, ὥσπερ, οἶμαι, τοῖς χορευταῖς εἰς τὸν ἡγεμόνα, τοῖς ναύταις εἰς τὸν κυβερνήτην, τοῖς δήμοις εἰς τὸν ἄρχοντα, τοῖς ἀκροαταῖς εἰς τὸν ῥήτορα. εἰ μὲν οὖν ῥήτωρ τις ἡμῖν ἐξ ἀκροατοῦ μετεσκεύασαι, ὥρα σοι παραλαμβάνειν τὸν θρόνον, εἰ δὲ μικρὸς μικρὰ ἀπολαμβάνων περὶ ταῦτα διατρίβεις, ἐγὼ μὲν οὐδὲν εὔφημον ἐπενεγκεῖν ἔχω σοι, βούλομαι δʼ ὃ μικρῷ πρόσθεν ἔφην διὰ πλειόνων ἐξετάσαι τὸ τῆς αἰτίας, ἐπειδή γε καὶ σὺ συμφαίης ἂν τὰ πολλὰ ταύτῃ κρίνεσθαι. εἰ μὲν γὰρ ἐγὼ τούτου χάριν, ὅπως ἢ μειράκια ὑπαγοίμην, ἢ πατέρας τινὰς κακοδαίμονας ἐξαπατήσας ἐπάραιμι τελεῖν ἐμαυτῷ μισθοὺς, οὕτω ταῦτα σεμνῶς ἀνῆγον, καὶ μὴ μόνον εἰ πρώην, ἀλλὰ καὶ ὁποτοῦν ἐν τῷ παντὶ χρόνῳ τοιούτου τινὸς ἡττηθεὶς ὁτιοῦν ἢ μικρὸν ἢ μεῖζον εἴρηκα ἢ πεποίηκα, ὅ τι βούλει χρῶ λαβὼν, οὐ παραιτοῦμαι· εἰ δʼ ὡς ἡ τοῦ λόγου φύσις εἰργάζετο καὶ προήγετο, οὕτω διεκείμην, καὶ τῶν ἐμαυτοῦ λόγων ἠκροώμην ὡς ἀλλοτρίων, μᾶλλον δὲ ταύτῃ γε καὶ παντάπασιν ἠλαττούμην καὶ ἐπειχόμην, οὐχ οἷός τε ὢν βακχεύειν καὶ μετὰ ἀδείας τῆςἀμφὶ δὲ χαῖται
- ὤμοις ἀΐσσονται, ὁ δʼ ἀγλαΐῃφι πεποιθὼς
- ῥίμφα ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων.
ἡδονῆς ἀπολαύειν, ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδʼ ἂν πηδῶν ᾐσχυνόμην, τί τὴν ἐγκράτειάν μου θαυμάζειν ἀφεὶς αἰτιᾷ τὰ μηδὲν ἐμοὶ προσήκοντα;
ἐγὼ τοίνυν ὑπερβολὴν ἔτι ποιήσομαι· ἔστω ταῦτα πάντα ἄρρητα· ἐκεῖνο πρὸς θεῶν ἔχεις εἰπεῖν, ὡς ἄρα
χρείας μὲν οὐδεμιᾶς ἕνεκα οὐδὲν ἔδρων, τηνάλλως δὲ σοφιστοῦ νόμῳ καὶ χαυνότητι ταῦτα ἐκομψευόμην καὶ σχήματος ἕνεκα; οὐ πάντες ἐμοὶ συνίσασιν ὅσον τούτων χωρὶς εἰμί; οὐ πᾶν ἕτερον τὸ ἡμέτερον; οὐκ ἐπʼ ἔσχατον μὲν ἀληθείας ἥκοντας τοὺς λόγους ἐκ τῶν δυνατῶν ὁρᾶτε, ἐπʼ ἔσχατον δʼ ἀληθείας πᾶσαν τὴν περὶ αὐτῶν βουλὴν ἅπαντες ὁρᾶτε; ποίαν ἢ χειρῶν ἐγὼ κίνησιν, ἢ χειλῶν παραγωγὴν ἐξεπίτηδες περαιτέρω τοῦ μετρίου νενόμικα; ποῖον ἐσθῆτος σχῆμα λυπηρόν; ὥσπερ ἤδη τινὲς αὑτοὺς ἀπέκρυψαν τοῖς ἱματίοις, ἴσως μὲν τιμήσαντες τῆς