Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
δεινοί τινες εἰσὶ νουθετεῖν ἑτέρους ἀφέντες ἑαυτούς. καὶ εἰ μέν γε ἐκ τοῦ εὐθέος προσιόντες ἐποίουν αὐτὸ, κέρδος ἦν ἄν. ἢ γὰρ ἐπείσθη τις ἂν, ἢ πείσας ἀπήλλακτο. νῦν δʼ ἑτέρους διακόνους ὑποβαλλόμενοι τῆς συμβουλῆς ὡς ἀληθῶς σκιαμαχεῖν ἀναγκάζουσι. καὶ τὰ προοίμια δὲ δεινῶς ἐκ κύκλου αὐτῶν ὡς μὲν ἔχω πρὸς αὐτὸν εὐνοίας, ὅτι μὲν εἷς εἰμι τῶν φιλούντων τὰ τοιαῦτα. ταῦτα δʼ ἐστὶ πλεῖν ἢ ναυτιᾶν. καὶ τοίνυν καὶ πρώην τις τὸ αὐτὸ πρόβλημα ποιησάμενος ἀπαγγέλλειν ἑνὶ τῶν ἐμῶν ἐκέλευε πρός με ὡς ἄρα οὐκ ὀρθῶς παραφθεγξαίμην μεταξὺ τοῦ ἐγκωμίου καὶ τῶν λόγων τῶν εἰς τὴν θεόν· οὐ γὰρ εἰκὸς ἄρα εἶναι περὶ αὑτοῦ καὶ τῶν αὑτοῦ τι λέγειν τινὰ, ἄλλως τε καὶ ἐν τοῖς ἀκριβῶς εἰδόσι, πάντως δὲ εἰδέναι πάντας περὶ τῶν λόγων τῶν ἡμετέρων ὅσον τε ὑπερέχουσι, τουτὶ
γὰρ προσετίθει, καὶ ὅτι εἴ τι ἄλλο ἄλλῳ, καὶ τοῦτο ἡμῖν ἀπείργασται· πολλὰ τοιαῦτα ἐχαρίζετο, τοῦ παραδέξασθαι τὴν αἰτίαν ἡμᾶς. φέρε δὴ καὶ πρὸς τοῦτον ἀποκρινώμεθα, ἐπειδή γε καὶ ὁ χθιζὸς ἡμῖν ἑστιάτωρ ἔχει τὴν ἀξίαν. πόθεν οὖν ἂν αὐτὸν ἐπιχειρήσαιμεν ἀρξάμενοι μεταπαιδεύειν, ἄνδρα οὕτω σεμνὸν καὶ πόρρω σοφίας ἐλαύνοντα ὥστε καὶ ἑτέρους ἐπιχειρεῖν νουθετεῖν οὑτωσὶ ῥᾳδίως; ἐγὼ μὲν ὑπὸ σπουδῆς μοι δοκῶ τὸ τελευταῖον πρῶτον ποιήσειν, παρέξομαι γὰρ αὐτὸν καθʼ αὑτοῦ μάρτυρα, ὅτι συκοφαντεῖ. καὶ δὴ παρέστω μὲν ἁνὴρ, εἴτʼ οὖν πάρεστιν εἴτε μὴ, οὐ γὰρ οἶδά γε αὐτὸν ὅστις ὢν τυγχάνει, οὔκουν ἔγωγε οὐδʼ αὐτὸν ὅλως, ἀποκρινέσθω δὲ ὡς παρών. τὸ δὲ ἐρώτημα τοιοῦτον, ὦ ἄριστε ἀνδρῶν, ὅτι μὲνσυγχωρεῖς ποιεῖν λόγους, εὖ ποιεῖς· τοσοῦτον δʼ ἡμῖν εἰπὲ, πότερον συγχωρεῖς μὲν ποιεῖν αὐτοὺς, γιγνώσκειν δʼ οὐκ ἐπιτρέπεις περὶ αὐτῶν τούτων ἅ τις ποιεῖ· καὶ τί γένοιτʼ ἂν χάριεν τοῦ ποιοῦντος μὲν, οὐ γιγνώσκοντος δὲ ὃ ποιεῖ; ἆρʼ οὖν γιγνώσκειν μέν ἐστι περὶ τῶν πραγμάτων, φρονεῖν δὲ ὑπὲρ ὧν γιγνώσκει τις οὐκ ἔστιν; ἀλλὰ μὴν τοῦτό γε αἴνιγμα καὶ πέρα γε ἴσως αἰνίγματος ἂν εἴη. οὐκοῦν περὶ ὧν φρονεῖν, περὶ τούτων καὶ λέγειν φασὶ δεῖν οἱ σοφοὶ, εἰ μή τι σὺ κἀνταῦθα ἕτερον λέγεις.