ἀξίας αὑτοῖς· ἐγὼ δʼ οὒ, καίτοι πλείονος σκέπης ἢ κατὰ τοὺς πολλοὺς δεόμενος, ὅμως τὸ πρόβλημα τοῦτο ἔφυγον. ἀλλὰ ἄλλο τι τοιοῦτον πώποτε ἐπλασάμην; ἀλλὰ ὀρχοῦμαι δίπτυχα, ὥσπερ ἕτεροί τινες; ἀλλὰ προσήκει μοί τι κακῶν ἀλλοτρίων; ἀλλʼ εἰς τοσοῦτον ἥκει μοι σχολῆς; ἀλλʼ ἔμοιγε ἱκανὸν, ἂν περὶ αὐτοὺς τοὺς λόγους καὶ τἀναγκαῖα πραγματευόμενος οἷός τε ὦ διαγίγνεσθαι, μηδὲν ἐπακτὸν κακὸν ἐμαυτῷ προστιθέμενος. οὐκοῦν ἁφθεὶς ὑπὸ τοῦ λόγου ταῦτʼ ἔλεγον. ὥστʼ εἰ ὅτι μάλιστα μὴ δεῖ μὲν παραληρεῖν, ὡς σὺ φῂς, ἐκ δὲ τῆς τοῦ λόγου ῥύμης καὶ τὸ τοιοῦτον ἐπέρχεται, τί τῆς ἀδυνάτου συμβουλῆς πλέον; ὥσπερ ἂν εἴ τινα ὑπὸ πνεύματος ἁρπασθέντα ἐν τῇ θαλάττῃ σὺ κελεύοις ἀτρεμεῖν καὶ μένειν, ἀπὸ τῆς ἀκτῆς λέγων, ὁρᾷς, ἐγὼ κάθημαι σιωπῇ. καί μοι δοκεῖς κατὰ τὴν παροιμίαν τὸν ὑπὸ τῆς ἐχίδνης δηχθέντα αἰτιᾶσθαι, μηδεπώποτʼ αὐτὸς δηχθείς. ταῦτα δʼ ἄν σου Φιλοκτήτης ὁ τοῦ Ποίαντος οὐκ ἠνείχετο ἀκούων. ἀλλὰ γὰρ ἴσως ᾠήθης με τούτων ἕνα τῶν σοφιστῶν εἶναι, οὓς οἱ προσαγωγεῖς νουθετοῦσι καλῶς ποιοῦντες. ἔγωγʼ οὖν ἤδη ποτὲ εἶδον σοφιστὴν μεταξὺ λέγοντα ὑπὸ προσαγωγέως ἐξαγόμενον οὕτως ὡςὅ τε προσαγωγεὺς ἀμείνων ᾤετο εἶναι γνῶναι καὶ ἅττα ἐκείνῳ ῥητέον καὶ εἰς ὅσον καὶ αὐτὸς δὴ ἐκεῖνος συνεχώρει, ἀλλὰ μὴ πάντα ἐν ταὐτῷ φύρειν, ἵνα μὴ καὶ γέλωτα ὀφλήσῃ. ἡμεῖς τοι καὶ εἰς τὸ σῶμα πληγέντες οὐκ ἐπʼ ἀγεννεῖς ἱκετείας ἰατρῶν ἀφικόμεθα, ἀλλὰ καίτοι σὺν θεοῖς εἰπεῖν τοὺς ἀρίστους τῶν ἰατρῶν φίλους κεκτημένοι κατεφύγομεν εἰς Ἀσκληπιοῦ, νομίσαντες εἴτε δέοι σώζεσθαι, διʼ ἐκείνου κάλλιον εἶναι, εἴτε μὴ ἐγχωροῖ, καιρὸν εἶναι τεθνάναι. ἔχοιεν δʼ ἂν καὶ οἱ συμφοιτηταὶ φράζειν περὶ τῆς φύσεως τῆς ἐμῆς. ἐγὼ γάρ τοι καὶ παῖς ὢν, εἴ τι ἤρετο διδάσκαλος ὧν ἠπιστάμην, εἰ ἕτερος ἔφθη ὑπολαβὼν, οὐκ ἂν ἔτι ἐφθεγξάμην, ἵνα δὴ μὴ τὰ ἑτέρου δοκοίην λέγειν. παραπλήσια δὲ καὶ τὰ νῦν ἐν Ἀσκληπιοῦ. εἰρήσεται γὰρ καὶ πρὸς ὑμᾶς τά γε ἀληθῆ, χείρω δὲ καὶ βελτίω νομίζειν ἔξεστιν ὡς ἂν ἑκάστῳ δοκῇ. οὕτω γὰρ αὖ καὶ πρὸς τοὺς ἐκεῖ συμφοιτητὰς καὶ εἶχον καὶ ἔχω, ὥστε ὅστις
μὲν μὴ ὑπανίσταται, οὐκ ἄχθομαι αὐτῷ, ὑπανισταμένῳ δὲ αἰσχυνοίμην ἂν μὴ παρεὶς τὴν χώραν. σὺ δʼ εἰ μὲν ὡς ἄρξων ἐνταῦθα ἀφικνεῖ, πεῖσον τούτους ὡς σοὶ προσήκει πρὸ ἡμῶν, εἰ δὲ παρίης ἑτέρῳ τὴν ἡγεμονίαν, ἀναμνήσθητι τῶν Ὁμήρουτέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·καὶ
ὧδʼ ἔστω, Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω·καὶ
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,στρατήγει δὲ μὴ παρὰ τὸν στρατηγόν. αἰσχρὸν γὰρ ἀμφοτέροις, καὶ σοὶ καὶ τῷ στρατηγῷ.
μικρὰ δὲ προσθεὶς ἀπαλλάξομαι. καὶ ταῦτα ἐξεπίτηδες ἀπέτεινα, οὐχ ὡς οὐ καὶ ἓν τούτων ὁτιοῦν ἱκανὸν ὂν, ἀλλʼ ἵνʼ εἰδῇς διὰ πόσων ἀμαθὴς εἶ τῶν ἐλέγχων καὶ ὅσων ἀθέατος καὶ ἀνήκοος δεῦρο εἰσῆλθες ὥσπερ τις βέβηλος παντάπασιν. εἶτα μύστης ὢν τὸν ἱεροφάντην ἐξετάζεις; καὶ ὁ μὲν ἀρτιτελὴς μύστης ἀτιμότερος τοῦ πάλαι μύστου, ὁ δὲ νῦν πρῶτον εἰς μύστας τελῶν κρίνεις τὸν μυσταγωγόν; ἀρχαῖον δέ μοι δοκεῖς περὶ Μώμου καὶ
Ἀφροδίτης λόγον ἀνανεοῦσθαι. φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται· τελευτῶν δὲ αὐτῆς μὲν ἀπείχετο, τὴν δὲ βλαύτην ἔσκωψεν αὐτῆς. ὥστε ἄμφω συμβῆναι, μήτε δὴ τὴν Ἀφροδίτην ἀκοῦσαι κακῶς μήτε τὸν Μῶμον εἰπεῖν εὖ. καὶ σὺ τὴν σκηνὴν θαυμάζων τὰ παρασκήνια ᾐτιάσω καὶ τοὺς λόγους ἀφεὶς ἐτήρεις τὰ παραφθέγματα. οὕτω πόρρω τοῦ νόμου βαίνεις. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος παραφθέγγεται, ἄκουε καὶ τούτου. καίτοι τοσοῦτόν γε ἐμὲ τόλμῃ καὶ αὐθαδείᾳ παρελήλυθε,
ταῦτα γὰρ αὐτῷ τὰ ὀνόματα ἐκ τῆς σῆς αἰτίας ἁρμόττει, ὥστʼ ἐγὼ μὲν ἔξω τοῦ βιβλίου παρελήρησα, καὶ ταῦτα ἐξαχθεὶς ὑπὸ τοῦ λόγου, ὁ δὲ δὴ Σόλων καὶ βιβλίον ἐξεπίτηδες πεποίηκεν, ὥσπερ ἡμεῖς εἰς τὴν Ἀθηνᾶν, οὕτως ἐκεῖνος εἰς αὑτὸν καὶ τὴν ἑαυτοῦ πολιτείαν, ἐν ᾧ ἄλλα τε δὴ λέγει καὶ ταῦταὁρᾷς ὡς αὐθαδῶς καὶ οὐ τῆς σῆς συμβουλῆς; καὶ ταῦτα μέν ἐστιν ἐν τετραμέτροις· ἐν δὲ τοῖς ἰάμβοιςἃ μὲν ἄελπτα σὺν θεοῖσιν ἤνυσʼ, ἄλλα δʼ οὐ μάτην
- ἔρδον.