σκόπει τοίνυν ὡς τὸ πᾶν ὡμολόγηκας ἓν τὸ πρῶτον δούς. εἰ γὰρ ἓν μὲν τῶν καλῶν κατʼ αὐτόν σε τὸ τοὺς λόγους ποιεῖν, ποιεῖν δὲ ἀμήχανον καλῶς ὁτιοῦν μὴ γιγνώσκοντα περὶ αὐτοῦ, ἀλλὰ μὴν περὶ ὧν γε γιγνώσκειν,
περὶ τούτων ἀνάγκη καὶ φρονεῖν, περὶ δʼ ὧν φρονεῖν, καὶ λέγειν, δέδωκας περὶ ὧν τις ποιεῖ, περὶ τούτων χρῆναι καὶ λέγειν. νὴ Δίʼ ἀλλʼ ἐν εἰδόσιν ἦν τὰ λεγόμενα. τί δῆτʼ ἂν ἐποίησας, ἢ οὐ κατηγόρησας ἂν εἴ μʼ ἔλαβες ψευδόμενον, ὅς γε ὧν ἅπαντας εἶναι φῄς μοι μάρτυρας, ταῦθʼ ὡς οὐ προσήκοντα ᾐτιάσω; καὶ ὡς ἔοικεν, ἂν μὲν Δημοσθένη, ἢ Μιλτιάδην, ἢ Θεμιστοκλέα, ἢ τὸν ὁμώνυμον ὑποκρίνωμαι, τότε μὲν πολὺ σοῦ κατʼ αὐτόν σε ἀμείνων εἰμὶ γνῶναι τοὺς ἑκάστῳ προσήκοντας λόγους· οὓς δʼ ἐμοὶ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν προσήκει ποιεῖσθαι λόγους, τούτους δὲ σὺ καλλίων εἰδέναι; καὶ πῶς ἂν σοὶ παριεὶς εἰδέναι βέλτιον ὀρθῶς ἂν φρονοίην; καὶ μὴν τὸ μὲν ἐκείνων ἦθος εἰκάσαι δεῖ με, τὸ δʼ ἐμαυτοῦ σαφῶς, οἶμαι, ἐπίσταμαι. καὶ νῦν εἰ μὲν περὶ τῆς Ἀθηνᾶς αὐτῆς ἐχρῆν εἰπεῖν, ἐγὼ βελτίων ἦν σοῦ γνῶναι τοῖς σοῖς λόγοις, ἃ δʼ ὑπὲρ τῶν λόγων τῶν εἰς τὴν Ἀθηνᾶν σὺ κρείττων ἐμοῦ; καὶ τοὺς μὲν ἄλλους ἐπίστασθαι φῂς αὐτὰ, αὐτὸν δέ με οὐκ ἐᾷς; καὶ σὺ μὲν ἡμῖν ἐπιτιμᾷς, ἐμοὶ δʼ οὐκ ἐξέσται τοῖς οἷος εἶ σὺ, καὶ ταῦτα ἐπιστροφῆς ἕνεκα; καὶ σὺ μὲν ὢν ἀκροατὴς μετείληφας ῥήτορος σχῆμα, τὸν δὲ ῥήτορα ἀξιοῖς ἡσυχίαν ἄγειν εἰς τὰ οἰκεῖα, καὶ ὑπὲρ μὲν ἄλλων λέγειν, ὑπὲρ δʼ ἑαυτοῦ σιγᾶν; τί δῆτʼ ἂν, εἰ ἡμῖν ἐδεδώκεις ἐξελὼνὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς
ἢ περὶ οὗ Χαλκιδεῖς ποτὲ καὶ Ἐρετριεῖς διέστησαν, ἢ τὸ