τίθει δὴ καὶ ὑπὲρ ἡμῶν λέγειν τὸν Σόλωνα, ἄλλος δʼ ἂν τοῦτο τὸ κέντρον εἰς τοὺς λόγους εἰσενεγκάμενος οὐκσυμμαρτυροίη ταῦτʼ ἂν ἐν δίκῃ χρόνου
- μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων
- ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε
- ὅρους ἀνεῖλον πολλαχῆ πεπηγότας,
- πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
- πολλοὺς δʼ Ἀθήνας πατρίδʼ εἰς θεόκτιτον
- ἀνήγαγον πραθέντας ἄλλον ἐκδίκως,
- ἄλλον δικαίως, τοὺς δʼ ἀναγκαίης ὕπο
- χρησμὸν λέγοντας γλῶσσαν οὐκέτʼ Ἀττικὴν
- ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους,
- τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα
- ἔχοντας ἠδὲ δεσπότας τρομευμένους
- ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει
- ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας
- ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην.
- θεσμοὺς δʼ ὁμοίους τῷ κακῷ τε κἀγαθῷ
- εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην
- ἔγραψα. κέντρον δʼ ἄλλος ὡς ἐγὼ λαβὼν
- κακοφραδής τε καὶ φιλοκτήμων ἀνὴρ
- οὐκ ἂν κατέσχε θυμόν.
ἂν τοσοῦτον σωφροσύνης εἰσηνέγκατο. ἐξελέγξεις δέ με ἡνίκʼ ἂν αὐτὸς κτησάμενος τὴν αὐτὴν δύναμιν τῶν λόγων, οἶμαι δʼ οὐ ῥᾷστόν σοι, εἶτα μετριώτερον ἐπὶ σαυτῷ φρονῶν ὀφθῇς. ἂν δʼ αὐτὸς προσαιτῶν καὶ τῆς ἐφημέρου τροφῆς ἀπορῶν καὶ βλέπων εἰς δύο καὶ τρεῖς ὀβολοὺς ἔγκλημα ποιῇ τῷ βασιλεῖ τῷ γράφοντι, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνη κεκωλύσθω, φάσκων ὑπερηφανίαν εἶναι ταῦτα καὶ λόγων κόμπον, ὁμοίως ἀργυρίου καὶ φρενῶν ἀπορῶν ἔσει. εἶτα τί φησὶν ὁ Σόλων;
ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφʼ αὑτῷ φρονεῖ. ἡγεῖτο γὰρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῷ ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα. διὰ ταῦτα ὁ εἴσω τὴν χεῖρα ἔχων τὸ φθέγμα ἐπαίρεται καὶ τὰ αὑτοῦ κοσμεῖ δικαίως. τὴν μὲν γὰρ χεῖρα, οἶμαι, εἴσω ἔχειν ἠξίου, τὴν κεφαλὴν δʼ οὐ κάτω. φέρε δή σε καὶ διʼ ἑτέρου τῶν ὀνομαστοτάτων παραμυθήσομαι, ἐπειδὴ δειλότερος εἶ τοῦ δέοντος, ἵνα μὴ λέγω θρασύτερος. ἔστι δʼ ὑπερβολὴ τῶν τοῦ Σόλωνος ἃ οὗτος εἴρηκε. σκόπει γάρ· τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατʼ ἀξίαν· ἔχει δὲ ὧδε. εἶδες ὡς ἐξεφύσησεν ἅπαντας τοὺς βασκάνους, γράψας ἐλευθέρως περὶ τῆς ἑαυτοῦ φύσεως καὶ ὡς εἰκὸς ἦν τὸν βεβαιοῦντα τὸν ἐν χειρὶ λόγον, ὡς ἄρα ἡ τῶν κρειττόνων ἐπίπνοια ὑπερφρονεῖν ποιεῖ τῶν πολλῶν. ἢ τοῖς ἐκ τῶν τριόδων παραπλησίως ἔχειν δοκεῖ σοι ταῦτα; διαπερανάμενος τοίνυν τὸν λόγον τὸν περὶ τοῦ ἔρωτος ποίαν εὐφημίαν ὕστερον περὶ αὑτοῦ παραλέλοιπεν, ἢ τί τῶν καλλίστων οὐκ εἴρηκε; πρῶτον μὲν ὡς ὀρθῶς ἐζήτησε τἀληθὲς, τῷ τὰ μὲν συναγαγεῖν, τὰ δὲ τέμνειν πρὸς λόγον εἰδέναι· ἔπειθʼ ὡς ἐν τάξει τὸν λόγον διέθετο· μέγιστον δὲ πάντων ἐπὶ τῇ μεγαλοπρεπείᾳ φρονεῖ, ὥστε καὶ ἄντικρυς τοῦεἰ γὰρ ἤθελον
- ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,
- αὖθις δʼ ἃ τοῖσιν ἁτέροις δρᾶσαι, διὰ
- πολλῶν ἂν ἀνδρῶν ἥδʼ ἐχειρώθη πόλις.
- ατῶν οὕνεκʼ ἀρχὴν πάντοθεν κυκεύμενος
- ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.
ἀντιπάλου καθαπτόμενος εἴρηκεν, εἰ μὴ ἄρα οὕτω σφόδρα παῖς εἶ ὥστε νομίζειν Φαίδρου τὰ ῥήματα εἶναι καὶ οὐ τὸν Πλάτωνα ὡς τὸν Φαῖδρον λέγειν τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπειργάσω, ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα θελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι. ἐκεῖνα δʼ αὖ τί φήσεις; φεῦ ὅσῳ τεχνικωτέρας λέγεις νύμφας τὰς Ἀχελώου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ταῦτα οὐ μετὰ πάντων ἐγκωμίων εἰς αὑτὸν εἰρῆσθαί σοι δοκεῖ τῷ ἀνδρὶ, εἴπερ γε μὴ τὰ Μίδου ὦτα ἔχεις, οὗ τὸ ἐπίγραμμα ἐκεῖνος ἐπέσκωπτε προσεικάζων τῷ τοῦ ἑταίρου λόγῳ, καὶ κατὰ πάσας γέ που τὰς ἀρετάς; ἀναγκαίως· ταῦτα διεξέρχεται περὶ αὑτοῦ. φρονίμου μὲν γὰρ, οἶμαι, καὶ σώφρονος γνῶναι τὴν ἀξίαν, δικαίου δὲ τὰ πρέποντα καὶ αὑτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν. ὁ δʼ αὖ νεμεσῶν ἅπασι
τοῖς ἐναντίοις τούτων εἰκότως ἐνέχεται, ἕως ἂν μὴ δείξῃ ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω δόξαν τῆς ἀληθείας ἐφέλκονται.ἄλλα τοίνυν μυρίʼ ἔχων εἰπεῖν παραλείπω. ἀλλʼ ἐπειδὴ Σόλωνος ἐμνήσθην καὶ ὧν ἐκεῖνος διαλέγεται περὶ τῆς αὑτοῦ πολιτείας, φέρε σκόπει τί αὖ καὶ οὗτος ἐν αὐτοῖς τοῖς νόμοις οὓς ἐτίθει λέγει; ταῦτα δὲ νομοθέτῃ προσήκει μᾶλλον εἰδέναι ἢ ποιηταῖς ξύμπασιν. οὐκοῦν ἄντικρυς δοκεῖ σοι συμπάντων τῶν ποιητῶν πρῶτον καὶ σοφώτατον ἀνακηρύττειν ἑαυτόν; μετʼ ἰσχυρᾶς γέ που τῆς ἀνάγκης οὕτω τοῦτο συμβαίνει. ὅταν γὰρ αὐτὸς μὲν ὁ φάσκων εἶναι νομοθέτης ᾖ, αὐτὸς δὲ ὁ φάσκων δεῖν τοὺς ποιητὰς παραχωρεῖν τῷ νομοθέτῃ καὶ ταῦτα σύμπαντας, πῶς οὐκ εἰς τοῦθʼ ὃ προεῖπον τελευτᾷ; ἆρʼ οὖν ἐνεθυμήθης διὰ πάντων τούτων πόσον τὸ μεταξὺ σοῦ τε κἀκείνου πρὸς ταῦτα; ἢ πάντων οὖν κατηγόρει τῶν ἀρίστων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ ἡμῖν πρᾳότερος εἶναι τοῦ λοιποῦ, ὦ τὰ μὲν ὑπὲρ ἐμοῦ δεδιὼς, τὰ δʼ ὑπὲρ σαυτοῦ μὴ σκοπῶν, καὶ αὐτὸς μὲν κατʼ εὔνοιαν ἀξιῶν παρρησιάζεσθαι πρὸς ἐμὲ, ἐμὲ δʼ οὐκ ἐῶν πρὸς τούτους παρρησιάζεσθαι