μέσον Κορίνθου καὶ Σικυῶνος, ὁ χρησμὸς ἔφη, ὅτε ἁπλῶς οὑτωσὶ φιλίας ἕνεκα αὐτῆς παρών τε καὶ ἀπολαύων τῶν καλλίστων, οἷʼ ἂν τὰ ἡμέτερα εἴη κάλλιστα, εἰ μὴ ἄρα σοι καὶ τοῦτο προσίσταται, σὺ δὲ οὐδὲ τοσοῦτον ἡμῖν ἐν μισθοῦ μέρει κατέθου, ὅσον εἰ καί τι παρεληρήσαμεν τοῦτο συγγνῶναι; οὐκ οἶσθʼ ὅτι κἂν τοὺς ἐν Αἰγύπτῳ νομοὺς συνθεὶς κἂν τὴν γῆν τὴν Βαβυλωνίαν προσθεὶς μισθὸν ἐμοὶ διδῷς τούτων τῶν λόγων, ἀνιάσω γάρ σε καὶ νῦν, οὐδέποτʼ ἐγγὺς ἀφίξει τῆς ἀξίας; ἀλλὰ τίς ἡμέτερος μισθὸς καὶ πρέπων ἡμῖν; φιλία, εὔνοια, σύνεσις, μνήμη, μετρία τιμὴ τῶν λόγων, αἰδὼς τοῦ ποιοῦντος τοὺς λόγους. ἐπεὶ δὲ δέδοικας μή τινος αὐθαδείας ἢ ἀλαζονείας ταῦτʼ ἐγγὺς εἶναι δοκῇ, φέρε ἐγώ σε παραμυθήσωμαι.σκόπει δῆτα ἀκούων ὡς ἔχω περὶ τούτων, κἂν λάβῃς ψευδόμενον, τὸ τοῦ Σοφοκλέους, φάσκειν ἐμὲ ἤδη μηδὲν φρονεῖν, καὶ τὴν μαντικὴν διάγραφε. ἐγὼ νομίζω τὸν μὲν τῶν ὑπαρχόντων μεῖζον φρονοῦντα, ἢ καὶ σχηματιζόμενον πρὸς τοὺς πολλοὺς ὡς ἂν ἐκπλήξειεν εἴτε λόγοις εἴτε καὶ πράξεσιν, οὐχ ὑγιαίνειν, ἀλλʼ εἶναι τοῦτον ἐκεῖνον τὸν ἀλαζόνα καὶ γόητα, καὶ ὅ τι τοιοῦτον βούλει καλεῖν· ὅστις δʼ εἰς ὅσον ἥκει δυνάμεως ἐξεπιστάμενος πρὸς τοῦτο καὶ τὴν ἀξίαν φρονεῖ, καὶ μηδὲν πλέον μήτε ζητεῖ μήτε θηρᾶται, τοῦτον ἀκριβῶς τὸν τῆς ἐλευθερίας ὅρον πληροῦν, ὥσπερ γε κἀν χρήμασιν ὅστις μὲν οἶμαι πλείω τῶν ὑπαρχόντων τὸν ὄγκον περιβάλλεται καὶ περινοστῶν σοβεῖ διὰ κενῆς, καὶ τοῦτʼ ἐσπούδακεν ἐξαπατᾶν
τοὺς ἐντυγχάνοντας, ἀλαζόνα που καλοῦμεν καὶ βλᾶκα καὶ χαῦνον τοὺς τρόπους· ὁ δʼ αὖ ταπεινότερος ἢ κατὰ τὴν δύναμιν ἀξιῶν φαίνεσθαι καὶ συστέλλων ἑαυτὸν ἐπίτηδες εἰς τοὔλαττον ἑκὼν καὶ προχειρότερος ἐξαρνεῖσθαι τὰ ὄντα ἢ ὁμολογεῖν οὐ μάλα ἐν ἐλευθέροις ἐστὶν, ἢ κἂν εἰ μικροπρεπῆ καὶ γλίσχρον καὶ τοῦ κέρδους ἥττω καλοίης, τυγχάνοις ἂν μᾶλλον τοῦ προσήκοντος. οὕτως οἶμαι καὶ περὶ τῶν λόγων ἔχει, καὶ πάντων ὡς εἰπεῖν τῶν ἐν τῇ