κατʼ εὔνοιαν, καὶ σαυτῷ μὲν ἐκ δειλίας παρρησίαν ποριζόμενος, ἐμοῦ δʼ οὐκ ἀξιῶν τὴν ὀρθὴν καὶ δικαίαν ἐκ φρονήματος εἶναι. ἔτι τοίνυν ἑνὸς ἢ δευτέρου τῶν στρατηγῶν μνησθῆναι βούλομαι. οἶμαι γὰρ οὐ φαυλοτέραν
ὠφέλειαν ἐπενεγκεῖν τῇ Θηβαίων πόλει τὴν Ἐπαμεινώνδου τότʼ ἐκείνου φύσιν ἢ σὲ τοῖς σαυτοῦ παρεσχῆσθαι φήσεις. τούτου μὲν γὰρ χωρὶς τῆς ἀπολογίας ἧς ἀρτίως ἐμνήσθην καὶ ἕτερόν ἐστιν ἐπίγραμμα κατηγοροῦν τὸ ἦθος ἐν Πελοποννήσῳ, ὃ πρὸς θεῶν εἴ τις ἀπαλείψειεν, ἆρʼ οὐκ ἂν ἀχθεσθείης; ἐγὼ μὲν καὶ σφόδρα ἂν, οἶμαι δὲ καὶ ἕτεροι τῶν κατʼ ἐμὲ, ἀλλʼ οὐ τῶν κατὰ σὲ ἴσως. τί δὴ τοῦτό ἐστι τὸ ἐπίγραμμα ὃ πάντες ᾁδουσιν;ἐπανόρθωσον οὖν, εἰ βούλει, καὶ τοῦτο τοῖς σαυτοῦ λόγοις, ὅτι ταυτὶ συνίσασιν ἅπαντες, σὲ δʼ οὐ χρὴ γρύζειν. ᾁδουσι δὲ καὶ Χαβρίου τι ῥῆμα, δοκεῖν ἐμοὶ μετὰ τὴν ἐν Νάξῳ ναυμαχίαν εἰπόντος· εἰ δʼ ἄρα καὶ πρὸ τῆς ναυμαχίας, οὐ χεῖρον. ᾐνίττετο δʼ ἁνὴρ εἰς αὑτὸν, ἔφη γὰρ φοβερώτερον εἶναι ἐλάφων στράτευμα λέοντος ἡγουμένου ἢ λεόντων ἐλάφου. οὕτω δή σοι διὰ πάντων ἐπιδέδεικται καὶ ποιητῶν καὶ ῥητόρων καὶ στρατηγῶν καὶ ὧν τι ὄφελος ἐν Ἕλλησιν ἀναγκαῖόν τι κτῆμα καὶ ὥσπερ ἔμφυτον ἡ μεγαλοφροσύνη τοῖς κρείττοσι, καὶ ὁ τοῦ Δημοσθένους λόγος εὖ ἔχων, ὁποῖʼ ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. καίτοι θαυμαστὸν ἐν μὲν τοῖς ἄλλοις κατʼ ἀξίαν τῶν ὑπαρχόντων ἐγγίγνεσθαι τὸ φρόνημα, ἐν δὲ τοῖς περὶ αὐτὴν τὴν γνώμην καὶ τοὺς λόγους μὴ πολὺ μᾶλλον οὕτω τοῦτʼ ἔχειν. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ καθάπερ πηγὴ καὶ ὁρμητήριον τοῖς λόγοις τὸ φρόνημά ἐστιν, ὅτῳ περὶ τούτων σχολὴ λογίζεσθαι. δοκεῖ δέ μοι καὶ ὅλως παντὸς τοῦ Ἑλληνικοῦ σύμβολον καὶ ὥσπερ εἰκὼν εἶναι τὸ τοιοῦτον εἶδος τῆς γνώμης. τέχνας μὲν γὰρ καὶ λογισμοὺς τοὺς κατὰ χεῖρα καὶ ὅσα τοιαῦτα κἂν παρὰ τοῖς βαρβάροις πιστεύοι τις ἐγγίγνεσθαι μὴ χείρω, ἡ δὲ τῆς ψυχῆς ῥώμη καὶ τὸ φρονεῖν μετʼ ἐλευθερίας ἀνεπαχθοῦς ἀρχαῖον ἄρʼἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν,
- Μεσσήνη δʼ ἱερὰ τέκνα χρόνῳ δέχεται.
ἦν καὶ ἴδιον τῶν Ἑλλήνων ἀγαθόν. θαυμάζω δʼ ὅπως εὖ πεφυκὼς πρὸς τὸ παιδαγωγεῖν οὐχ ὁρᾷς τούτους τοὺς ἀργυρίῳ τὸν ἔπαινον ὠνουμένους οὐ μόνον ἐν ταῖς ἐπιδείξεσιν, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις. καίτοι οὗτοι τί σοι δοκοῦσιν ἕτερον ποιεῖν ἢ αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινεῖν; καὶ ταῦτα ἃ μὴ χρή γε καὶ ὃν ἥκιστα ἔδει τρόπον, καὶ πρόσεστι τὸ τὰ ὄντα ἐλάττω ποιεῖν, ἐπιθήκη τις τῆς ἀνοίας. ἐγὼ δὲ τούτων εἰ μή τῳ ἄλλῳ, ἀλλὰ τούτῳ γε, ὡς ἔοικεν, εἰμὶ κομψότερος· προῖκα γὰρ ἐμαυτὸν ἐπαινεῖν ἀξιῶ, καὶ ταῦθʼ ἃ σύνοιδα· ὡς δʼ οὐ πολλάκις αὐτὸ δρῶ, συνίσασιν οὗτοί μοι. ὥστʼ οὐκ ἀναισθησίας μᾶλλον ἢ καὶ σοφίας τινὸς ἐκφέρω δεῖγμα. ὅτι δʼ οὐ ψεύδομαι, τοῦτο καὶ σοὶ συνδοκεῖ. ἓν δέ τί σε λοιπὸν ἐρήσομαι. πρὸς θεῶν εἴ σοι περὶ παίδων εὐχομένῳ τῶν θεῶν εἴποι τις ὡς ἔσονται μὲν, ἔσονται δὲ τούτῳ παραπλήσιοι καὶ τὸ φρόνημα καὶ τοὺς λόγους, ἐμὲ δὴ λέγων, οὐκ ἂν δέξαιο; οἶμαι μὲν κἂν ἐπιδράμοις. εἶθʼ ὧν αὐτὸς, εἰ τύχοις, εὐχῆς ἂν ἐφῖχθαι δόξαις, ταῦθʼ ἡμῖν ὀνειδίζεις; καὶ ὧν χάριν ἂν τοῖς θεοῖς ἔχοις, ταῦθʼ ἡμῖν ἐμέμψω; καὶ οὐδὲ τὴν Περσικήν τε καὶ Λακωνικὴν τάξιν τῆς δίκης ἐτίμησας, οὐδὲ ἔδωκας τὰ ὀλίγα τοῖς πολλοῖς καὶ τὰ ἐλάττω τοῖς μείζοσιν; εἰ μὲν οὖν σοι μετρίως ἀπελογησάμεθα· εἰ δὲ μὴ, σκόπει ὅ τι χρήσει σαυτῷ. παιδαγωγήσεις δὲ ἡμᾶς οὔτʼ αὐτὸς οὔτε ἕτερος οὐδὲ εἷς· ἱκανὸς γὰρ ὁ προστάτης.